< Προς Κορινθιους Α΄ 4 >
1 Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεοῦ.
Let a man so reckon us as officers of Christ, and stewards of the secrets of God,
2 (Ὧδε *N(k)O*) λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ.
and as to the rest, it is required in the stewards that one may be found faithful,
3 ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ᾽ ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλ᾽ οὐδὲ ἐμαυτὸν ἀνακρίνω.
and to me it is for a very little thing that by you I may be judged, or by man’s Day, but I do not even judge myself,
4 οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα· ἀλλ᾽ οὐκ ἐν τούτῳ δεδικαίωμαι· ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν.
for I have been conscious of nothing for myself, but I have not been declared right in this—and He who is discerning me is the LORD:
5 ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ θεοῦ.
so, then, judge nothing before the time, until the LORD may come, who will both bring to light the hidden things of the darkness, and will reveal the counsels of the hearts, and then the praise will come to each from God.
6 Ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλῶν δι᾽ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ (ἃ *N(k)O*) γέγραπται (φρονεῖν, *k*) ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου.
And these things, brothers, I transferred to myself and to Apollos because of you, that in us you may learn not to think above that which has been written, that you may not be puffed up one for one against the other,
7 τίς γάρ σε διακρίνει; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;
for who makes you to differ? And what do you have, that you did not receive? And if you also received, why do you glory as not having received?
8 ἤδη κεκορεσμένοι ἐστέ, ἤδη ἐπλουτήσατε, χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν.
Already you are having been filled, already you were rich, apart from us you reigned, and I also wish you reigned, that we also may reign together with you,
9 δοκῶ γάρ (ὅτι, *k*) ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις.
for I think that God set forth us the apostles last—as appointed to death, because we became a spectacle to the world, and messengers, and men;
10 ἡμεῖς μωροὶ διὰ Χριστὸν ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι ἡμεῖς δὲ ἄτιμοι.
we [are] fools because of Christ, and you wise in Christ; we [are] ailing, and you strong; you glorious, and we dishonored;
11 ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνιτεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν
to the present hour we both hunger, and thirst, and are naked, and are battered, and wander,
12 καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα,
and labor, working with [our] own hands; being reviled, we bless; being persecuted, we endure;
13 (δυσφημούμενοι *N(k)O*) παρακαλοῦμεν, ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι.
being spoken evil of, we plead; we became as filth of the world—of all things an outcast—until now.
14 οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾽ ὡς τέκνα μου ἀγαπητὰ (νουθετῶν. *N(k)O*)
Not [as] putting you to shame do I write these things, but I admonish as my beloved children,
15 ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ ἀλλ᾽ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.
for if a myriad of child-conductors you may have in Christ, yet not many fathers; for in Christ Jesus, through the good news, I begot you;
16 Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.
I call on you, therefore, become followers of me;
17 διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστίν μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ (Ἰησοῦ, *NO*) καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω.
because of this I sent to you Timotheus, who is my child, beloved and faithful in the LORD, who will remind you of my ways in Christ, according as everywhere in every assembly I teach.
18 Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες·
And some were puffed up as if I were not coming to you;
19 ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων ἀλλὰ τὴν δύναμιν.
but I will come quickly to you, if the LORD may will, and I will not know the word of those puffed up, but the power;
20 οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ ἀλλ᾽ ἐν δυνάμει.
for not in word is the Kingdom of God, but in power.
21 Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς ἢ ἐν ἀγάπῃ πνεύματί τε πραΰτητος;
What do you wish? Will I come to you with a rod, or in love, also with a spirit of meekness?