< Πραξεις 4 >

1 λαλουντων δε αυτων προς τον λαον επεστησαν αυτοις οι {VAR1: αρχιερεις } {VAR2: ιερεις } και ο στρατηγος του ιερου και οι σαδδουκαιοι
Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν, ἐπέστησαν αὐτοῖς οἱ ἀρχιερεῖς, καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ, καὶ οἱ Σαδδουκαῖοι,
2 διαπονουμενοι δια το διδασκειν αυτους τον λαον και καταγγελλειν εν τω ιησου την αναστασιν την εκ νεκρων
διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν, καὶ καταγγέλλειν ἐν τῷ ˚Ἰησοῦ τὴν ἀνάστασιν, τὴν ἐκ νεκρῶν.
3 και επεβαλον αυτοις τας χειρας και εθεντο εις τηρησιν εις την αυριον ην γαρ εσπερα ηδη
Καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας, καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον, ἦν γὰρ ἑσπέρα ἤδη.
4 πολλοι δε των ακουσαντων τον λογον επιστευσαν και εγενηθη {VAR2: [ο] } αριθμος των ανδρων {VAR1: ως } {VAR2: [ως] } χιλιαδες πεντε
Πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον, ἐπίστευσαν καὶ ἐγενήθη ἀριθμὸς τῶν ἀνδρῶν ὡς χιλιάδες πέντε.
5 εγενετο δε επι την αυριον συναχθηναι αυτων τους αρχοντας και τους πρεσβυτερους και τους γραμματεις εν ιερουσαλημ
Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας, καὶ τοὺς πρεσβυτέρους, καὶ τοὺς γραμματεῖς ἐν Ἰερουσαλήμ,
6 και αννας ο αρχιερευς και καιαφας και ιωαννης και αλεξανδρος και οσοι ησαν εκ γενους αρχιερατικου
καὶ Ἅννας ὁ ἀρχιερεὺς, καὶ Καϊάφας, καὶ Ἰωάννης, καὶ Ἀλέξανδρος, καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ.
7 και στησαντες αυτους εν τω μεσω επυνθανοντο εν ποια δυναμει η εν ποιω ονοματι εποιησατε τουτο υμεις
Καὶ στήσαντες αὐτοὺς ἐν τῷ μέσῳ, ἐπυνθάνοντο, “Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς;”
8 τοτε πετρος πλησθεις πνευματος αγιου ειπεν προς αυτους αρχοντες του λαου και πρεσβυτεροι
Τότε Πέτρος πλησθεὶς ˚Πνεύματος Ἁγίου, εἶπεν πρὸς αὐτούς, “Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι,
9 ει ημεις σημερον ανακρινομεθα επι ευεργεσια ανθρωπου ασθενους εν τινι ουτος {VAR1: σεσωσται } {VAR2: σεσωται }
εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται,
10 γνωστον εστω πασιν υμιν και παντι τω λαω ισραηλ οτι εν τω ονοματι ιησου χριστου του ναζωραιου ον υμεις εσταυρωσατε ον ο θεος ηγειρεν εκ νεκρων εν τουτω ουτος παρεστηκεν ενωπιον υμων υγιης
γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ, ὅτι ἐν τῷ ὀνόματι ˚Ἰησοῦ ˚Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ ˚Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής.
11 ουτος εστιν ο λιθος ο εξουθενηθεις υφ υμων των οικοδομων ο γενομενος εις κεφαλην γωνιας
Οὗτός ἐστιν ‘ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφʼ ὑμῶν, τῶν οἰκοδόμων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας’.
12 και ουκ εστιν εν αλλω ουδενι η σωτηρια ουδε γαρ ονομα εστιν ετερον υπο τον ουρανον το δεδομενον εν ανθρωποις εν ω δει σωθηναι ημας
Καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία, οὐδὲ γὰρ ὄνομά ἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.”
13 θεωρουντες δε την του πετρου παρρησιαν και ιωαννου και καταλαβομενοι οτι ανθρωποι αγραμματοι εισιν και ιδιωται εθαυμαζον επεγινωσκον τε αυτους οτι συν τω ιησου ησαν
Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ ˚Ἰησοῦ ἦσαν.
14 τον τε ανθρωπον βλεποντες συν αυτοις εστωτα τον τεθεραπευμενον ουδεν ειχον αντειπειν
Τόν τε ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα, τὸν τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν.
15 κελευσαντες δε αυτους εξω του συνεδριου απελθειν συνεβαλλον προς αλληλους
Κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ Συνεδρίου ἀπελθεῖν, συνέβαλλον πρὸς ἀλλήλους
16 λεγοντες τι ποιησωμεν τοις ανθρωποις τουτοις οτι μεν γαρ γνωστον σημειον γεγονεν δι αυτων πασιν τοις κατοικουσιν ιερουσαλημ φανερον και ου δυναμεθα αρνεισθαι
λέγοντες, “Τί ποιήσωμεν τοῖς ἀνθρώποις τούτοις; Ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονεν διʼ αὐτῶν, πᾶσιν τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα ἀρνεῖσθαι.
17 αλλ ινα μη επι πλειον διανεμηθη εις τον λαον απειλησωμεθα αυτοις μηκετι λαλειν επι τω ονοματι τουτω μηδενι ανθρωπων
Ἀλλʼ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, ἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων.”
18 και καλεσαντες αυτους παρηγγειλαν {VAR2: το } καθολου μη φθεγγεσθαι μηδε διδασκειν επι τω ονοματι {VAR1: [του] } {VAR2: του } ιησου
Καὶ καλέσαντες αὐτοὺς, παρήγγειλαν καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ ˚Ἰησοῦ.
19 ο δε πετρος και ιωαννης αποκριθεντες ειπον προς αυτους ει δικαιον εστιν ενωπιον του θεου υμων ακουειν μαλλον η του θεου κρινατε
Ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες εἶπον πρὸς αὐτούς, “Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ ˚Θεοῦ, ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ ˚Θεοῦ, κρίνατε.
20 ου δυναμεθα γαρ ημεις α ειδαμεν και ηκουσαμεν μη λαλειν
Οὐ δυνάμεθα γὰρ ἡμεῖς ἃ εἴδαμεν καὶ ἠκούσαμεν μὴ λαλεῖν.”
21 οι δε προσαπειλησαμενοι απελυσαν αυτους μηδεν ευρισκοντες το πως κολασωνται αυτους δια τον λαον οτι παντες εδοξαζον τον θεον επι τω γεγονοτι
Οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς κολάσωνται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν ˚Θεὸν ἐπὶ τῷ γεγονότι.
22 ετων γαρ ην πλειονων τεσσερακοντα ο ανθρωπος εφ ον γεγονει το σημειον τουτο της ιασεως
Ἐτῶν γὰρ ἦν πλειόνων τεσσεράκοντα ὁ ἄνθρωπος, ἐφʼ ὃν γεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.
23 απολυθεντες δε ηλθον προς τους ιδιους και απηγγειλαν οσα προς αυτους οι αρχιερεις και οι πρεσβυτεροι ειπαν
Ἀπολυθέντες δὲ, ἦλθον πρὸς τοὺς ἰδίους, καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπαν.
24 οι δε ακουσαντες ομοθυμαδον ηραν φωνην προς τον θεον και ειπαν δεσποτα συ ο ποιησας τον ουρανον και την γην και την θαλασσαν και παντα τα εν αυτοις
Οἱ δὲ ἀκούσαντες, ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν ˚Θεὸν καὶ εἶπαν, “Δέσποτα, σὺ ὁ ‘ποιήσας τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς’,
25 ο του πατρος ημων δια πνευματος αγιου στοματος δαυιδ παιδος σου ειπων ινα τι εφρυαξαν εθνη και λαοι εμελετησαν κενα
ὁ τοῦ πατρὸς ἡμῶν, διὰ ˚Πνεύματος Ἁγίου στόματος Δαυὶδ παιδός σου εἰπών, ‘Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;
26 παρεστησαν οι βασιλεις της γης και οι αρχοντες συνηχθησαν επι το αυτο κατα του κυριου και κατα του χριστου αυτου
Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ ˚Κυρίου, καὶ κατὰ τοῦ ˚Χριστοῦ αὐτοῦ.’
27 συνηχθησαν γαρ επ αληθειας εν τη πολει ταυτη επι τον αγιον παιδα σου ιησουν ον εχρισας ηρωδης τε και ποντιος πιλατος συν εθνεσιν και λαοις ισραηλ
Συνήχθησαν γὰρ ἐπʼ ἀληθείας ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον παῖδά σου ˚Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος, σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ,
28 ποιησαι οσα η χειρ σου και η βουλη {VAR2: [σου] } προωρισεν γενεσθαι
ποιῆσαι ὅσα ἡ χείρ σου, καὶ ἡ βουλὴ σου προώρισεν γενέσθαι.
29 και τα νυν κυριε επιδε επι τας απειλας αυτων και δος τοις δουλοις σου μετα παρρησιας πασης λαλειν τον λογον σου
Καὶ τὰ νῦν, ˚Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου, μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου,
30 εν τω την χειρα {VAR2: [σου] } εκτεινειν σε εις ιασιν και σημεια και τερατα γινεσθαι δια του ονοματος του αγιου παιδος σου ιησου
ἐν τῷ τὴν χεῖρα ἐκτείνειν σε εἰς ἴασιν, καὶ σημεῖα, καὶ τέρατα, γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου, ˚Ἰησοῦ.”
31 και δεηθεντων αυτων εσαλευθη ο τοπος εν ω ησαν συνηγμενοι και επλησθησαν απαντες του αγιου πνευματος και ελαλουν τον λογον του θεου μετα παρρησιας
Καὶ δεηθέντων αὐτῶν, ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες τοῦ Ἁγίου ˚Πνεύματος, καὶ ἐλάλουν τὸν λόγον τοῦ ˚Θεοῦ μετὰ παρρησίας.
32 του δε πληθους των πιστευσαντων ην καρδια και ψυχη μια και ουδε εις τι των υπαρχοντων αυτω ελεγεν ιδιον ειναι αλλ ην αυτοις {VAR1: παντα } {VAR2: απαντα } κοινα
Τοῦ δὲ πλήθους τῶν πιστευσάντων, ἦν καρδία καὶ ψυχὴ μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλʼ ἦν αὐτοῖς πάντα κοινά.
33 και δυναμει μεγαλη απεδιδουν το μαρτυριον οι αποστολοι {VAR1: του κυριου ιησου της αναστασεως } {VAR2: της αναστασεως του κυριου ιησου } χαρις τε μεγαλη ην επι παντας αυτους
Καὶ δυνάμει μεγάλῃ, ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι τοῦ ˚Κυρίου ˚Ἰησοῦ, τῆς ἀναστάσεως, χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς.
34 ουδε γαρ ενδεης τις ην εν αυτοις οσοι γαρ κτητορες χωριων η οικιων υπηρχον πωλουντες εφερον τας τιμας των πιπρασκομενων
Οὐδὲ γὰρ ἐνδεής τις ἦν ἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων,
35 και ετιθουν παρα τους ποδας των αποστολων διεδιδετο δε εκαστω καθοτι αν τις χρειαν ειχεν
καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· διεδίδετο δὲ ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν.
36 ιωσηφ δε ο επικληθεις βαρναβας απο των αποστολων ο εστιν μεθερμηνευομενον υιος παρακλησεως λευιτης κυπριος τω γενει
Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρναβᾶς, ἀπὸ τῶν ἀποστόλων, ὅ ἐστιν μεθερμηνευόμενον, “Υἱὸς παρακλήσεως”, Λευίτης, Κύπριος τῷ γένει,
37 υπαρχοντος αυτω αγρου πωλησας ηνεγκεν το χρημα και εθηκεν {VAR1: παρα } {VAR2: προς } τους ποδας των αποστολων
ὑπάρχοντος αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκεν τὸ χρῆμα καὶ ἔθηκεν παρὰ τοὺς πόδας τῶν ἀποστόλων.

< Πραξεις 4 >