< Ψαλμοί 12 >

1 «Εις τον πρώτον μουσικόν, επί Σεμινίθ. Ψαλμός του Δαβίδ.» Σώσον, Κύριε· διότι εξέλιπεν όσιος, διότι εχάθησαν οι φιλαλήθεις μεταξύ των υιών των ανθρώπων.
εἰς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης ψαλμὸς τῷ Δαυιδ σῶσόν με κύριε ὅτι ἐκλέλοιπεν ὅσιος ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων
2 Έκαστος λαλεί ματαιότητα προς τον πλησίον αυτού· με χείλη δόλια λαλούσιν από διπλής καρδίας.
μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησαν
3 Ας εξολοθρεύση ο Κύριος πάντα τα χείλη τα δόλια, την γλώσσαν την μεγαλορρήμονα.
ἐξολεθρεύσαι κύριος πάντα τὰ χείλη τὰ δόλια καὶ γλῶσσαν μεγαλορήμονα
4 Διότι είπον, Θέλομεν υπερισχύσει διά της γλώσσης ημών· τα χείλη ημών είναι ημέτερα· τις θέλει είσθαι κύριος εφ' ημάς;
τοὺς εἰπόντας τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν τὰ χείλη ἡμῶν παρ’ ἡμῶν ἐστιν τίς ἡμῶν κύριός ἐστιν
5 Διά την ταλαιπωρίαν των πτωχών, διά τον στεναγμόν των πενήτων, τώρα θέλω εγερθή, λέγει ο Κύριος· θέλω θέσει εν ασφαλεία εκείνον, κατά του οποίου φυσά ο ασεβής.
ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι λέγει κύριος θήσομαι ἐν σωτηρίᾳ παρρησιάσομαι ἐν αὐτῷ
6 Τα λόγια του Κυρίου είναι λόγια καθαρά· αργύριον δεδοκιμασμένον εν πηλίνω χωνευτηρίω, κεκαθαρισμένον επταπλασίως.
τὰ λόγια κυρίου λόγια ἁγνά ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ κεκαθαρισμένον ἑπταπλασίως
7 Συ, Κύριε, θέλεις φυλάξει αυτούς· θέλεις διατηρήσει αυτούς από της γενεάς ταύτης εις τον αιώνα.
σύ κύριε φυλάξεις ἡμᾶς καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα
8 Οι ασεβείς περιπατούσι κύκλω, όταν οι αχρείοι υψωθώσι μεταξύ των υιών των ανθρώπων.
κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσιν κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων

< Ψαλμοί 12 >