< Ψαλμοί 9 >
1 «Εις τον πρώτον μουσικόν, επί Μούθ-λαββέν. Ψαλμός του Δαβίδ.» Θέλω σε δοξολογήσει, Κύριε, εν όλη καρδία μου· θέλω διηγηθή πάντα τα θαυμάσιά σου.
εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ ψαλμὸς τῷ Δαυιδ ἐξομολογήσομαί σοι κύριε ἐν ὅλῃ καρδίᾳ μου διηγήσομαι πάντα τὰ θαυμάσιά σου
2 Θέλω ευφρανθή και χαρή εν σοί· θέλω ψαλμωδήσει εις το όνομά σου, Ύψιστε.
εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί ψαλῶ τῷ ὀνόματί σου ὕψιστε
3 Όταν στραφώσιν οι εχθροί μου εις τα οπίσω, πέσωσι και αφανισθώσιν απ' έμπροσθέν σου.
ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω ἀσθενήσουσιν καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου
4 Διότι συ έκαμες την κρίσιν μου και την δίκην μου· εκάθησας επί θρόνου κρίνων εν δικαιοσύνη·
ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην
5 Επετίμησας τα έθνη· εξωλόθρευσας τον ασεβή· το όνομα αυτών εξήλειψας εις τον αιώνα του αιώνος·
ἐπετίμησας ἔθνεσιν καὶ ἀπώλετο ὁ ἀσεβής τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
6 Εχθρέ, αι ερημώσεις εξέλιπον διαπαντός· και κατηδάφισας πόλεις· το μνημόσυνον αυτών εχάθη μετ' αυτών.
τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος καὶ πόλεις καθεῖλες ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετ’ ἤχους
7 Αλλ' ο Κύριος διαμένει εις τον αιώνα· ητοίμασε τον θρόνον αυτού διά κρίσιν.
καὶ ὁ κύριος εἰς τὸν αἰῶνα μένει ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ
8 Και αυτός θέλει κρίνει την οικουμένην εν δικαιοσύνη· θέλει κρίνει τους λαούς εν ευθύτητι.
καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ κρινεῖ λαοὺς ἐν εὐθύτητι
9 Και ο Κύριος θέλει είσθαι καταφύγιον εις τον πένητα, καταφύγιον εν καιρώ θλίψεως.
καὶ ἐγένετο κύριος καταφυγὴ τῷ πένητι βοηθὸς ἐν εὐκαιρίαις ἐν θλίψει
10 Και θέλουσιν ελπίσει επί σε οι γνωρίζοντες το όνομά σου· διότι δεν εγκατέλιπες τους εκζητούντάς σε, Κύριε.
καὶ ἐλπισάτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες τὸ ὄνομά σου ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε κύριε
11 Ψαλμωδείτε εις τον Κύριον, τον κατοικούντα εν Σιών· αναγγείλατε μεταξύ των λαών τα κατορθώματα αυτού·
ψάλατε τῷ κυρίῳ τῷ κατοικοῦντι ἐν Σιων ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἐπιτηδεύματα αὐτοῦ
12 διότι όταν κάμνη εκζήτησιν αιμάτων, ενθυμείται αυτούς· δεν λησμονεί την κραυγήν των ταλαιπωρουμένων.
ὅτι ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων
13 Ελέησόν με, Κύριε· ιδέ την θλίψιν μου την εκ των εχθρών μου, συ ο υψόνων με εκ των πυλών του θανάτου,
ἐλέησόν με κύριε ἰδὲ τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου
14 διά να διηγηθώ πάσας τας αινέσεις σου εν ταις πύλαις της θυγατρός Σιών· εγώ θέλω αγαλλιάσθαι διά την σωτηρίαν σου.
ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιων ἀγαλλιάσομαι ἐπὶ τῷ σωτηρίῳ σου
15 Τα έθνη κατεβυθίσθησαν εις τον λάκκον, τον οποίον έκαμον· εν τη παγίδι, την οποίαν έκρυψαν, επιάσθη ο πους αυτών.
ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾗ ἐποίησαν ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν συνελήμφθη ὁ ποὺς αὐτῶν
16 Ο Κύριος γνωρίζεται διά την κρίσιν, την οποίαν κάμνει· ο ασεβής παγιδεύεται εν τω έργω των χειρών αυτού· Ιγαϊών· Διάψαλμα.
γινώσκεται κύριος κρίματα ποιῶν ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήμφθη ὁ ἁμαρτωλός ᾠδὴ διαψάλματος
17 Οι ασεβείς θέλουσιν επιστραφή εις τον άδην· πάντα τα έθνη τα λησμονούντα τον Θεόν. (Sheol )
ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ θεοῦ (Sheol )
18 Διότι δεν θέλει λησμονηθή διαπαντός ο πτωχός· η προσδοκία των πενήτων δεν θέλει απολεσθή διαπαντός.
ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα
19 Ανάστηθι, Κύριε· ας μη υπερισχύη άνθρωπος· ας κριθώσι τα έθνη ενώπιόν σου.
ἀνάστηθι κύριε μὴ κραταιούσθω ἄνθρωπος κριθήτωσαν ἔθνη ἐνώπιόν σου
20 Κατάστησον, Κύριε, νομοθέτην επ' αυτούς· ας γνωρίσωσι τα έθνη, ότι είναι άνθρωποι. Διάψαλμα.
κατάστησον κύριε νομοθέτην ἐπ’ αὐτούς γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν διάψαλμα