< Αποκαλυψις Ιωαννου 16 >

1 και ηκουσα μεγαλης φωνης εκ του ναου λεγουσης τοις επτα αγγελοις υπαγετε και εκχεετε τας επτα φιαλας του θυμου του θεου εις την γην
Καὶ ἤκουσα μεγάλης φωνῆς ἐκ τοῦ ναοῦ, λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις, “Ὑπάγετε καὶ ἐκχέετε τὰς ἑπτὰ φιάλας τοῦ θυμοῦ τοῦ ˚Θεοῦ εἰς τὴν γῆν.”
2 και απηλθεν ο πρωτος και εξεχεεν την φιαλην αυτου εις την γην και εγενετο ελκος κακον και πονηρον επι τους ανθρωπους τους εχοντας το χαραγμα του θηριου και τους προσκυνουντας τη εικονι αυτου
Καὶ ἀπῆλθεν ὁ πρῶτος, καὶ ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν, ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου, καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ.
3 και ο δευτερος εξεχεεν την φιαλην αυτου εις την θαλασσαν και εγενετο αιμα ως νεκρου και πασα ψυχη ζωης απεθανεν τα εν τη θαλασση
Καὶ ὁ δεύτερος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν, καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ ζωῆς ἀπέθανεν τὰ ἐν τῇ θαλάσσῃ.
4 και ο τριτος εξεχεεν την φιαλην αυτου εις τους ποταμους και τας πηγας των υδατων και εγενετο αιμα
Καὶ ὁ τρίτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς καὶ τὰς πηγὰς τῶν ὑδάτων, καὶ ἐγένετο αἷμα.
5 και ηκουσα του αγγελου των υδατων λεγοντος δικαιος ει ο ων και ο ην {VAR1: [ο] } {VAR2: ο } οσιος οτι ταυτα εκρινας
Καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος, “Δίκαιος εἶ, ὁ ὢν, καὶ ὁ ἦν, ὅσιος, ὅτι ταῦτα ἔκρινας.
6 οτι αιμα αγιων και προφητων εξεχεαν και αιμα αυτοις {VAR1: δεδωκας } {VAR2: (δεδωκας) } πιειν αξιοι εισιν
Ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖς δέδωκας πεῖν· ἄξιοί εἰσιν.”
7 και ηκουσα του θυσιαστηριου λεγοντος ναι κυριε ο θεος ο παντοκρατωρ αληθιναι και δικαιαι αι κρισεις σου
Καὶ ἤκουσα τοῦ θυσιαστηρίου λέγοντος, “Ναί, ˚Κύριε ὁ ˚Θεός ὁ Παντοκράτωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.”
8 και ο τεταρτος εξεχεεν την φιαλην αυτου επι τον ηλιον και εδοθη αυτω καυματισαι τους ανθρωπους εν πυρι
Καὶ ὁ τέταρτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον, καὶ ἐδόθη αὐτῷ καυματίσαι τοὺς ἀνθρώπους ἐν πυρί.
9 και εκαυματισθησαν οι ανθρωποι καυμα μεγα και εβλασφημησαν το ονομα του θεου του εχοντος την εξουσιαν επι τας πληγας ταυτας και ου μετενοησαν δουναι αυτω δοξαν
Καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα, καὶ ἐβλασφήμησαν τὸ ὄνομα τοῦ ˚Θεοῦ, τοῦ ἔχοντος τὴν ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.
10 και ο πεμπτος εξεχεεν την φιαλην αυτου επι τον θρονον του θηριου και εγενετο η βασιλεια αυτου εσκοτωμενη και εμασωντο τας γλωσσας αυτων εκ του πονου
Καὶ ὁ πέμπτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου, καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη, καὶ ἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου,
11 και εβλασφημησαν τον θεον του ουρανου εκ των πονων αυτων και εκ των ελκων αυτων και ου μετενοησαν εκ των εργων αυτων
καὶ ἐβλασφήμησαν τὸν ˚Θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν, καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.
12 και ο εκτος εξεχεεν την φιαλην αυτου επι τον ποταμον τον μεγαν {VAR1: [τον] } {VAR2: τον } ευφρατην και εξηρανθη το υδωρ αυτου ινα ετοιμασθη η οδος των βασιλεων των απο ανατολης ηλιου
Καὶ ὁ ἕκτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ποταμὸν τὸν μέγαν τὸν Εὐφράτην, καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῆς ἡλίου.
13 και ειδον εκ του στοματος του δρακοντος και εκ του στοματος του θηριου και εκ του στοματος του ψευδοπροφητου πνευματα τρια ακαθαρτα ως βατραχοι
Καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος, καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου, καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου, πνεύματα τρία ἀκάθαρτα ὡσει βατράχους·
14 εισιν γαρ πνευματα δαιμονιων ποιουντα σημεια α εκπορευεται επι τους βασιλεις της οικουμενης ολης συναγαγειν αυτους εις τον πολεμον της ημερας της μεγαλης του θεου του παντοκρατορος
εἰσὶν γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεῖα, ἐκπορεύεσθαι ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς μεγάλης ἡμέρας τοῦ ˚Θεοῦ τοῦ Παντοκράτορος.
15 ιδου ερχομαι ως κλεπτης μακαριος ο γρηγορων και τηρων τα ιματια αυτου ινα μη γυμνος περιπατη και βλεπωσιν την ασχημοσυνην αυτου
(“Ἰδοὺ, ἔρχομαι ὡς κλέπτης. Μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ, καὶ βλέπωσιν τὴν ἀσχημοσύνην αὐτοῦ”.)
16 και συνηγαγεν αυτους εις τον τοπον τον καλουμενον εβραιστι αρμαγεδων
Καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ Ἁρμαγεδών.
17 και ο εβδομος εξεχεεν την φιαλην αυτου επι τον αερα και εξηλθεν φωνη μεγαλη εκ του ναου απο του θρονου λεγουσα γεγονεν
Καὶ ὁ ἕβδομος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἀέρα, καὶ ἐξῆλθεν φωνὴ μεγάλη ἐκ τοῦ ναοῦ ἀπὸ τοῦ θρόνου λέγουσα, “Γέγονεν!”
18 και εγενοντο αστραπαι και φωναι και βρονται και σεισμος εγενετο μεγας οιος ουκ εγενετο αφ ου {VAR1: ανθρωποι εγενοντο } {VAR2: ανθρωπος εγενετο } επι της γης τηλικουτος σεισμος ουτως μεγας
Καὶ ἐγένοντο ἀστραπαὶ, καὶ φωναὶ, καὶ βρονταί, καὶ σεισμὸς ἐγένετο μέγας, οἷος οὐκ ἐγένετο, ἀφʼ οὗ ἄνθρωπος ἐγένοντο ἐπὶ τῆς γῆς, τηλικοῦτος σεισμὸς οὕτω μέγας.
19 και εγενετο η πολις η μεγαλη εις τρια μερη και αι πολεις των εθνων επεσαν και βαβυλων η μεγαλη εμνησθη ενωπιον του θεου δουναι αυτη το ποτηριον του οινου του θυμου της οργης αυτου
Καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσαν, καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ ˚Θεοῦ, δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ.
20 και πασα νησος εφυγεν και ορη ουχ ευρεθησαν
Καὶ πᾶσα νῆσος ἔφυγεν, καὶ ὄρη οὐχ εὑρέθησαν.
21 και χαλαζα μεγαλη ως ταλαντιαια καταβαινει εκ του ουρανου επι τους ανθρωπους και εβλασφημησαν οι ανθρωποι τον θεον εκ της πληγης της χαλαζης οτι μεγαλη εστιν η πληγη αυτης σφοδρα
Καὶ χάλαζα μεγάλη, ὡς ταλαντιαία, καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους, καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν ˚Θεὸν, ἐκ τῆς πληγῆς τῆς χαλάζης, ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὐτῆς σφόδρα.

< Αποκαλυψις Ιωαννου 16 >