< Πραξεις 7 >
1 ειπεν δε ο αρχιερευς ει ταυτα ουτως εχει
Εἶπεν δὲ ὁ ἀρχιερεύς, “Εἰ ταῦτα οὕτως ἔχει;”
2 ο δε εφη ανδρες αδελφοι και πατερες ακουσατε ο θεος της δοξης ωφθη τω πατρι ημων αβρααμ οντι εν τη μεσοποταμια πριν η κατοικησαι αυτον εν χαρραν
Ὁ δὲ ἔφη, “Ἄνδρες, ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε! Ὁ ˚Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ, ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν,
3 και ειπεν προς αυτον εξελθε εκ της γης σου και {VAR2: [εκ] } της συγγενειας σου και δευρο εις την γην ην αν σοι δειξω
καὶ εἶπεν πρὸς αὐτόν, ‘Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω.’
4 τοτε εξελθων εκ γης χαλδαιων κατωκησεν εν χαρραν κακειθεν μετα το αποθανειν τον πατερα αυτου μετωκισεν αυτον εις την γην ταυτην εις ην υμεις νυν κατοικειτε
Τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων, κατῴκησεν ἐν Χαρράν. Κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην, εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε.
5 και ουκ εδωκεν αυτω κληρονομιαν εν αυτη ουδε βημα ποδος και επηγγειλατο δουναι αυτω εις κατασχεσιν αυτην και τω σπερματι αυτου μετ αυτον ουκ οντος αυτω τεκνου
Καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ, οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο ‘δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν, καὶ τῷ σπέρματι αὐτοῦ μετʼ αὐτόν’, οὐκ ὄντος αὐτῷ τέκνου.
6 ελαλησεν δε ουτως ο θεος οτι εσται το σπερμα αυτου παροικον εν γη αλλοτρια και δουλωσουσιν αυτο και κακωσουσιν ετη τετρακοσια
Ἐλάλησεν δὲ οὕτως ὁ ˚Θεὸς ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ, ‘πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια.
7 και το εθνος ω εαν δουλευσουσιν κρινω εγω ο θεος ειπεν και μετα ταυτα εξελευσονται και λατρευσουσιν μοι εν τω τοπω τουτω
Καὶ τὸ ἔθνος ᾧ ἐὰν δουλεύσωσιν, κρινῶ ἐγώ’, ὁ ˚Θεὸς εἶπεν, ‘Καὶ μετὰ ταῦτα, ἐξελεύσονται καὶ λατρεύσουσίν μοι ἐν τῷ τόπῳ τούτῳ.’
8 και εδωκεν αυτω διαθηκην περιτομης και ουτως εγεννησεν τον ισαακ και περιετεμεν αυτον τη ημερα τη ογδοη και ισαακ τον ιακωβ και ιακωβ τους δωδεκα πατριαρχας
Καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησεν τὸν Ἰσαὰκ, καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καὶ Ἰσαὰκ τὸν Ἰακώβ, καὶ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας.
9 και οι πατριαρχαι ζηλωσαντες τον ιωσηφ απεδοντο εις αιγυπτον και ην ο θεος μετ αυτου
Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ, ἀπέδοντο εἰς Αἴγυπτον· καὶ ἦν ὁ ˚Θεὸς μετʼ αὐτοῦ,
10 και εξειλατο αυτον εκ πασων των θλιψεων αυτου και εδωκεν αυτω χαριν και σοφιαν εναντιον φαραω βασιλεως αιγυπτου και κατεστησεν αυτον ηγουμενον επ αιγυπτον και {VAR2: [εφ] } ολον τον οικον αυτου
καὶ ἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ, βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπʼ Αἴγυπτον, καὶ ἐφʼ ὅλον τὸν οἶκον αὐτοῦ.
11 ηλθεν δε λιμος εφ ολην την αιγυπτον και χανααν και θλιψις μεγαλη και ουχ ηυρισκον χορτασματα οι πατερες ημων
Ἦλθεν δὲ λιμὸς ἐφʼ ὅλην τὴν Αἴγυπτον καὶ Χανάαν, καὶ θλῖψις μεγάλη, καὶ οὐχ εὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν.
12 ακουσας δε ιακωβ οντα σιτια εις αιγυπτον εξαπεστειλεν τους πατερας ημων πρωτον
Ἀκούσας δὲ Ἰακὼβ, ὄντα σιτία εἰς Αἴγυπτον, ἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον.
13 και εν τω δευτερω {VAR1: εγνωρισθη } {VAR2: ανεγνωρισθη } ιωσηφ τοις αδελφοις αυτου και φανερον εγενετο τω φαραω το γενος {VAR2: [του] } ιωσηφ
Καὶ ἐν τῷ δευτέρῳ, ἐγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος Ἰωσήφ.
14 αποστειλας δε ιωσηφ μετεκαλεσατο ιακωβ τον πατερα αυτου και πασαν την συγγενειαν εν ψυχαις εβδομηκοντα πεντε
Ἀποστείλας δὲ, Ἰωσὴφ μετεκαλέσατο Ἰακὼβ, τὸν πατέρα αὐτοῦ, καὶ πᾶσαν τὴν συγγένειαν, ἐν ψυχαῖς ἑβδομήκοντα πέντε.
15 {VAR1: κατεβη δε ιακωβ [εις αιγυπτον] } {VAR2: και κατεβη ιακωβ εις αιγυπτον } και ετελευτησεν αυτος και οι πατερες ημων
Καὶ κατέβη Ἰακὼβ εἰς Αἴγυπτον, καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν,
16 και μετετεθησαν εις συχεμ και ετεθησαν εν τω μνηματι ω ωνησατο αβρααμ τιμης αργυριου παρα των υιων εμμωρ εν συχεμ
καὶ μετετέθησαν εἰς Συχὲμ, καὶ ἐτέθησαν ἐν τῷ μνήματι, ᾧ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἑμμὼρ ἐν Συχέμ.
17 καθως δε ηγγιζεν ο χρονος της επαγγελιας ης ωμολογησεν ο θεος τω αβρααμ ηυξησεν ο λαος και επληθυνθη εν αιγυπτω
Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας, ἧς ὡμολόγησεν ὁ ˚Θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ,
18 αχρις ου ανεστη βασιλευς ετερος {VAR1: επ αιγυπτον } {VAR2: [επ αιγυπτον] } ος ουκ ηδει τον ιωσηφ
ἄχρι ‘οὗ ἀνέστη βασιλεὺς ἕτερος ἐπʼ Αἴγυπτον, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ’.
19 ουτος κατασοφισαμενος το γενος ημων εκακωσεν τους πατερας {VAR2: [ημων] } του ποιειν τα βρεφη εκθετα αυτων εις το μη ζωογονεισθαι
Οὗτος, κατασοφισάμενος τὸ γένος ἡμῶν, ἐκάκωσεν τοὺς πατέρας τοῦ ποιεῖν τὰ βρέφη ἔκθετα αὐτῶν, εἰς τὸ μὴ ζῳογονεῖσθαι.
20 εν ω καιρω εγεννηθη μωυσης και ην αστειος τω θεω ος ανετραφη μηνας τρεις εν τω οικω του πατρος
Ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ ˚Θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός.
21 εκτεθεντος δε αυτου ανειλατο αυτον η θυγατηρ φαραω και ανεθρεψατο αυτον εαυτη εις υιον
Ἐκτεθέντος δὲ αὐτοῦ, ἀνείλατο αὐτὸν ἡ θυγάτηρ Φαραὼ, καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν.
22 και επαιδευθη μωυσης {VAR2: [εν] } παση σοφια αιγυπτιων ην δε δυνατος εν λογοις και εργοις αυτου
Καὶ ἐπαιδεύθη Μωϋσῆς ἐν πάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις αὐτοῦ.
23 ως δε επληρουτο αυτω τεσσερακονταετης χρονος ανεβη επι την καρδιαν αυτου επισκεψασθαι τους αδελφους αυτου τους υιους ισραηλ
Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσερακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ, τοὺς υἱοὺς Ἰσραήλ.
24 και ιδων τινα αδικουμενον ημυνατο και εποιησεν εκδικησιν τω καταπονουμενω παταξας τον αιγυπτιον
Καὶ ἰδών τινα ἀδικούμενον, ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ, πατάξας τὸν Αἰγύπτιον.
25 ενομιζεν δε συνιεναι τους αδελφους {VAR2: [αυτου] } οτι ο θεος δια χειρος αυτου διδωσιν σωτηριαν αυτοις οι δε ου συνηκαν
Ἐνόμιζεν δὲ συνιέναι τοὺς ἀδελφοὺς ὅτι ὁ ˚Θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν σωτηρίαν αὐτοῖς, οἱ δὲ οὐ συνῆκαν.
26 τη τε επιουση ημερα ωφθη αυτοις μαχομενοις και συνηλλασσεν αυτους εις ειρηνην ειπων ανδρες αδελφοι εστε ινα τι αδικειτε αλληλους
Τῇ τε ἐπιούσῃ ἡμέρᾳ, ὤφθη αὐτοῖς μαχομένοις, καὶ συνήλλασσεν αὐτοὺς εἰς εἰρήνην, εἰπών, ‘Ἄνδρες, ἀδελφοί ἐστε. Ἱνα τί ἀδικεῖτε ἀλλήλους;’
27 ο δε αδικων τον πλησιον απωσατο αυτον ειπων τις σε κατεστησεν αρχοντα και δικαστην εφ ημων
Ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών, ‘Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφʼ ἡμῶν;
28 μη ανελειν με συ θελεις ον τροπον ανειλες εχθες τον αιγυπτιον
Μὴ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες ἐχθὲς τὸν Αἰγύπτιον;’
29 εφυγεν δε μωυσης εν τω λογω τουτω και εγενετο παροικος εν γη μαδιαμ ου εγεννησεν υιους δυο
‘Ἔφυγεν δὲ Μωϋσῆς’ ἐν τῷ λόγῳ τούτῳ, ‘καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ’, οὗ ἐγέννησεν υἱοὺς δύο.
30 και πληρωθεντων ετων τεσσερακοντα ωφθη αυτω εν τη ερημω του ορους σινα αγγελος εν φλογι πυρος βατου
Καὶ πληρωθέντων ἐτῶν τεσσεράκοντα, ‘ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ Ὄρους Σινᾶ, ἄγγελος ἐν φλογὶ πυρὸς βάτου’.
31 ο δε μωυσης ιδων {VAR1: εθαυμασεν } {VAR2: εθαυμαζεν } το οραμα προσερχομενου δε αυτου κατανοησαι εγενετο φωνη κυριου
Ὁ δὲ Μωϋσῆς ἰδὼν, ἐθαύμασεν τὸ ὅραμα. Προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι, ἐγένετο φωνὴ ˚Κυρίου:
32 εγω ο θεος των πατερων σου ο θεος αβρααμ και ισαακ και ιακωβ εντρομος δε γενομενος μωυσης ουκ ετολμα κατανοησαι
‘Ἐγὼ ὁ ˚Θεὸς τῶν πατέρων σου, ὁ ˚Θεὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακώβ.’ Ἔντρομος δὲ γενόμενος, Μωϋσῆς οὐκ ἐτόλμα κατανοῆσαι.
33 ειπεν δε αυτω ο κυριος λυσον το υποδημα των ποδων σου ο γαρ τοπος εφ ω εστηκας γη αγια εστιν
Εἶπεν δὲ αὐτῷ ὁ ˚Κύριος, ‘Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου, ὁ γὰρ τόπος ἐφʼ ᾧ ἕστηκας γῆ ἁγία ἐστίν.’
34 ιδων ειδον την κακωσιν του λαου μου του εν αιγυπτω και του στεναγμου {VAR1: αυτου } {VAR2: αυτων } ηκουσα και κατεβην εξελεσθαι αυτους και νυν δευρο αποστειλω σε εις αιγυπτον
‘Ἰδὼν, εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς’· ‘Καὶ νῦν δεῦρο, ἀποστείλω σε εἰς Αἴγυπτον.’
35 τουτον τον μωυσην ον ηρνησαντο ειποντες τις σε κατεστησεν αρχοντα και δικαστην τουτον ο θεος {VAR1: και } {VAR2: [και] } αρχοντα και λυτρωτην απεσταλκεν συν χειρι αγγελου του οφθεντος αυτω εν τη βατω
Τοῦτον τὸν Μωϋσῆν, ὃν ἠρνήσαντο εἰπόντες, ‘Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν;’ Τοῦτον ὁ ˚Θεὸς ἄρχοντα καὶ λυτρωτὴν ἀπέσταλκεν, σὺν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ.
36 ουτος εξηγαγεν αυτους ποιησας τερατα και σημεια εν {VAR1: τη } {VAR2: γη } αιγυπτω και εν ερυθρα θαλασση και εν τη ερημω ετη τεσσερακοντα
Οὗτος ἐξήγαγεν αὐτοὺς, ποιήσας τέρατα καὶ σημεῖα ἐν τῇ Αἰγύπτῳ, καὶ ἐν Ἐρυθρᾷ Θαλάσσῃ, καὶ ἐν τῇ ἐρήμῳ, ἔτη τεσσεράκοντα.
37 ουτος εστιν ο μωυσης ο ειπας τοις υιοις ισραηλ προφητην υμιν αναστησει ο θεος εκ των αδελφων υμων ως εμε
Οὗτός ἐστιν ὁ Μωϋσῆς ὁ εἴπας τοῖς υἱοῖς Ἰσραήλ, ‘Προφήτην ὑμῖν ἀναστήσει ὁ ˚Θεὸς, ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ.’
38 ουτος εστιν ο γενομενος εν τη εκκλησια εν τη ερημω μετα του αγγελου του λαλουντος αυτω εν τω ορει σινα και των πατερων ημων ος εδεξατο λογια ζωντα δουναι {VAR1: υμιν } {VAR2: ημιν }
Οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ, μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ Ὄρει Σινᾶ, καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ὑμῖν·
39 ω ουκ ηθελησαν υπηκοοι γενεσθαι οι πατερες ημων αλλα απωσαντο και εστραφησαν εν ταις καρδιαις αυτων εις αιγυπτον
ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλὰ ἀπώσαντο καὶ ἐστράφησαν ἐν ταῖς καρδίαις αὐτῶν εἰς Αἴγυπτον,
40 ειποντες τω ααρων ποιησον ημιν θεους οι προπορευσονται ημων ο γαρ μωυσης ουτος ος εξηγαγεν ημας εκ γης αιγυπτου ουκ οιδαμεν τι εγενετο αυτω
εἰπόντες τῷ Ἀαρών, ‘Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν. Ὁ γὰρ Μωϋσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί ἐγένετο αὐτῷ.’
41 και εμοσχοποιησαν εν ταις ημεραις εκειναις και ανηγαγον θυσιαν τω ειδωλω και ευφραινοντο εν τοις εργοις των χειρων αυτων
Καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.
42 εστρεψεν δε ο θεος και παρεδωκεν αυτους λατρευειν τη στρατια του ουρανου καθως γεγραπται εν βιβλω των προφητων μη σφαγια και θυσιας προσηνεγκατε μοι ετη τεσσερακοντα εν τη ερημω οικος ισραηλ
Ἔστρεψεν δὲ ὁ ˚Θεὸς, καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν, ‘Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι, ἔτη τεσσεράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ;
43 και ανελαβετε την σκηνην του μολοχ και το αστρον του θεου {VAR1: ρομφα } {VAR2: [υμων] ραιφαν } τους τυπους ους εποιησατε προσκυνειν αυτοις και μετοικιω υμας επεκεινα βαβυλωνος
Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥομφά, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς. Καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.’
44 η σκηνη του μαρτυριου ην τοις πατρασιν ημων εν τη ερημω καθως διεταξατο ο λαλων τω μωυση ποιησαι αυτην κατα τον τυπον ον εωρακει
Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇ, ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει,
45 ην και εισηγαγον διαδεξαμενοι οι πατερες ημων μετα ιησου εν τη κατασχεσει των εθνων ων εξωσεν ο θεος απο προσωπου των πατερων ημων εως των ημερων δαυιδ
ἣν καὶ εἰσήγαγον, διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ ˚Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν, ὧν ἐξῶσεν ὁ ˚Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν, ἕως τῶν ἡμερῶν Δαυίδ·
46 ος ευρεν χαριν ενωπιον του θεου και ητησατο ευρειν σκηνωμα τω {VAR1: θεω } {VAR2: οικω } ιακωβ
ὃς εὗρεν χάριν ἐνώπιον τοῦ ˚Θεοῦ, καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ οἴκῳ Ἰακώβ.
47 σολομων δε οικοδομησεν αυτω οικον
Σολομῶν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον.
48 αλλ ουχ ο υψιστος εν χειροποιητοις κατοικει καθως ο προφητης λεγει
Ἀλλʼ οὐχ ὁ Ὕψιστος ἐν χειροποιήτοις κατοικεῖ, καθὼς ὁ προφήτης λέγει,
49 ο ουρανος μοι θρονος {VAR1: και η } {VAR2: η δε } γη υποποδιον των ποδων μου ποιον οικον οικοδομησετε μοι λεγει κυριος η τις τοπος της καταπαυσεως μου
‘Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομήσετέ μοι; Λέγει ˚Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου;
50 ουχι η χειρ μου εποιησεν ταυτα παντα
Οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα;’
51 σκληροτραχηλοι και απεριτμητοι καρδιαις και τοις ωσιν υμεις αει τω πνευματι τω αγιω αντιπιπτετε ως οι πατερες υμων και υμεις
Σκληροτράχηλοι καὶ ἀπερίτμητοι καρδίαις καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ ˚Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς.
52 τινα των προφητων ουκ εδιωξαν οι πατερες υμων και απεκτειναν τους προκαταγγειλαντας περι της ελευσεως του δικαιου ου νυν υμεις προδοται και φονεις εγενεσθε
Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; Καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ Δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ἐγένεσθε!
53 οιτινες ελαβετε τον νομον εις διαταγας αγγελων και ουκ εφυλαξατε
Οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.”
54 ακουοντες δε ταυτα διεπριοντο ταις καρδιαις αυτων και εβρυχον τους οδοντας επ αυτον
Ἀκούοντες δὲ ταῦτα, διεπρίοντο ταῖς καρδίαις αὐτῶν, καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπʼ αὐτόν.
55 υπαρχων δε πληρης πνευματος αγιου ατενισας εις τον ουρανον ειδεν δοξαν θεου και ιησουν εστωτα εκ δεξιων του θεου
Ὑπάρχων δὲ πλήρης ˚Πνεύματος Ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν, εἶδεν δόξαν ˚Θεοῦ, καὶ ˚Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ ˚Θεοῦ,
56 και ειπεν ιδου θεωρω τους ουρανους διηνοιγμενους και τον υιον του ανθρωπου εκ δεξιων εστωτα του θεου
καὶ εἶπεν, “Ἰδοὺ, θεωρῶ τοὺς οὐρανοὺς διηνοιγμένους, καὶ τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ ˚Θεοῦ.”
57 κραξαντες δε φωνη μεγαλη συνεσχον τα ωτα αυτων και ωρμησαν ομοθυμαδον επ αυτον
Κράξαντες δὲ φωνῇ μεγάλῃ, συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπʼ αὐτόν.
58 και εκβαλοντες εξω της πολεως ελιθοβολουν και οι μαρτυρες απεθεντο τα ιματια αυτων παρα τους ποδας νεανιου καλουμενου σαυλου
Καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως, ἐλιθοβόλουν. Καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν, παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου.
59 και ελιθοβολουν τον στεφανον επικαλουμενον και λεγοντα κυριε ιησου δεξαι το πνευμα μου
Καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα, “˚Κύριε ˚Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου.”
60 θεις δε τα γονατα εκραξεν φωνη μεγαλη κυριε μη στησης αυτοις ταυτην την αμαρτιαν και τουτο ειπων εκοιμηθη
Θεὶς δὲ τὰ γόνατα, ἔκραξεν φωνῇ μεγάλῃ, “˚Κύριε, μὴ στήσῃς αὐτοῖς ταύτην τὴν ἁμαρτίαν.” Καὶ τοῦτο εἰπὼν, ἐκοιμήθη.