< Κατα Μαρκον 1 >

1 Αρχή του ευαγγελίου του Ιησού Χριστού, Υιού του Θεού.
Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, υἱοῦ τοῦ Θεοῦ.
2 Καθώς είναι γεγραμμένον εν τοις προφήταις· Ιδού, εγώ αποστέλλω τον άγγελόν μου προ προσώπου σου, όστις θέλει κατασκευάσει την οδόν σου έμπροσθέν σου·
Ὡς γέγραπται ἐν τοῖς προφήταις, Ἰδού, ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
3 Φωνή βοώντος εν τη ερήμω, ετοιμάσατε την οδόν του Κυρίου, ευθείας κάμετε τας τρίβους αυτού.
Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
4 Ήτο ο Ιωάννης βαπτίζων εν τη ερήμω και κηρύττων βάπτισμα μετανοίας εις άφεσιν αμαρτιών.
Ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ, καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.
5 Και εξήρχοντο προς αυτόν όλος ο τόπος της Ιουδαίας και οι Ιεροσολυμίται, και εβαπτίζοντο πάντες εν τω Ιορδάνη ποταμώ υπ' αυτού, εξομολογούμενοι τας αμαρτίας αυτών.
Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα, καὶ οἱ Ἱεροσολυμῖται, καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾿ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
6 Ήτο δε ο Ιωάννης ενδεδυμένος τρίχας καμήλου και έχων ζώνην δερματίνην περί την οσφύν αυτού, και τρώγων ακρίδας και μέλι άγριον.
Ἦν δὲ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον.
7 Και εκήρυττε, λέγων· Έρχεται ο ισχυρότερός μου οπίσω μου, του οποίου δεν είμαι άξιος σκύψας να λύσω το λωρίον των υποδημάτων αυτού.
Καὶ ἐκήρυσσε, λέγων, Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ.
8 Εγώ μεν σας εβάπτισα εν ύδατι, αυτός δε θέλει σας βαπτίσει εν Πνεύματι Αγίω.
Ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι· αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν πνεύματι ἁγίῳ.
9 Και εν εκείναις ταις ημέραις ήλθεν ο Ιησούς από Ναζαρέτ της Γαλιλαίας και εβαπτίσθη υπό Ιωάννου εις τον Ιορδάνην.
Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην.
10 Και ευθύς ενώ ανέβαινεν από του ύδατος, είδε τους ουρανούς σχιζομένους και το Πνεύμα καταβαίνον ως περιστεράν επ' αυτόν·
Καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος, εἶδε σχιζομένους τοὺς οὐρανούς, καὶ τὸ πνεῦμα ὡσεὶ περιστερὰν καταβαῖνον ἐπ᾿ αὐτόν·
11 και φωνή έγεινεν εκ των ουρανών· Συ είσαι ο Υιός μου ο αγαπητός, εις τον οποίον ευηρεστήθην.
καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν, Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.
12 Και ευθύς το Πνεύμα εκβάλλει αυτόν εις την έρημον·
Καὶ εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον.
13 και ήτο εκεί εν τη ερήμω ημέρας τεσσαράκοντα πειραζόμενος υπό του Σατανά, και ήτο μετά των θηρίων, και οι άγγελοι υπηρέτουν αυτόν.
Καὶ ἦν ἐκεῖ ἐν τῇ ἐρήμῳ ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.
14 Αφού δε παρεδόθη ο Ιωάννης, ήλθεν ο Ιησούς εις την Γαλιλαίαν κηρύττων το ευαγγέλιον της βασιλείας του Θεού
Μετὰ δὲ τὸ παραδοθῆναι τὸν Ἰωάννην, ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας τοῦ Θεοῦ,
15 και λέγων ότι επληρώθη ο καιρός και επλησίασεν η βασιλεία του Θεού· μετανοείτε και πιστεύετε εις το ευαγγέλιον.
καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρός, καὶ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ· μετανοεῖτε, καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.
16 Περιπατών δε παρά την θάλασσαν της Γαλιλαίας, είδε τον Σίμωνα και Ανδρέαν τον αδελφόν αυτού, ρίπτοντας δίκτυον εις την θάλασσαν· διότι ήσαν αλιείς·
Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ βάλλοντας ἀμφίβληστρον ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ ἁλιεῖς.
17 και είπε προς αυτούς ο Ιησούς· Έλθετε οπίσω μου, και θέλω σας κάμει να γείνητε αλιείς ανθρώπων.
Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων.
18 Και ευθύς αφήσαντες τα δίκτυα αυτών, ηκολούθησαν αυτόν.
Καὶ εὐθέως ἀφέντες τὰ δίκτυα αὐτῶν, ἠκολούθησαν αὐτῷ.
19 Και προχωρήσας εκείθεν ολίγον, είδεν Ιάκωβον τον του Ζεβεδαίου και Ιωάννην τον αδελφόν αυτού, και αυτούς εν τω πλοίω επισκευάζοντας τα δίκτυα,
Καὶ προβὰς ἐκεῖθεν ὀλίγον, εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα.
20 και ευθύς εκάλεσεν αυτούς. Και αφήσαντες τον πατέρα αυτών Ζεβεδαίον εν τω πλοίω μετά των μισθωτών, υπήγον οπίσω αυτού.
Καὶ εὐθέως ἐκάλεσεν αὐτούς· καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.
21 Και εισέρχονται εις Καπερναούμ· και ευθύς εν τω σαββάτω εισελθών ο Ιησούς εις την συναγωγήν εδίδασκε.
Καὶ εἰσπορεύονται εἰς Καπερναούμ· καὶ εὐθέως τοῖς σάββασιν εἰσελθὼν εἰς τὴν συναγωγήν, ἐδίδασκε.
22 Και εξεπλήττοντο διά την διδαχήν αυτού· διότι εδίδασκεν αυτούς ως έχων εξουσίαν, και ουχί ως οι γραμματείς.
Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς.
23 Και ήτο εν τη συναγωγή αυτών άνθρωπος έχων πνεύμα ακάθαρτον, και ανέκραξε,
Καὶ ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξε,
24 λέγων· Φευ, τι είναι μεταξύ ημών και σου, Ιησού Ναζαρηνέ; ήλθες να μας απολέσης; σε γνωρίζω τις είσαι, ο Άγιος του Θεού.
λέγων, Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ.
25 Και επετίμησεν αυτό ο Ιησούς, λέγων· Σιώπα και έξελθε εξ αυτού.
Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, λέγων, Φιμώθητι, καὶ ἔξελθε ἐξ αὐτοῦ.
26 Και το πνεύμα το ακάθαρτον, αφού εσπάραξεν αυτόν και έκραξε μετά φωνής μεγάλης, εξήλθεν εξ αυτού.
Καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ κράξαν φωνῇ μεγάλῃ, ἐξῆλθεν ἐξ αὐτοῦ.
27 Και πάντες εξεπλάγησαν, ώστε συνεζήτουν προς αλλήλους, λέγοντες· Τι είναι τούτο; τις αύτη η νέα διδαχή, διότι μετά εξουσίας προστάζει και τα ακάθαρτα πνεύματα, και υπακούουσιν εις αυτόν;
Καὶ ἐθαμβήθησαν πάντες, ὥστε συζητεῖν πρὸς αὐτούς, λέγοντας, Τί ἐστι τοῦτο; Τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη, ὅτι κατ᾿ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ;
28 Εξήλθε δε η φήμη αυτού ευθύς εις όλην την περίχωρον της Γαλιλαίας.
Ἐξῆλθε δὲ ἡ ἀκοὴ αὐτοῦ εὐθὺς εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.
29 Και ευθύς εξελθόντες εκ της συναγωγής, ήλθον εις την οικίαν Σίμωνος και Ανδρέου μετά του Ιακώβου και Ιωάννου.
Καὶ εὐθέως ἐκ τῆς συναγωγῆς ἐξελθόντες, ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου, μετὰ Ἰακώβου καὶ Ἰωάννου.
30 Η δε πενθερά του Σίμωνος ήτο κατάκοιτος πάσχουσα πυρετόν. Και ευθύς ελάλησαν προς αυτόν περί αυτής.
Ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ εὐθέως λέγουσιν αὐτῷ περὶ αὐτῆς·
31 Και πλησιάσας ήγειρεν αυτήν πιάσας την χείρα αυτής, και αφήκεν αυτήν ο πυρετός ευθύς, και υπηρέτει αυτούς.
καὶ προσελθὼν ἤγειρεν αὐτήν, κρατήσας τῆς χειρὸς αὐτῆς· καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸς εὐθέως, καὶ διηκόνει αὐτοῖς.
32 Αφού δε έγεινεν εσπέρα, ότε έδυσεν ο ήλιος, έφεραν προς αυτόν πάντας τους πάσχοντας και τους δαιμονιζομένους·
Ὀψίας δὲ γενομένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους·
33 και η πόλις όλη ήτο συνηγμένη έμπροσθεν της θύρας·
καὶ ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν πρὸς τὴν θύραν.
34 και εθεράπευσε πολλούς πάσχοντας διαφόρους αρρωστίας, και δαιμόνια πολλά εξέβαλε, και δεν άφινε τα δαιμόνια να λαλώσιν, επειδή εγνώριζον αυτόν.
Καὶ ἐθεράπευσε πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλε, καὶ οὐκ ἤφιε λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν αὐτόν.
35 Και το πρωΐ ενώ ήτο όρθρος βαθύς, σηκωθείς εξήλθε· και υπήγεν εις έρημον τόπον και εκεί προσηύχετο.
Καὶ πρωῒ ἔννυχον λίαν ἀναστὰς ἐξῆλθε, καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο.
36 Και έδραμον κατόπιν αυτού ο Σίμων και οι μετ' αυτού,
Καὶ κατεδίωξαν αὐτὸν ὁ Σίμων καὶ οἱ μετ᾿ αὐτοῦ·
37 και ευρόντες αυτόν λέγουσι προς αυτόν ότι πάντες σε ζητούσι.
καὶ εὑρόντες αὐτὸν λέγουσιν αὐτῷ ὅτι Πάντες ζητοῦσί σε.
38 Και λέγει προς αυτούς· Ας υπάγωμεν εις τας πλησίον κωμοπόλεις, διά να κηρύξω και εκεί· επειδή διά τούτο εξήλθον.
Καὶ λέγει αὐτοῖς, Ἄγωμεν εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα κἀκεῖ κηρύξω· εἰς τοῦτο γὰρ ἐξελήλυθα.
39 Και εκήρυττεν εν ταις συναγωγαίς αυτών εις όλην την Γαλιλαίαν και εξέβαλλε τα δαιμόνια.
Καὶ ἦν κηρύσσων ἐν ταῖς συναγωγαῖς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν, καὶ τὰ δαιμόνια ἐκβάλλων.
40 Και έρχεται προς αυτόν λεπρός παρακαλών αυτόν και γονυπετών έμπροσθεν αυτού και λέγων προς αυτόν ότι, εάν θέλης, δύνασαι να με καθαρίσης.
Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρός, παρακαλῶν αὐτὸν καὶ γονυπετῶν αὐτόν, καὶ λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.
41 Ο δε Ιησούς σπλαγχνισθείς, εξέτεινε την χείρα και ήγγισεν αυτόν και λέγει προς αυτόν· Θέλω, καθαρίσθητι.
Ὁ δὲ Ἰησοῦς σπλαγχνισθείς, ἐκτείνας τὴν χεῖρα, ἥψατο αὐτοῦ, καὶ λέγει αὐτῷ, Θέλω, καθαρίσθητι.
42 Και ως είπε τούτο, ευθύς έφυγεν απ' αυτού η λέπρα, και εκαθαρίσθη.
Καὶ εἰπόντος αὐτοῦ εὐθέως ἀπῆλθεν ἀπ᾿ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη.
43 Και προστάξας αυτόν εντόνως, ευθύς απέπεμψεν αυτόν
Καὶ ἐμβριμησάμενος αὐτῷ, εὐθέως ἐξέβαλεν αὐτόν,
44 και λέγει προς αυτόν· Πρόσεχε μη είπης προς μηδένα μηδέν, αλλ' ύπαγε, δείξον σεαυτόν εις τον ιερέα και πρόσφερε περί του καθαρισμού σου όσα προσέταξεν ο Μωϋσής διά μαρτυρίαν εις αυτούς.
καὶ λέγει αὐτῷ, Ὅρα μηδενὶ μηδὲν εἴπῃς· ἀλλ᾿ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξε Μωσῆς, εἰς μαρτύριον αὐτοῖς.
45 Αλλ' εκείνος εξελθών ήρχισε να κηρύττη πολλά και να διαφημίζη τον λόγον, ώστε πλέον δεν ηδύνατο αυτός να εισέλθη φανερά εις πόλιν, αλλ' ήτο έξω εν ερήμοις τόποις· και ήρχοντο προς αυτόν πανταχόθεν.
Ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλ᾿ ἔξω ἐν ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν πανταχόθεν.

< Κατα Μαρκον 1 >