< Κατα Ιωαννην 21 >

1 Μετὰ ταῦτα, ἐφανέρωσεν ἑαυτὸν πάλιν ˚Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως:
پس از چند روز، در کنار دریاچهٔ جلیل، عیسی بار دیگر خود را به شاگردانش نشان داد. شرح واقعه چنین بود.
2 ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανὰ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.
چند نفر از شاگردان کنار دریا بودند: شمعون پطرس، توما معروف به دوقلو، نتنائیل اهل قانای جلیل، پسران زبدی و دو نفر دیگر از شاگردان.
3 Λέγει αὐτοῖς Σίμων Πέτρος, “Ὑπάγω ἁλιεύειν.” Λέγουσιν αὐτῷ, “Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί.” Ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.
شمعون پطرس گفت: «من می‌روم ماهی بگیرم.» همه گفتند: «ما هم می‌آییم.» پس، سوار قایق شدند و رفتند، ولی آن شب چیزی نگرفتند.
4 Πρωΐας δὲ ἤδη γινομένης, ἔστη ˚Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι ˚Ἰησοῦς ἐστιν.
صبح زود دیدند یک نفر در ساحل ایستاده است، ولی چون هوا هنوز نیمه روشن بود، نتوانستند تشخیص دهند که کیست.
5 Λέγει οὖν αὐτοῖς ˚Ἰησοῦς, “Παιδία, μή τι προσφάγιον ἔχετε;” Ἀπεκρίθησαν αὐτῷ, “Οὔ.”
او صدا زد: «بچه‌ها، ماهی گرفته‌اید؟» جواب دادند: «نه.»
6 Ὁ δὲ εἶπεν αὐτοῖς, “Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε.” Ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυον ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων.
گفت: «تورتان را در سمت راست قایق بیندازید تا بگیرید.» آنها هم انداختند. آنقدر ماهی در تور جمع شد که از سنگینی نتوانستند تور را بالا بکشند.
7 Λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ ˚Ἰησοῦς τῷ Πέτρῳ, “Ὁ ˚Κύριός ἐστιν.” Σίμων οὖν Πέτρος ἀκούσας ὅτι ὁ ˚Κύριός ἐστιν, τὸν ἐπενδύτην διεζώσατο, ἦν γὰρ γυμνός, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν.
آنگاه شاگردی که عیسی او را دوست می‌داشت، به پطرس گفت: «این خداوند است!» شمعون پطرس هم که تا کمر برهنه بود، بی‌درنگ لباسش را به خود پیچید و داخل آب پرید و شناکنان خود را به ساحل رساند.
8 Οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον, οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλὰ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων.
بقیه در قایق ماندند و تور پر از ماهی را به ساحل کشیدند. ساحل حدود صد متر با قایق فاصله داشت.
9 Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην, καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον.
وقتی به ساحل رسیدند، دیدند آتش روشن است و ماهی روی آن گذاشته شده، و مقداری هم نان آنجاست.
10 Λέγει αὐτοῖς ὁ ˚Ἰησοῦς, “Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν.”
عیسی فرمود: «چند تا از ماهی‌هایی را که تازه گرفته‌اید، بیاورید.»
11 Ἀνέβη οὖν Σίμων Πέτρος, καὶ εἵλκυσεν τὸ δίκτυον εἰς τὴν γῆν μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον.
شمعون پطرس رفت و تور را به ساحل کشید و ماهی‌ها را شمرد؛ صد و پنجاه و سه ماهی بزرگ در تور بود، با وجود این، تور پاره نشده بود.
12 Λέγει αὐτοῖς ὁ ˚Ἰησοῦς, “Δεῦτε, ἀριστήσατε.” Οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν, “Σὺ τίς εἶ;” Εἰδότες ὅτι ὁ ˚Κύριός ἐστιν.
عیسی فرمود: «بیایید و صبحانه بخورید.» ولی هیچ‌یک جرأت نکرد از او بپرسد که آیا او خود عیسای خداوند است یا نه، چون همه مطمئن بودند که خود اوست.
13 Ἔρχεται ˚Ἰησοῦς, καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως.
آنگاه عیسی نان و ماهی را گرفت و بین شاگردان تقسیم کرد.
14 Τοῦτο ἤδη τρίτον ἐφανερώθη ˚Ἰησοῦς τοῖς μαθηταῖς, ἐγερθεὶς ἐκ νεκρῶν.
این سومین باری بود که عیسی پس از زنده شدن، خود را به شاگردان نشان می‌داد.
15 Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ ˚Ἰησοῦς, “Σίμων Ἰωάννου, ἀγαπᾷς με πλέον τούτων;” Λέγει αὐτῷ, “Ναί, ˚Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε.” Λέγει αὐτῷ, “Βόσκε τὰ ἀρνία μου.”
بعد از صبحانه، عیسی از شمعون پطرس پرسید: «شمعون، پسر یونا، آیا تو از دیگران بیشتر مرا دوست داری؟» پطرس جواب داد: «بله سرورم، خودتان می‌دانید که من شما را دوست دارم.» عیسی به او فرمود: «پس به بره‌های من خوراک بده.»
16 Λέγει αὐτῷ πάλιν δεύτερον, “Σίμων Ἰωάννου, ἀγαπᾷς με;” Λέγει αὐτῷ, “Ναί, ˚Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε.” Λέγει αὐτῷ, “Ποίμαινε τὰ πρόβατά μου.”
عیسی بار دیگر پرسید: «شمعون، پسر یونا، آیا براستی مرا دوست می‌داری؟» پطرس جواب داد: «بله سرورم، خودتان می‌دانید که من شما را دوست می‌دارم.» عیسی فرمود: «پس، از گوسفندان من مراقبت کن.»
17 Λέγει αὐτῷ τὸ τρίτον, “Σίμων Ἰωάννου, φιλεῖς με;” Ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, “Φιλεῖς με;” Καὶ λέγει αὐτῷ, “˚Κύριε, πάντα σὺ οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε.” Λέγει αὐτῷ ˚Ἰησοῦς, “Βόσκε τὰ προβάτιά μου.”
برای بار سوم عیسی به او فرمود: «ای شمعون، ای پسر یونا، آیا مرا دوست می‌داری؟» پطرس رنجیده‌خاطر شد که عیسی برای بار سوم از او پرسید که «آیا مرا دوست می‌داری؟» پس گفت: «سرورم، شما از همه چیز آگاهید. می‌دانید که دوستتان دارم.» عیسی به او فرمود: «پس به بره‌های کوچک من خوراک بده.
18 Ἀμὴν, ἀμὴν, λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν, καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος ζώσουσιν σε, καὶ οἴσει ὅπου οὐ θέλεις.
واقعیت این است که وقتی جوان بودی هر کاری می‌خواستی می‌توانستی بکنی و هر جا می‌خواستی می‌رفتی، ولی وقتی پیر شوی، دیگران دستت را می‌گیرند و به این طرف و آن طرف می‌کشند، و جایی می‌برند که نمی‌خواهی بروی.»
19 Τοῦτο δὲ εἶπεν, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν ˚Θεόν. Καὶ τοῦτο εἰπὼν, λέγει αὐτῷ, “Ἀκολούθει μοι.”
این را فرمود تا پطرس بداند که با چه نوع مرگی خواهد مرد و خدا را جلال خواهد داد. بعد عیسی به او فرمود: «حالا به دنبال من بیا.»
20 Ἐπιστραφεὶς, ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ ˚Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν, “˚Κύριε, τίς ἐστιν, ὁ παραδιδούς σε;”
پطرس برگشت و دید شاگردی که عیسی دوستش می‌داشت به دنبالشان می‌آید، یعنی همان کسی که سر شام، کنار عیسی تکیه زده، از او پرسیده بود: «استاد، کدام یک از ما به شما خیانت می‌کنیم؟»
21 Τοῦτον οὖν ἰδὼν, ὁ Πέτρος λέγει τῷ ˚Ἰησοῦ, “˚Κύριε, οὗτος δὲ τί;”
پطرس از عیسی پرسید: «سرورم، بر سر او چه خواهد آمد؟»
22 Λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Σύ μοι ἀκολούθει!”
عیسی جواب داد: «اگر بخواهم او بماند تا بازگردم، چه ربطی به تو دارد؟ تو دنبال من بیا.»
23 Ἐξῆλθεν οὖν οὗτος ὁ λόγος εἰς τοὺς ἀδελφοὺς, ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει. Οὐκ εἶπεν δὲ αὐτῷ ὁ ˚Ἰησοῦς ὅτι Οὐκ ἀποθνῄσκει, ἀλλʼ, “Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;”
پس این خبر در میان برادران پیچید که آن شاگرد محبوب نخواهد مرد. در صورتی که عیسی هرگز چنین چیزی نگفت، او فقط فرمود: «اگر بخواهم او بماند تا بازگردم، چه ربطی به تو دارد.»
24 Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων, καὶ ὁ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς αὐτοῦ ἡ μαρτυρία ἐστίν.
آن شاگرد تمام این چیزها را دید و اینجا نوشت؛ و ما همه می‌دانیم که این نوشته‌ها عین حقیقت است.
25 Ἔστιν δὲ καὶ ἄλλα πολλὰ ἃ ἐποίησεν ὁ ˚Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθʼ ἕν, οὐδʼ αὐτὸν οἶμαι τὸν κόσμον χωρήσειν τὰ γραφόμενα βιβλία.
من گمان می‌کنم اگر تمام رویدادهای زندگی عیسی در کتابها نوشته می‌شد، دنیا گنجایش آن کتابها را نمی‌داشت!

< Κατα Ιωαννην 21 >