< Κατα Ιωαννην 13 >

1 Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, εἰδὼς ὁ ˚Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα, ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν Πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς.
شب عید پِسَح فرا رسید. عیسی می‌دانست که وقت آن رسیده که این جهان را ترک کند و نزد پدر برود. او که شاگردانش را در طول خدمت زمینی‌اش محبت کرده بود، اکنون محبت خود را به کمال به ایشان نشان داد.
2 Καὶ δείπνου γινομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης,
وقت شام بود، و ابلیس از پیش، یهودا، پسر شمعون اسخریوطی را برانگیخته بود که به عیسی خیانت کند.
3 εἰδὼς ὅτι πάντα δέδωκεν αὐτῷ ὁ Πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ ˚Θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν ˚Θεὸν ὑπάγει,
عیسی می‌دانست که پدر اختیار همه چیز را به دست او سپرده، و اینکه از نزد خدا آمده و باید بار دیگر نزد او بازگردد.
4 ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν.
پس، از سر شام بلند شد، لباس خود را درآورد، حوله‌ای به کمر بست،
5 Εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος.
آب در لگن ریخت و به شستن پاهای شاگردان و خشک کردن آنها با حوله پرداخت.
6 Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον. Λέγει αὐτῷ, “˚Κύριε, σύ μου νίπτεις τοὺς πόδας;”
وقتی به شمعون پطرس رسید، پطرس به او گفت: «سرورم، تو نباید پاهای ما را بشویی.»
7 Ἀπεκρίθη ˚Ἰησοῦς καὶ εἶπεν αὐτῷ, “Ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα.”
عیسی جواب داد: «اکنون علّت کار مرا درک نمی‌کنی؛ ولی یک روز خواهی فهمید.»
8 Λέγει αὐτῷ Πέτρος, “Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα.” Ἀπεκρίθη ˚Ἰησοῦς αὐτῷ, “Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετʼ ἐμοῦ.” (aiōn g165)
پطرس بار دیگر با اصرار گفت: «نه، هرگز نمی‌گذارم پاهای مرا بشویی.» عیسی فرمود: «اگر پاهای تو را نشویم تو به من تعلق نخواهی داشت.» (aiōn g165)
9 Λέγει αὐτῷ Σίμων Πέτρος, “˚Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν.”
پطرس با عجله گفت: «سرورم، پس حالا که اینطور است، نه فقط پا، بلکه دست و صورتم را نیز بشوی.»
10 Λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Ὁ λελουμένος οὐκ ἔχει χρείαν, εἰ μὴ τοὺς πόδας νίψασθαι, ἀλλʼ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλʼ οὐχὶ πάντες.”
عیسی جواب داد: «کسی که تازه حمام کرده، فقط کافی است که پاهای خود را بشوید تا تمام بدنش پاکیزه شود. شما نیز پاکید ولی نه همه.»
11 ἬΙδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν, ὅτι “Οὐχὶ πάντες καθαροί ἐστε.”
چون عیسی می‌دانست چه کسی به او خیانت خواهد کرد؛ از این جهت گفت که همهٔ شاگردان پاک نیستند.
12 Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν, καὶ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀνέπεσεν, πάλιν εἶπεν αὐτοῖς, “Γινώσκετε τί πεποίηκα ὑμῖν;
پس از آنکه پاهای شاگردان خود را شست، لباس خود را پوشید و سر میز شام نشست و پرسید: «آیا فهمیدید چرا این کار را کردم؟
13 Ὑμεῖς φωνεῖτέ με ὁ ‘Διδάσκαλος’ καὶ, ὁ ‘˚Κύριος’, καὶ καλῶς λέγετε, εἰμὶ γάρ.
شما مرا استاد و خداوند می‌خوانید، و درست می‌گویید چون همین‌طور نیز هست.
14 Εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ ˚Κύριος καὶ ὁ Διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας.
حال، اگر من که خداوند و استاد شما هستم، پاهای شما را شستم، شما نیز باید پاهای یکدیگر را بشویید.
15 Ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε.
من به شما سرمشقی دادم تا شما نیز همین‌طور رفتار کنید.
16 Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν.
چون مسلماً خدمتکار از اربابش بالاتر نیست و قاصد نیز از فرستنده‌اش مهمتر نمی‌باشد.
17 Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.
در زندگی، سعادت در این است که به آنچه می‌دانید، عمل کنید.»
18 Οὐ περὶ πάντων ὑμῶν λέγω. Ἐγὼ οἶδα οὓς ἐξελεξάμην, ἀλλʼ ἵνα ἡ Γραφὴ πληρωθῇ, ‘Ὁ τρώγων μετʼ ἐμοῦ τὸν ἄρτον, ἐπῆρεν ἐπʼ ἐμὲ τὴν πτέρναν αὐτοῦ.’
«این را به همهٔ شما نمی‌گویم، چون تک‌تک شما را که انتخاب کرده‌ام، خوب می‌شناسم. اما آنچه در کتب مقدّس آمده باید جامۀ عمل بپوشد که می‌فرماید:”کسی که نان و نمک مرا می‌خورْد، دشمن من شده است.“
19 Ἀπʼ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα πιστεύσητε ὅταν γένηται ὅτι ἐγώ εἰμι.
این را به شما می‌گویم تا وقتی واقع شد، به من ایمان بیاورید.
20 Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὁ λαμβάνων ἄν τινα πέμψω, ἐμὲ λαμβάνει, ὁ δὲ ἐμὲ λαμβάνων, λαμβάνει τὸν πέμψαντά με.”
بدانید که هر کس فرستادۀ مرا قبول کند، مرا پذیرفته است و آنکه مرا قبول کند فرستندۀ مرا پذیرفته است.»
21 Ταῦτα εἰπὼν, ὁ ˚Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν, “Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.”
پس از این سخن، عیسی به شدت محزون شد و با دلی شکسته گفت: «براستی به شما می‌گویم که یکی از شما به من خیانت خواهد کرد.»
22 Ἔβλεπον οὖν εἰς ἀλλήλους οἱ μαθηταὶ, ἀπορούμενοι περὶ τίνος λέγει.
شاگردان مات و مبهوت به یکدیگر نگاه می‌کردند و در حیرت بودند که عیسی این را درباره چه کسی می‌گوید.
23 Ἦν δὲ ἀνακείμενος εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ ˚Ἰησοῦ, ὃν ἠγάπα ὁ ˚Ἰησοῦς.
یکی از شاگردان، که عیسی دوستش می‌داشت، کنار او تکیه زده بود.
24 Νεύει οὖν τούτῳ Σίμων Πέτρος, πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει.
شمعون پطرس به او اشاره کرد تا بپرسد کیست که دست به چنین کار وحشتناکی می‌زند.
25 Ἐπιπεσὼν οὖν ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ ˚Ἰησοῦ, λέγει αὐτῷ, “˚Κύριε, τίς ἐστιν;”
پس، آن شاگرد به عیسی نزدیکتر شد و پرسید: «خداوندا، آن شخص کیست؟»
26 Ἀποκρίνεται ὁ ˚Ἰησοῦς, “Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ, βάψας τὸ ψωμίον ἐπιδώσω.” Καὶ βάψας τὸ ψωμίον, δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτου.
فرمود: «آن کسی است که یک لقمه می‌گیرم و به او می‌دهم.» آنگاه لقمه‌ای گرفت و آن را به یهودا پسر شمعون اسخریوطی داد.
27 Καὶ μετὰ τὸ ψωμίον, τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. Λέγει οὖν αὐτῷ ὁ ˚Ἰησοῦς, “Ὃ ποιεῖς, ποίησον τάχιον.”
به محض اینکه لقمه از گلوی یهودا پایین رفت، شیطان داخل او شد. پس عیسی به او فرمود: «کاری را که می‌خواهی انجام دهی، زودتر عملی کن!»
28 Τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων, πρὸς τί εἶπεν αὐτῷ.
هیچ‌کس به هنگام شام منظور عیسی را نفهمید.
29 Τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν Ἰούδας, ὅτι λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν”, ἢ τοῖς πτωχοῖς, ἵνα τι δῷ.
فقط بعضی گمان کردند که چون پول دست یهودا بود، عیسی به او دستور داد که برود و خوراک بخرد و یا چیزی به فقرا بدهد.
30 Λαβὼν οὖν τὸ ψωμίον, ἐκεῖνος ἐξῆλθεν εὐθύς. Ἦν δὲ νύξ.
یهودا لقمه را خورد و بی‌درنگ در تاریکی شب بیرون رفت.
31 Ὅτε οὖν ἐξῆλθεν, λέγει ˚Ἰησοῦς, “Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ Ἀνθρώπου, καὶ ὁ ˚Θεὸς ἐδοξάσθη ἐν αὐτῷ.
به محض اینکه یهودا از اتاق خارج شد، عیسی فرمود: «وقت آن رسیده است که پسر انسان وارد جلالش شود و خدا نیز توسط او جلال یابد.
32 Καὶ ὁ ˚Θεὸς δοξάσει αὐτὸν ἐν αὑτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν.
خدا نیز به‌زودی بزرگی و جلال خود را به من خواهد داد.
33 Τεκνία, ἔτι μικρὸν μεθʼ ὑμῶν εἰμι. Ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις, ὅτι ‘Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν’, καὶ ὑμῖν λέγω ἄρτι.
ای فرزندان من که برایم بسیار عزیز هستید، چقدر این لحظات کوتاهند. به‌زودی باید شما را بگذارم و بروم. آنگاه همان‌طور که به سران قوم یهود گفتم، همه جا به دنبال من خواهید گشت، اما مرا نخواهید یافت و نخواهید توانست به جایی که می‌روم، بیایید.
34 Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς, ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους.
«پس حال، دستوری تازه به شما می‌دهم: یکدیگر را دوست بدارید همان‌گونه که من شما را دوست می‌دارم.
35 Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.”
محبت شما به یکدیگر، به جهان ثابت خواهد کرد که شما شاگردان من می‌باشید.»
36 Λέγει αὐτῷ Σίμων Πέτρος, “˚Κύριε, ποῦ ὑπάγεις;” Ἀπεκρίθη αὐτῷ ˚Ἰησοῦς, “Ὅπου ὑπάγω, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ἀκολουθήσεις δὲ ὕστερον.”
شمعون پطرس پرسید: «سرور من، کجا می‌خواهید بروید؟» عیسی جواب داد: «حال، نمی‌توانی با من بیایی، ولی بعد به دنبالم خواهی آمد.»
37 Λέγει αὐτῷ ὁ Πέτρος, “˚Κύριε, διὰ τί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι; Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω.”
پطرس پرسید: «سرورم، چرا نمی‌توانم حالا بیایم؟ من حتی حاضرم جانم را فدای تو کنم.»
38 Ἀποκρίνεται ˚Ἰησοῦς, “Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; Ἀμὴν, ἀμὴν, λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσῃ, ἕως οὗ ἀρνήσῃ με τρίς.
عیسی جواب داد: «تو جانت را فدای من می‌کنی؟ همین امشب پیش از بانگ خروس، سه بار مرا انکار کرده، خواهی گفت که مرا نمی‌شناسی.»

< Κατα Ιωαννην 13 >