< Ἔσδρας Αʹ 6 >
1 Τότε Δαρείος ο βασιλεύς εξέδωκε διαταγήν, και ηρεύνησαν εν τοις αρχείοις, όπου κείνται οι θησαυροί εν Βαβυλώνι.
τότε Δαρεῖος ὁ βασιλεὺς ἔθηκεν γνώμην καὶ ἐπεσκέψατο ἐν ταῖς βιβλιοθήκαις ὅπου ἡ γάζα κεῖται ἐν Βαβυλῶνι
2 Και ευρέθη εν Αχμεθά, εν τω παλατίω τω εν τη επαρχία των Μήδων, εις τόμος, και ήτο εν αυτώ υπόμνημα γεγραμμένον ούτως·
καὶ εὑρέθη ἐν πόλει ἐν τῇ βάρει τῆς Μήδων πόλεως κεφαλὶς μία καὶ τοῦτο ἦν γεγραμμένον ἐν αὐτῇ ὑπόμνημα
3 Εν τω πρώτω έτει Κύρου του βασιλέως, Κύρος ο βασιλεύς εξέδωκε διαταγήν περί του οίκου του Θεού του εν Ιερουσαλήμ, Ας οικοδομηθή ο οίκος, ο τόπος εις τον οποίον προσφέρονται αι θυσίαι, και ας τεθώσι τα θεμέλια αυτού δυνατά· το ύψος αυτού εξήκοντα πήχαι, το πλάτος αυτού εξήκοντα πήχαι·
ἐν ἔτει πρώτῳ Κύρου βασιλέως Κῦρος ὁ βασιλεὺς ἔθηκεν γνώμην περὶ οἴκου τοῦ θεοῦ τοῦ ἐν Ιερουσαλημ οἶκος οἰκοδομηθήτω καὶ τόπος οὗ θυσιάζουσιν τὰ θυσιάσματα καὶ ἔθηκεν ἔπαρμα ὕψος πήχεις ἑξήκοντα πλάτος αὐτοῦ πήχεων ἑξήκοντα
4 τρεις σειραί μεγάλων λίθων, και μία σειρά ξύλων νέων· και τα αναλώματα ας δοθώσιν εκ του οίκου του βασιλέως·
καὶ δόμοι λίθινοι κραταιοὶ τρεῖς καὶ δόμος ξύλινος εἷς καὶ ἡ δαπάνη ἐξ οἴκου τοῦ βασιλέως δοθήσεται
5 τα χρυσά έτι και τα αργυρά σκεύη του οίκου του Θεού, τα οποία ο Ναβουχοδονόσορ έλαβεν εκ του ναού του εν Ιερουσαλήμ και έφερεν εις Βαβυλώνα, ας αποδοθώσι και ας επανέλθωσιν εις τον ναόν τον εν Ιερουσαλήμ, έκαστον εις τον τόπον αυτού, και ας τεθώσιν εις τον οίκον του Θεού.
καὶ τὰ σκεύη οἴκου τοῦ θεοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ ἃ Ναβουχοδονοσορ ἐξήνεγκεν ἀπὸ οἴκου τοῦ ἐν Ιερουσαλημ καὶ ἐκόμισεν εἰς Βαβυλῶνα καὶ δοθήτω καὶ ἀπελθάτω εἰς τὸν ναὸν τὸν ἐν Ιερουσαλημ ἐπὶ τόπου οὗ ἐτέθη ἐν οἴκῳ τοῦ θεοῦ
6 Τώρα λοιπόν, Ταθναΐ, έπαρχε των πέραν του ποταμού, Σεθάρ-βοσναΐ, και οι συνέταιροί σας οι Αφαρσαχαίοι, οι πέραν του ποταμού, απομακρύνθητε εκείθεν·
νῦν δώσετε ἔπαρχοι πέραν τοῦ ποταμοῦ Σαθαρβουζανα καὶ οἱ σύνδουλοι αὐτῶν Αφαρσαχαῖοι οἱ ἐν πέρα τοῦ ποταμοῦ μακρὰν ὄντες ἐκεῖθεν
7 αφήσατε το έργον τούτου του οίκου του Θεού· ο έπαρχος των Ιουδαίων και οι πρεσβύτεροι των Ιουδαίων ας οικοδομήσωσι τον οίκον τούτον του Θεού εν τω τόπω αυτού.
ἄφετε τὸ ἔργον οἴκου τοῦ θεοῦ οἱ ἀφηγούμενοι τῶν Ιουδαίων καὶ οἱ πρεσβύτεροι τῶν Ιουδαίων οἶκον τοῦ θεοῦ ἐκεῖνον οἰκοδομείτωσαν ἐπὶ τοῦ τόπου αὐτοῦ
8 Εξεδόθη έτι απ' εμού διαταγή, τι θέλετε κάμει εις τους πρεσβυτέρους των Ιουδαίων τούτων, διά την οικοδομήν τούτου του οίκου του Θεού· εκ των υπαρχόντων του βασιλέως, εκ του φόρου των πέραν του ποταμού, θέλουσι δοθή αμέσως αναλώματα εις τους ανθρώπους τούτους, διά να μη εμποδισθώσι.
καὶ ἀπ’ ἐμοῦ ἐτέθη γνώμη μήποτέ τι ποιήσητε μετὰ τῶν πρεσβυτέρων τῶν Ιουδαίων τοῦ οἰκοδομῆσαι οἶκον τοῦ θεοῦ ἐκεῖνον καὶ ἀπὸ ὑπαρχόντων βασιλέως τῶν φόρων πέραν τοῦ ποταμοῦ ἐπιμελῶς δαπάνη ἔστω διδομένη τοῖς ἀνδράσιν ἐκείνοις τὸ μὴ καταργηθῆναι
9 Και ούτινος πράγματος έχουσι χρείαν, και μόσχοι και κριοί και πρόβατα, διά τας ολοκαυτώσεις του Θεού του ουρανού, σίτος, άλας, οίνος και έλαιον, κατά την αίτησιν των ιερέων των εν Ιερουσαλήμ, ας δίδωνται εις αυτούς καθ' ημέραν άνευ ελλείψεως,
καὶ ὃ ἂν ὑστέρημα καὶ υἱοὺς βοῶν καὶ κριῶν καὶ ἀμνοὺς εἰς ὁλοκαυτώσεις τῷ θεῷ τοῦ οὐρανοῦ πυρούς ἅλας οἶνον ἔλαιον κατὰ τὸ ῥῆμα τῶν ἱερέων τῶν ἐν Ιερουσαλημ ἔστω διδόμενον αὐτοῖς ἡμέραν ἐν ἡμέρᾳ ὃ ἐὰν αἰτήσωσιν
10 διά να προσφέρωσι θυσίας εις οσμήν ευωδίας προς τον Θεόν του ουρανού, και να προσεύχωνται υπέρ της ζωής του βασιλέως και των υιών αυτού.
ἵνα ὦσιν προσφέροντες εὐωδίας τῷ θεῷ τοῦ οὐρανοῦ καὶ προσεύχωνται εἰς ζωὴν τοῦ βασιλέως καὶ τῶν υἱῶν αὐτοῦ
11 Εξεδόθη έτι παρ' εμού διαταγή περί παντός ανθρώπου, όστις παραλλάξη τον λόγον τούτον, να αποσπασθή ξύλον εκ της οικίας αυτού και να στηθή και να κρεμασθή επ' αυτό· η δε οικία αυτού ας γείνη διά τούτο κοπρών.
καὶ ἀπ’ ἐμοῦ ἐτέθη γνώμη ὅτι πᾶς ἄνθρωπος ὃς ἀλλάξει τὸ ῥῆμα τοῦτο καθαιρεθήσεται ξύλον ἐκ τῆς οἰκίας αὐτοῦ καὶ ὠρθωμένος παγήσεται ἐπ’ αὐτοῦ καὶ ὁ οἶκος αὐτοῦ τὸ κατ’ ἐμὲ ποιηθήσεται
12 Και ο Θεός, όστις κατώκισε το όνομα αυτού εκεί, ας εξολοθρεύση πάντα βασιλέα και λαόν, όστις εκτείνη την χείρα αυτού διά να παραλλάξη τι, ώστε να καταστρέψη τούτον τον οίκον του Θεού τον εν Ιερουσαλήμ. Εγώ ο Δαρείος εξέδωκα την διαταγήν· ας εκτελεσθή ταχέως.
καὶ ὁ θεός οὗ κατασκηνοῖ τὸ ὄνομα ἐκεῖ καταστρέψει πάντα βασιλέα καὶ λαόν ὃς ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἀλλάξαι ἢ ἀφανίσαι τὸν οἶκον τοῦ θεοῦ ἐκεῖνον τὸν ἐν Ιερουσαλημ ἐγὼ Δαρεῖος ἔθηκα γνώμην ἐπιμελῶς ἔσται
13 Τότε ο Ταθναΐ, ο έπαρχος των εντεύθεν του ποταμού, ο Σεθάρ-βοσναΐ, και οι συνέταιροι αυτών, κατά τα προσταχθέντα υπό του Δαρείου του βασιλέως, ούτως έκαμον ταχέως.
τότε Θανθαναι ἔπαρχος πέραν τοῦ ποταμοῦ Σαθαρβουζανα καὶ οἱ σύνδουλοι αὐτοῦ πρὸς ὃ ἀπέστειλεν Δαρεῖος ὁ βασιλεὺς οὕτως ἐποίησαν ἐπιμελῶς
14 Και οι πρεσβύτεροι των Ιουδαίων ωκοδόμουν και ευωδούντο, κατά την προφητείαν Αγγαίου του προφήτου και Ζαχαρίου υιού του Ιδδώ. Και ωκοδόμησαν και ετελείωσαν, κατά την προσταγήν του Θεού του Ισραήλ, και κατά την προσταγήν του Κύρου και Δαρείου και Αρταξέρξου βασιλέως της Περσίας.
καὶ οἱ πρεσβύτεροι τῶν Ιουδαίων ᾠκοδομοῦσαν καὶ οἱ Λευῖται ἐν προφητείᾳ Αγγαιου τοῦ προφήτου καὶ Ζαχαριου υἱοῦ Αδδω καὶ ἀνῳκοδόμησαν καὶ κατηρτίσαντο ἀπὸ γνώμης θεοῦ Ισραηλ καὶ ἀπὸ γνώμης Κύρου καὶ Δαρείου καὶ Αρθασασθα βασιλέων Περσῶν
15 Και συνετελέσθη ο οίκος ούτος την τρίτην ημέραν του μηνός Αδάρ, εν τω έκτω έτει της βασιλείας Δαρείου του βασιλέως.
καὶ ἐτέλεσαν τὸν οἶκον τοῦτον ἕως ἡμέρας τρίτης μηνὸς Αδαρ ὅ ἐστιν ἔτος ἕκτον τῇ βασιλείᾳ Δαρείου τοῦ βασιλέως
16 Και εγκαινίασαν εν ευφροσύνη οι υιοί του Ισραήλ, οι ιερείς και οι Λευΐται, και οι λοιποί εκ των υιών της αιχμαλωσίας, τον οίκον τούτον του Θεού·
καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ κατάλοιποι υἱῶν ἀποικεσίας ἐγκαίνια τοῦ οἴκου τοῦ θεοῦ ἐν εὐφροσύνῃ
17 και προσέφεραν εις τον εγκαινιασμόν του οίκου τούτου του Θεού εκατόν μόσχους, διακοσίους κριούς, τετρακόσια αρνία· και διά προσφοράν περί αμαρτίας υπέρ παντός του Ισραήλ δώδεκα τράγους, κατά τον αριθμόν των φυλών του Ισραήλ.
καὶ προσήνεγκαν εἰς τὰ ἐγκαίνια τοῦ οἴκου τοῦ θεοῦ μόσχους ἑκατόν κριοὺς διακοσίους ἀμνοὺς τετρακοσίους χιμάρους αἰγῶν περὶ ἁμαρτίας ὑπὲρ παντὸς Ισραηλ δώδεκα εἰς ἀριθμὸν φυλῶν Ισραηλ
18 Και έστησαν τους ιερείς εις τας διαιρέσεις αυτών, και τους Λευΐτας εις τα υπουργήματα αυτών, διά την υπηρεσίαν του Θεού την εν Ιερουσαλήμ, κατά το γεγραμμένον εν τω βιβλίω του Μωϋσέως.
καὶ ἔστησαν τοὺς ἱερεῖς ἐν διαιρέσεσιν αὐτῶν καὶ τοὺς Λευίτας ἐν μερισμοῖς αὐτῶν ἐπὶ δουλείᾳ θεοῦ τοῦ ἐν Ιερουσαλημ κατὰ τὴν γραφὴν βιβλίου Μωυσῆ
19 Και έκαμον το πάσχα οι υιοί της αιχμαλωσίας τη δεκάτη τετάρτη του πρώτου μηνός·
καὶ ἐποίησαν οἱ υἱοὶ τῆς ἀποικεσίας τὸ πασχα τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου
20 διότι οι ιερείς και οι Λευΐται εκαθαρίσθησαν ομού· πάντες ήσαν κεκαθαρισμένοι, και έσφαξαν το πάσχα εις πάντας τους υιούς της αιχμαλωσίας, και εις τους αδελφούς αυτών τους ιερείς, και εις εαυτούς.
ὅτι ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἕως εἷς πάντες καθαροὶ καὶ ἔσφαξαν τὸ πασχα τοῖς πᾶσιν υἱοῖς τῆς ἀποικεσίας καὶ τοῖς ἀδελφοῖς αὐτῶν τοῖς ἱερεῦσιν καὶ ἑαυτοῖς
21 Και έφαγον οι υιοί Ισραήλ, οι επιστρέψαντες από της αιχμαλωσίας, και πάντες οι χωρισθέντες προς αυτούς από της ακαθαρσίας των εθνών της γης, διά να εκζητήσωσι Κύριον τον Θεόν του Ισραήλ.
καὶ ἔφαγον οἱ υἱοὶ Ισραηλ τὸ πασχα οἱ ἀπὸ τῆς ἀποικεσίας καὶ πᾶς ὁ χωριζόμενος τῆς ἀκαθαρσίας ἐθνῶν τῆς γῆς πρὸς αὐτοὺς τοῦ ἐκζητῆσαι κύριον θεὸν Ισραηλ
22 Και έκαμον την εορτήν των αζύμων επτά ημέρας μετ' ευφροσύνης· διότι εύφρανεν αυτούς ο Κύριος, και έστρεψε προς αυτούς την καρδίαν του βασιλέως της Ασσυρίας, διά να ενισχύση τας χείρας αυτών εις το έργον του οίκου του Θεού, του Θεού του Ισραήλ.
καὶ ἐποίησαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ ὅτι εὔφρανεν αὐτοὺς κύριος καὶ ἐπέστρεψεν καρδίαν βασιλέως Ασσουρ ἐπ’ αὐτοὺς κραταιῶσαι τὰς χεῖρας αὐτῶν ἐν ἔργοις οἴκου τοῦ θεοῦ Ισραηλ