< Κατα Ματθαιον 17 >

1 Και μεθ' ημέρας εξ παραλαμβάνει Ιησούς τον Πέτρον και Ιάκωβον και Ιωάννην τον αδελφόν αυτού και αναβιβάζει αυτούς εις όρος υψηλόν κατ' ιδίαν·
Καὶ μεθ᾿ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν.
2 και μετεμορφώθη έμπροσθεν αυτών, και έλαμψε το πρόσωπον αυτού ως ο ήλιος, τα δε ιμάτια αυτού έγειναν λευκά ως το φως.
Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς.
3 Και ιδού, εφάνησαν εις αυτούς Μωϋσής και Ηλίας συλλαλούντες μετ' αυτού.
Καὶ ἰδού, ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας, μετ᾿ αὐτοῦ συλλαλοῦντες.
4 Αποκριθείς δε ο Πέτρος είπε προς τον Ιησούν· Κύριε, καλόν είναι να ήμεθα εδώ· εάν θέλης, ας κάμωμεν εδώ τρεις σκηνάς, διά σε μίαν και διά τον Μωϋσήν μίαν και μίαν διά τον Ηλίαν.
Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ, Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν, καὶ Μωσῇ μίαν, καὶ μίαν Ἠλίᾳ.
5 Ενώ αυτός ελάλει έτι, ιδού, νεφέλη φωτεινή επεσκίασεν αυτούς, και ιδού, φωνή εκ της νεφέλης λέγουσα· Ούτος είναι ο Υιός μου ο αγαπητός, εις τον οποίον ευηρεστήθην· αυτού ακούετε.
Ἔτι αὐτοῦ λαλοῦντος, ἰδού, νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς· καὶ ἰδού, φωνὴ ἐκ τῆς νεφέλης, λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε.
6 Και ακούσαντες οι μαθηταί έπεσον κατά πρόσωπον αυτών και εφοβήθησαν σφόδρα.
Καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν, καὶ ἐφοβήθησαν σφόδρα.
7 Και προσελθών ο Ιησούς επίασεν αυτούς και είπεν· Εγέρθητε και μη φοβείσθε.
Καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν, Ἐγέρθητε καὶ μὴ φοβεῖσθε.
8 Υψώσαντες δε τους οφθαλμούς αυτών, δεν είδον ουδένα ειμή τον Ιησούν μόνον.
Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν, οὐδένα εἶδον, εἰ μὴ τὸν Ἰησοῦν μόνον.
9 Και ενώ κατέβαινον από του όρους, παρήγγειλεν εις αυτούς ο Ιησούς, λέγων· Μη είπητε προς μηδένα το όραμα, εωσού ο Υιός του ανθρώπου αναστηθή εκ νεκρών.
Καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους, ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς, λέγων, Μηδενὶ εἴπητε τὸ ὅραμα, ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
10 Και ηρώτησαν αυτόν οι μαθηταί αυτού, λέγοντες· Διά τι λοιπόν λέγουσιν οι γραμματείς ότι πρέπει να έλθη ο Ηλίας πρώτον;
Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;
11 Ο δε Ιησούς αποκριθείς είπε προς αυτούς· Ο Ηλίας μεν έρχεται πρώτον και θέλει αποκαταστήσει πάντα·
Ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς, Ἠλίας μὲν ἔρχεται πρῶτον, καὶ ἀποκαταστήσει πάντα·
12 σας λέγω όμως ότι ήλθεν ήδη ο Ηλίας, και δεν εγνώρισαν αυτόν, αλλ' έπραξαν εις αυτόν όσα ηθέλησαν· ούτω και ο Υιός του ανθρώπου μέλλει να πάθη υπ' αυτών.
λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθε, καὶ οὐκ ἐπέγνωσαν αὐτόν, ἀλλ᾿ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτω καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾿ αὐτῶν.
13 Τότε ενόησαν οι μαθηταί, ότι περί Ιωάννου του Βαπτιστού είπε προς αυτούς.
Τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.
14 Και ότε ήλθον προς τον όχλον, επλησίασεν εις αυτόν άνθρωπός τις γονυπετών εις αυτόν και λέγων·
Καὶ ἐλθόντων αὐτῶν πρὸς τὸν ὄχλον, προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτῷ
15 Κύριε, ελέησόν μου τον υιόν, διότι σεληνιάζεται και κακώς πάσχει· διότι πολλάκις πίπτει εις το πυρ και πολλάκις εις το ύδωρ.
καὶ λέγων, Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ, καὶ πολλάκις εἰς τὸ ὕδωρ.
16 Και έφερα αυτόν προς τους μαθητάς σου, αλλά δεν ηδυνήθησαν να θεραπεύσωσιν αυτόν.
Καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι.
17 Αποκριθείς δε ο Ιησούς είπεν· Ω γενεά άπιστος και διεστραμμένη, έως πότε θέλω είσθαι μεθ' υμών; έως πότε θέλω υποφέρει υμάς; φέρετέ μοι αυτόν εδώ.
Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι μεθ᾿ ὑμῶν; Ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετέ μοι αὐτὸν ὧδε.
18 Και επετίμησεν αυτόν ο Ιησούς, και εξήλθεν απ' αυτού το δαιμόνιον και εθεραπεύθη το παιδίον από της ώρας εκείνης.
Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ᾿ αὐτοῦ τὸ δαιμόνιον, καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.
19 Τότε προσελθόντες οι μαθηταί προς τον Ιησούν κατ' ιδίαν, είπον· Διά τι ημείς δεν ηδυνήθημεν να εκβάλωμεν αυτό;
Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ᾿ ἰδίαν εἶπον, Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;
20 Ο δε Ιησούς είπε προς αυτούς· Διά την απιστίαν σας. Διότι αληθώς σας λέγω, Εάν έχητε πίστιν ως κόκκον σινάπεως, θέλετε ειπεί προς το όρος τούτο, Μετάβηθι εντεύθεν εκεί, και θέλει μεταβή· και δεν θέλει είσθαι ουδέν αδύνατον εις εσάς.
Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Διὰ τὴν ἀπιστίαν ὑμῶν. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.
21 Τούτο δε το γένος δεν εξέρχεται, ειμή διά προσευχής και νηστείας.
Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.
22 Και ενώ διέτριβον εν τη Γαλιλαία, είπε προς αυτούς ο Ιησούς· Μέλλει ο Υιός του ανθρώπου να παραδοθή εις χείρας ανθρώπων·
Ἀναστρεφομένων δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ, εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων,
23 και θέλουσι θανατώσει αυτόν, και την τρίτην ημέραν θέλει αναστηθή. Και ελυπήθησαν σφόδρα.
καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. Καὶ ἐλυπήθησαν σφόδρα.
24 Ότε δε ήλθον εις την Καπερναούμ, προσήλθον προς τον Πέτρον οι λαμβάνοντες τα δίδραχμα και είπον· Ο διδάσκαλός σας δεν πληρόνει τα δίδραχμα;
Ἐλθόντων δὲ αὐτῶν εἰς Καπερναούμ, προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπον, Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα;
25 Λέγει, Ναι. Και ότε εισήλθεν εις την οικίαν, προέλαβεν αυτόν ο Ιησούς λέγων· Τι σοι φαίνεται, Σίμων; οι βασιλείς της γης από τίνων λαμβάνουσι φόρους ή δασμόν; από των υιών αυτών ή από των ξένων;
Λέγει, Ναί. Καὶ ὅτε εἰσῆλθεν εἰς τὴν οἰκίαν, προέφθασεν αὐτὸν ὁ Ἰησοῦς, λέγων, Τί σοι δοκεῖ, Σίμων; Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι τέλη ἢ κῆνσον; Ἀπὸ τῶν υἱῶν αὐτῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων;
26 Λέγει προς αυτόν ο Πέτρος· Από των ξένων. Είπε προς αυτόν ο Ιησούς· Άρα ελεύθεροι είναι οι υιοί.
Λέγει αὐτῷ ὁ Πέτρος, Ἀπὸ τῶν ἀλλοτρίων. Ἔφη αὐτῷ ὁ Ἰησοῦς, Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί.
27 Πλην διά να μη σκανδαλίσωμεν αυτούς, ύπαγε εις την θάλασσαν και ρίψον άγκιστρον και το πρώτον οψάριον, το οποίον αναβή, λάβε, και ανοίξας το στόμα αυτού θέλεις ευρεί στατήρα· εκείνον λαβών δος εις αυτούς δι' εμέ και σε.
Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς τὴν θάλασσαν βάλε ἄγκιστρον, καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.

< Κατα Ματθαιον 17 >