< Αποκαλυψις Ιωαννου 18 >

1 μετα ταυτα ειδον αλλον αγγελον καταβαινοντα εκ του ουρανου εχοντα εξουσιαν μεγαλην και η γη εφωτισθη εκ της δοξης αυτου
Μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ.
2 και εκραξεν εν ισχυρα φωνη λεγων επεσεν επεσεν βαβυλων η μεγαλη και εγενετο κατοικητηριον δαιμονιων και φυλακη παντος πνευματος ακαθαρτου και φυλακη παντος ορνεου ακαθαρτου {VAR2: [και φυλακη παντος θηριου ακαθαρτου] } και μεμισημενου
Καὶ ἔκραξεν ἐν ἰσχυρᾷ φωνῇ λέγων, “Ἔπεσεν, ἔπεσεν Βαβυλὼν ἡ μεγάλη! Καὶ ἐγένετο κατοικητήριον δαιμονίων, καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου, καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου, καὶ μεμισημένου.
3 οτι εκ {VAR1: [του οινου] } {VAR2: του οινου } του θυμου της πορνειας αυτης {VAR1: πεπτωκαν } {VAR2: πεπωκαν } παντα τα εθνη και οι βασιλεις της γης μετ αυτης επορνευσαν και οι εμποροι της γης εκ της δυναμεως του στρηνους αυτης επλουτησαν
Ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς, πέπτωκαν πάντα τὰ ἔθνη, καὶ οἱ βασιλεῖς τῆς γῆς μετʼ αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.”
4 και ηκουσα αλλην φωνην εκ του ουρανου λεγουσαν εξελθατε ο λαος μου εξ αυτης ινα μη συγκοινωνησητε ταις αμαρτιαις αυτης και εκ των πληγων αυτης ινα μη λαβητε
Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν, “Ἐξέλθατε ὁ λαός μου ἐξ αὐτῆς, ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἐκ τῶν πληγῶν αὐτῆς, ἵνα μὴ λάβητε,
5 οτι εκολληθησαν αυτης αι αμαρτιαι αχρι του ουρανου και εμνημονευσεν ο θεος τα αδικηματα αυτης
ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ, καὶ ἐμνημόνευσεν ὁ ˚Θεὸς τὰ ἀδικήματα αὐτῆς.
6 αποδοτε αυτη ως και αυτη απεδωκεν και διπλωσατε {VAR1: [τα] } {VAR2: τα } διπλα κατα τα εργα αυτης εν τω ποτηριω ω εκερασεν κερασατε αυτη διπλουν
Ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν, καὶ διπλώσατε τὰ διπλᾶ, κατὰ τὰ ἔργα αὐτῆς· ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασεν, κεράσατε αὐτῇ διπλοῦν,
7 οσα εδοξασεν αυτην και εστρηνιασεν τοσουτον δοτε αυτη βασανισμον και πενθος οτι εν τη καρδια αυτης λεγει οτι καθημαι βασιλισσα και χηρα ουκ ειμι και πενθος ου μη ιδω
ὅσα ἐδόξασεν αὑτὴν καὶ ἐστρηνίασεν, τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος. Ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει, ὅτι ‘Κάθημαι βασίλισσα… καὶ χήρα οὐκ εἰμί καὶ πένθος οὐ μὴ ἴδω.’
8 δια τουτο εν μια ημερα ηξουσιν αι πληγαι αυτης θανατος και πενθος και λιμος και εν πυρι κατακαυθησεται οτι ισχυρος {VAR1: [κυριος] } {VAR2: κυριος } ο θεος ο κρινας αυτην
Διὰ τοῦτο, ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος, καὶ πένθος, καὶ λιμός, καὶ ἐν πυρὶ κατακαυθήσεται, ὅτι ἰσχυρὸς ˚Κύριος ὁ ˚Θεὸς ὁ κρίνας αὐτήν.
9 και κλαυσουσιν και κοψονται επ αυτην οι βασιλεις της γης οι μετ αυτης πορνευσαντες και στρηνιασαντες οταν βλεπωσιν τον καπνον της πυρωσεως αυτης
Καὶ κλαύσονται καὶ κόψονται ἐπʼ αὐτὴν οἱ βασιλεῖς τῆς γῆς, οἱ μετʼ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς,
10 απο μακροθεν εστηκοτες δια τον φοβον του βασανισμου αυτης λεγοντες ουαι ουαι η πολις η μεγαλη βαβυλων η πολις η ισχυρα οτι μια ωρα ηλθεν η κρισις σου
ἀπὸ μακρόθεν ἑστηκότες, διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς λέγοντες, ‘Οὐαὶ, οὐαί, ἡ πόλις ἡ μεγάλη Βαβυλὼν, ἡ πόλις ἡ ἰσχυρά! Ὅτι μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου.’
11 και οι εμποροι της γης κλαιουσιν και πενθουσιν επ αυτην οτι τον γομον αυτων ουδεις αγοραζει ουκετι
Καὶ οἱ ἔμποροι τῆς γῆς κλαίουσιν καὶ πενθοῦσιν ἐπʼ αὐτήν, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι–
12 γομον χρυσου και αργυρου και λιθου τιμιου και μαργαριτων και βυσσινου και πορφυρας και σιρικου και κοκκινου και παν ξυλον θυινον και παν σκευος ελεφαντινον και παν σκευος εκ ξυλου τιμιωτατου και χαλκου και σιδηρου και μαρμαρου
γόμον χρυσοῦ, καὶ ἀργύρου, καὶ λίθου τιμίου, καὶ μαργαριτῶν, καὶ βυσσίνου, καὶ πορφύρας, καὶ σιρικοῦ, καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύϊνον, καὶ πᾶν σκεῦος ἐλεφάντινον, καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου, καὶ χαλκοῦ, καὶ σιδήρου, καὶ μαρμάρου,
13 και κινναμωμον και αμωμον και θυμιαματα και μυρον και λιβανον και οινον και ελαιον και σεμιδαλιν και σιτον και κτηνη και προβατα και ιππων και ρεδων και σωματων και ψυχας ανθρωπων
καὶ κιννάμωμον, καὶ ἄμωμον, καὶ θυμιάματα, καὶ μύρον, καὶ λίβανον, καὶ οἶνον, καὶ ἔλαιον, καὶ σεμίδαλιν, καὶ σῖτον, καὶ κτήνη, καὶ πρόβατα, καὶ ἵππων, καὶ ῥεδῶν, καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων.
14 και η οπωρα σου της επιθυμιας της ψυχης απηλθεν απο σου και παντα τα λιπαρα και τα λαμπρα απωλετο απο σου και ουκετι ου μη αυτα ευρησουσιν
Καὶ ἡ ὀπώρα σου τῆς ἐπιθυμίας τῆς ψυχῆς ἀπῆλθεν ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλετο ἀπὸ σοῦ, καὶ οὐκέτι οὐ μὴ αὐτὰ εὑρήσουσιν.
15 οι εμποροι τουτων οι πλουτησαντες απ αυτης απο μακροθεν στησονται δια τον φοβον του βασανισμου αυτης κλαιοντες και πενθουντες
Οἱ ἔμποροι τούτων οἱ πλουτήσαντες, ἀπʼ αὐτῆς ἀπὸ μακρόθεν στήσονται, διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, κλαίοντες καὶ πενθοῦντες
16 λεγοντες ουαι ουαι η πολις η μεγαλη η περιβεβλημενη βυσσινον και πορφυρουν και κοκκινον και κεχρυσωμενη [εν] χρυσιω και λιθω τιμιω και μαργαριτη
λέγοντες, ‘Οὐαὶ, οὐαί, ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον, καὶ πορφυροῦν, καὶ κόκκινον, καὶ κεχρυσωμένη ἐν χρυσίῳ, καὶ λίθῳ τιμίῳ, καὶ μαργαρίτῃ!
17 οτι μια ωρα ηρημωθη ο τοσουτος πλουτος και πας κυβερνητης και πας ο επι τοπον πλεων και ναυται και οσοι την θαλασσαν εργαζονται απο μακροθεν εστησαν
Ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος.’ Καὶ πᾶς κυβερνήτης, καὶ πᾶς ὁ ἐπὶ τόπον πλέων, καὶ ναῦται, καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν
18 και {VAR1: εκραξαν } {VAR2: εκραζον } βλεποντες τον καπνον της πυρωσεως αυτης λεγοντες τις ομοια τη πολει τη μεγαλη
καὶ ἔκραξαν, βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες, ‘Τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ;’
19 και εβαλον χουν επι τας κεφαλας αυτων και {VAR1: εκραξαν } {VAR2: εκραζον } κλαιοντες και πενθουντες λεγοντες ουαι ουαι η πολις η μεγαλη εν η επλουτησαν παντες οι εχοντες τα πλοια εν τη θαλασση εκ της τιμιοτητος αυτης οτι μια ωρα ηρημωθη
Καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἔκραξαν, κλαίοντες καὶ πενθοῦντες λέγοντες, ‘Οὐαὶ, οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς! Ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.’
20 ευφραινου επ αυτη ουρανε και οι αγιοι και οι αποστολοι και οι προφηται οτι εκρινεν ο θεος το κριμα υμων εξ αυτης
Εὐφραίνου ἐπʼ αὐτῇ, οὐρανέ, καὶ οἱ ἅγιοι, καὶ οἱ ἀπόστολοι, καὶ οἱ προφῆται, ὅτι ἔκρινεν ὁ ˚Θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς.”
21 και ηρεν εις αγγελος ισχυρος λιθον ως μυλινον μεγαν και εβαλεν εις την θαλασσαν λεγων ουτως ορμηματι βληθησεται βαβυλων η μεγαλη πολις και ου μη ευρεθη ετι
Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς λίθον μέγαν, καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων, “Οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι.
22 και φωνη κιθαρωδων και μουσικων και αυλητων και σαλπιστων ου μη ακουσθη εν σοι ετι και πας τεχνιτης {VAR1: [πασης τεχνης] } {VAR2: πασης τεχνης } ου μη ευρεθη εν σοι ετι και φωνη μυλου ου μη ακουσθη εν σοι ετι
Καὶ φωνὴ κιθαρῳδῶν, καὶ μουσικῶν, καὶ αὐλητῶν, καὶ σαλπιστῶν, οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,
23 και φως λυχνου ου μη φανη εν σοι ετι και φωνη νυμφιου και νυμφης ου μη ακουσθη εν σοι ετι οτι {VAR1: [οι] } {VAR2: οι } εμποροι σου ησαν οι μεγιστανες της γης οτι εν τη φαρμακεια σου επλανηθησαν παντα τα εθνη
καὶ φῶς λύχνου οὐ μὴ φάνῃ ἐν σοὶ ἔτι, καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι· ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς, ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη.
24 και εν αυτη αιμα προφητων και αγιων ευρεθη και παντων των εσφαγμενων επι της γης
Καὶ ἐν αὐτῇ αἷμα προφητῶν καὶ ἁγίων εὑρέθη, καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.”

< Αποκαλυψις Ιωαννου 18 >