< Κατα Λουκαν 1 >
1 Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων,
Forasmuch as many have undertaken to compose a narrative of those things, which have been accomplished amongst us,
2 καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾽ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου,
as they, who were from the beginning, eye-witnesses, and afterwards ministers of the word, delivered them to us;
3 ἔδοξεν κἀμοὶ κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε,
I have also determined, having exactly traced everything from the first, to write a particular account for you, most excellent Theophilus;
4 ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.
that you might know the certainty of those matters wherein you have been instructed.
5 Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου (τοῦ *k*) βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά, καὶ (ἡ *k*) γυνὴ (αὐτῷ *N(k)O*) ἐκ τῶν θυγατέρων Ἀαρὼν καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ.
In the days of Herod, king of Judea, there was a priest named Zacharias, of the course of Abijah; and his wife, named Elizabeth, was of the daughters of Aaron.
6 ἦσαν δὲ δίκαιοι ἀμφότεροι (ἐναντίον *N(k)O*) τοῦ θεοῦ πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ κυρίου ἄμεμπτοι.
They were both righteous before God, blameless observers of all the Lord's commandments and ordinances.
7 καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἦν ἡ Ἐλισάβετ στεῖρα καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.
And they had no child, because Elizabeth was barren, and they were advanced in years.
8 Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ θεοῦ,
Now when he came to officiate as priest in the order of his course,
9 κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχεν τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ κυρίου·
it fell to him by lot, according to the custom of the priesthood, to offer incense in the sanctuary.
10 καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος.
And while the incense was burning, the whole congregation were praying without.
11 Ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος·
Then there appeared to him an angel of the Lord, standing on the right side of the altar of incense.
12 καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπ᾽ αὐτόν.
And Zacharias was discomposed at the sight, and in great terror.
13 Εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· μὴ φοβοῦ Ζαχαρία· διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην.
But the angel said to him, Fear not, Zacharias; for your prayer is heard, and Elizabeth your wife shall bear you a son, whom you shall name John.
14 καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ (γενέσει *N(k)O*) αὐτοῦ χαρήσονται.
He shall be to you matter of joy and transport; and many shall rejoice because of his birth.
15 ἔσται γὰρ μέγας ἐνώπιον τοῦ κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ.
For he shall be great before the Lord; he shall not drink wine nor any fermented liquor; but he shall be filled with the Holy Spirit, even from his mother's womb.
16 καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν,
And many of the sons of Israel he shall bring back to the Lord their God.
17 καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον.
Moreover, he shall go before him in the spirit and power of Elijah, to reconcile fathers to their children, and by the wisdom of the righteous, to render the disobedient a people well disposed for the Lord.
18 Καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον· κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς.
And Zacharias said to the angel, How shall I know this: for I am old man, and my wife is advanced in years?
19 Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ θεοῦ καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ καὶ εὐαγγελίσασθαί σοι ταῦτα.
The angel answering, said to him, I am Gabriel, who attend in the presence of God, and am sent to tell you this joyful news.
20 καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ᾽ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.
But know that you shall be dumb, and shall not recover your speech, till the day when these things happen, because you have not believed my words, which shall be fulfilled in due time.
21 Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν ἐν τῷ ναῷ αὐτόν.
Meanwhile the people waited for Zacharias, and wondered that he staid so long in the sanctuary.
22 ἐξελθὼν δὲ οὐκ ἐδύνατο λαλῆσαι αὐτοῖς· καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ. καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς καὶ διέμενεν κωφός.
But when he came out, he could not speak to them; and they perceived that he had seen a vision in the sanctuary; for he made them understand by signs, and remained speechless.
23 Καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
And when his days of officiating were expired, he returned home.
24 Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε λέγουσα
Soon after, Elizabeth his wife conceived, and lived in retirement five months, and said,
25 ὅτι οὕτως μοι πεποίηκεν (ὁ *k*) κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν (τὸ *k*) ὄνειδός μου ἐν ἀνθρώποις.
The Lord has done this for me, purposing now to deliver me from the reproach I lay under among men.
26 Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ (ἀπὸ *N(k)O*) τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ᾗ ὄνομα Ναζαρὲθ
Now, in the sixth month, God sent Gabriel his angel, to Nazareth, a city of Galilee;
27 πρὸς παρθένον ἐμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα Ἰωσὴφ ἐξ οἴκου Δαυίδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ.
to a virgin betrothed to a man called Joseph, of the house of David, and the virgin's name was Mary.
28 Καὶ εἰσελθὼν (ὁ *ko*) (ἄγγελος *KO*) πρὸς αὐτὴν εἶπεν· χαῖρε, κεχαριτωμένη· ὁ κύριος μετὰ σοῦ (εὐλογημένη σὺ ἐν γυναιξίν. *KO*)
When the angel entered, he said to her, Hail, favorite of heaven! the Lord be with you, happiest of women!
29 ἡ δὲ (ἰδοῦσα *K*) ἐπὶ τῷ λόγῳ διεταράχθη (αὐτοῦ *k*) καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος.
At his appearance and words, she was perplexed, and revolved in her mind what this salutation could mean.
30 καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ· μὴ φοβοῦ Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ.
And the angel said to her, Fear not, Mary, for you have found favor with God.
31 καὶ ἰδοὺ συλλήμψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.
And behold, you shall conceive and bear a son, whom you shall name Jesus.
32 οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ,
He shall be great, and shall be called the Son of the Highest. And the Lord God will give him the throne of David his Father.
33 καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. (aiōn )
And he shall reign over the house of Jacob forever: his reign shall never end. (aiōn )
34 Εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· πῶς ἔσται τοῦτο ἐπεὶ ἄνδρα οὐ γινώσκω;
Then said Mary to the angel, How shall this be, since I have no intercourse with man?
35 Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ.
The angel answering, said to her, The Holy Spirit will descend upon you, and the power of the Highest will overshadow you; therefore the holy progeny shall be called the Son of God.
36 καὶ ἰδοὺ Ἐλισάβετ ἡ (συγγενίς *N(k)O*) σου καὶ αὐτὴ (συνείληφεν *N(k)O*) υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ
And lo! your cousin Elizabeth also has conceived, a son in her old age; and she who is called barren, is now in her sixth month;
37 ὅτι οὐκ ἀδυνατήσει παρὰ (τοῦ θεοῦ *N(k)O*) πᾶν ῥῆμα.
for nothing is impossible with God.
38 Εἶπεν δὲ Μαριάμ· ἰδοὺ ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. καὶ ἀπῆλθεν ἀπ᾽ αὐτῆς ὁ ἄγγελος.
And Mary said, Behold the handmaid of the Lord. Be it to me according to your word. Then the angel departed.
39 Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα
In those days Mary set out, and traveled expeditiously into the hill country; to a city of Judah;
40 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ.
where having entered the house of Zacharias, she saluted Elizabeth.
41 Καὶ ἐγένετο ὡς ἤκουσεν τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ Ἐλισάβετ
As soon as Elizabeth heard Mary's salutation, the babe leaped in her womb; and Elizabeth was filled with the Holy Spirit,
42 καὶ ἀνεφώνησεν (κραυγῇ *N(k)O*) μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.
and cried with a loud voice, You are the most blessed of women, and blessed is the fruit of your womb.
43 καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ κυρίου μου πρὸς ἐμέ;
But how have I deserved this honor, to be visited by the mother of my Lord!
44 ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου.
for know, that as soon as the sound of your salutation reached my ears, the babe leaped in my womb for joy.
45 καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ κυρίου.
And happy is she who believed that the things which the Lord has promised her, shall be performed.
46 Καὶ εἶπεν Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν κύριον,
Then Mary said, My soul magnifies the Lord,
47 καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου,
and my spirit rejoices in God my Saviour;
48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαὶ
because he has not disdained the low condition of his handmaid; for henceforth, all posterity will pronounce me happy.
49 ὅτι ἐποίησέν μοι (μεγάλα *N(k)O*) ὁ δυνατός· καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ·
For the Almighty, whose name is venerable, has done wonders for me.
50 καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς (καὶ *no*) (γενεὰς *N(k)O*) τοῖς φοβουμένοις αὐτόν·
His mercy on them who fear him, extends to generations of generations.
51 ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ· διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν·
He displays the strength of his arm, and dispels the vain imaginations of the proud.
52 καθεῖλεν δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν ταπεινούς·
He pulls down potentates from their thrones, and exalts the lowly.
53 πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς·
The needy he loads with benefits; but the rich he spoils of everything.
54 ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους,
He supports Israel his servant, ever inclined to mercy,
55 καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα. (aiōn )
(as he promised to our fathers) toward Abraham and his race. (aiōn )
56 Ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ (ὡς *N(k)O*) μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
And Mary, after staying with Elizabeth about three months, returned home.
57 Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτὴν καὶ ἐγέννησεν υἱόν.
When the time for Elizabeth's delivery was come, she brought forth a son;
58 καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν κύριος τὸ ἔλεος αὐτοῦ μετ᾽ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ.
and her neighbors and relations who heard that the Lord had shown her great kindness, rejoiced with her.
59 Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἦλθον περιτεμεῖν τὸ παιδίον καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν.
And, on the eighth day, when they came to the circumcision of the child, they would have called him by his father's name, Zacharias.
60 καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν· οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης.
And his mother interposed, saying, No; but he shall be called John.
61 καὶ εἶπαν πρὸς αὐτὴν ὅτι οὐδείς ἐστιν (ἐκ τῆς συγγενείας *N(k)O*) σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ.
They said to her, There is none of your kindred of that name.
62 ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι (αὐτό. *N(k)O*)
They, therefore, asked his father by signs, how he would have him called.
63 καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων· Ἰωάννης ἐστὶν (τὸ *ko*) ὄνομα αὐτοῦ. καὶ ἐθαύμασαν πάντες.
He, having demanded a table-book, wrote upon it, His name is John, which surprised them all.
64 Ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ καὶ ἐλάλει εὐλογῶν τὸν θεόν.
And his mouth was opened directly, and his tongue loosed. And he spoke, praising God.
65 καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς· καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα,
Now all in the neighborhood were struck with awe; and the fame of these things spread throughout all the hill country of Judea.
66 καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν λέγοντες· τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ (γὰρ *no*) χεὶρ κυρίου ἦν μετ᾽ αὐτοῦ.
And all who heard these things, pondering them in their hearts, said, What will this child hereafter be? And the hand of the Lord was with him.
67 Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη πνεύματος ἁγίου καὶ ἐπροφήτευσεν λέγων·
Then Zacharias, his father, being filled with the Holy Spirit, prophesied, saying,
68 εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ,
Blessed be the Lord, the God of Israel, because he has visited and redeemed his people;
69 καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν (τῷ *k*) οἴκῳ Δαυὶδ (τοῦ *k*) παιδὸς αὐτοῦ,
and has raised a Prince for our deliverance in the house of David his servant;
70 καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων (τῶν *k*) ἀπ᾽ αἰῶνος προφητῶν αὐτοῦ· (aiōn )
(as anciently he promised by his holy prophets) (aiōn )
71 σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς,
for our deliverance from our enemies, and from the hands of all who hate us;
72 ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ,
in kindness to our forefathers, and remembrance of his holy institution;
73 ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν,
the oath which he swore to our father Abraham,
74 τοῦ δοῦναι ἡμῖν ἀφόβως ἐκ χειρὸς (τῶν *k*) ἐχθρῶν (ἡμῶν *k*) ῥυσθέντας λατρεύειν αὐτῷ
to grant to us, that being rescued out of the hands of our enemies, we might serve him boldly,
75 ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ (πάσαις ταῖς ἡμέραις *N(k)O*) (τὴς ζωῆς *k*) ἡμῶν.
in piety and uprightness all our days.
76 Καὶ σὺ (δέ, *no*) παιδίον, προφήτης ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ (ἐνώπιον *N(k)O*) (προσώπου *ko*) κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ,
And you, child, shall be called a prophet of the Most High; for you shall go before the Lord, to prepare his way,
77 τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν
by giving the knowledge of salvation to his people, in the remission of their sins,
78 διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν ἐν οἷς (ἐπισκέψεται *N(k)O*) ἡμᾶς ἀνατολὴ ἐξ ὕψους,
through the tender compassion of our God, who has caused a light to spring from on high to visit us,
79 ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.
to enlighten those who abide in darkness and in the shades of death; to direct our feet into the way of peace.
80 Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πνεύματι καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.
Meantime the child grew, and acquired strength of mind, and continued in the deserts, until the time when he made himself known to Israel.