< Κατα Ιωαννην 21 >
1 Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ὁ Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως.
Afterward, Jesus again appeared to the disciples, at the sea of Tiberias; and in this manner he appeared.
2 ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανὰ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.
Simon Peter and Thomas, that is, Didymus, Nathanael of Cana, in Galilee, the sons of Zebedee, and two other disciples of Jesus, being together,
3 λέγει αὐτοῖς Σίμων Πέτρος· ὑπάγω ἁλιεύειν. λέγουσιν αὐτῷ· ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ (ἐνέβησαν *N(k)O*) εἰς τὸ πλοῖον (εὐθύς, *K*) καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.
Simon Peter said, I am going a-fishing. They answered, We will go with you. Immediately they went, and got aboard a bark, but that night caught nothing.
4 πρωΐας δὲ ἤδη (γενομένης *NK(o)*) ἔστη (ὁ *k*) Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν.
In the morning Jesus stood on the shore; the disciples, however, knew not that it was Jesus.
5 Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ· οὔ.
Jesus said to them, My children, have you any victuals? They answered, No.
6 ὁ δὲ εἶπεν αὐτοῖς· βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι οὐκέτι αὐτὸ ἑλκύσαι (ἴσχυον *N(k)O*) ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων.
Cast the net, cried he, on the right side of the bark, and you will find. They did so, but were not able to draw it, by reason of the multitude of fishes.
7 λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ· ὁ κύριός ἐστιν. Σίμων οὖν Πέτρος ἀκούσας ὅτι ὁ κύριός ἐστιν τὸν ἐπενδύτην διεζώσατο, ἦν γὰρ γυμνός, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν.
Then that disciple whom Jesus loved, said to Peter, It is the Master. Simon Peter, hearing that it was the Master, girt on his upper garment (which was laid aside) and threw himself into the sea.
8 οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον· οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλ᾽ ὡς ἀπὸ πηχῶν διακοσίων σύροντες τὸ δίκτυον τῶν ἰχθύων.
But the other disciples came in the boat, (for they were not farther from land than about two hundred cubits, ) dragging the net, with the fishes.
9 Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον.
When they came ashore, they saw a fire burning, and a fish laid on it, and bread.
10 λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν.
Jesus said to them, Bring of the fishes which you have now taken.
11 ἀνέβη (οὖν *NO*) Σίμων Πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον (εἰς τὴν γῆν *N(k)O*) μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον.
Simon Peter went back, and drew the net to land, full of large fishes, a hundred and fifty-three; and the net was not rent, notwithstanding the number.
12 Λέγει αὐτοῖς ὁ Ἰησοῦς· δεῦτε ἀριστήσατε. οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν· σὺ τίς εἶ; εἰδότες ὅτι ὁ κύριός ἐστιν.
Jesus said to them, Come and dine. Meantime none of the disciples ventured to ask him, Who are you? knowing that it was the Master.
13 Ἔρχεται (οὖν *K*) (ὁ *ko*) Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς καὶ τὸ ὀψάριον ὁμοίως.
Jesus drew near, and taking bread and fish, distributed among them.
14 τοῦτο ἤδη τρίτον ἐφανερώθη (ὁ *ko*) Ἰησοῦς τοῖς μαθηταῖς (αὐτοῦ *k*) ἐγερθεὶς ἐκ νεκρῶν.
This is the third time that Jesus appeared to his disciples, after his resurrection.
15 Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς· Σίμων (Ἰωάννου, *N(K)O*) ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῷ· ναὶ κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· βόσκε τὰ ἀρνία μου.
When they had dined, Jesus said to Simon Peter, Simon, son of Jonas, do you love me more than these? He answered, Yes, Lord, you know that I love you.
16 λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων (Ἰωάννου, *N(K)O*) ἀγαπᾷς με; λέγει αὐτῷ· ναὶ κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· ποίμαινε τὰ πρόβατά μου.
A second time he said, Simon, son of Jonas, do you love m? He answered, Yes, Lord, you know that I love you. Jesus replied, Tend my sheep.
17 λέγει αὐτῷ τὸ τρίτον· Σίμων (Ἰωάννου, *N(K)O*) φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον· φιλεῖς με; καὶ (λέγει *N(k)O*) αὐτῷ· κύριε, πάντα σὺ οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ὁ Ἰησοῦς· βόσκε τὰ πρόβατά μου.
A third time he said, Simon, son of Jonas, do you love me? Peter, grieved at his asking this question a third time, answered, Lord, you know all things; you know that I love you. Jesus replied, Feed my sheep.
18 ἀμὴν ἀμὴν λέγω σοι· ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες. ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει καὶ οἴσει ὅπου οὐ θέλεις.
Most assuredly, I say to you, in your youth you girt yourself, and went whither you would; but in your old age, you shall stretch out your hands, and another will gird you and carry you whither you would not.
19 τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· ἀκολούθει μοι.
This he spoke, signifying by what death he should glorify God. After these words, he said to him, Follow me.
20 Ἐπιστραφεὶς (δὲ *k*) ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν· κύριε, τίς ἐστιν ὁ παραδιδούς σε;
And Peter turning about, saw the disciple, whom Jesus loved, following, (the same who, leaning on his breast at the supper, had asked who it was, that would betray him.)
21 τοῦτον (οὖν *NO*) ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· κύριε, οὗτος δὲ τί;
Peter seeing him, said to Jesus, And what, Lord, shall become of this man?
22 λέγει αὐτῷ ὁ Ἰησοῦς· ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ μοι ἀκολούθει.
Jesus answered, If I will that he wait my return, what is that to you? Follow me.
23 Ἐξῆλθεν οὖν οὗτος ὁ λόγος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει· (καὶ *k*) οὐκ εἶπεν (δὲ *no*) αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκει, ἀλλ᾽ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;
Hence arose the rumor among the brethren, that that disciple should not die; nevertheless, Jesus said not, that he should not die; but, If I will, that he wait my return, what is that to you?
24 οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ (ὁ *no*) γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς αὐτοῦ ἡ μαρτυρία ἐστίν.
It is this disciple, who attests these things, and wrote this account; and we know that his testimony deserves credit.
25 Ἔστιν δὲ καὶ ἄλλα πολλὰ (ἃ *N(k)O*) ἐποίησεν ὁ Ἰησοῦς ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν, οὐδ᾽ αὐτὸν οἶμαι τὸν κόσμον (χωρῆσαι *NK(o)*) τὰ γραφόμενα βιβλία. (ἀμήν *KO*)
There were many other things also performed by Jesus, which, were they to be severally related, I imagine, the world itself could not contain the volumes that would be written.