< Παραλειπομένων Βʹ 1 >
1 Και εκραταιώθη ο Σολομών ο υιός του Δαβίδ εις την βασιλείαν αυτού· και Κύριος ο Θεός αυτού ήτο μετ' αυτού, και εμεγάλυνεν αυτόν εις άκρον.
καὶ ἐνίσχυσεν Σαλωμων υἱὸς Δαυιδ ἐπὶ τὴν βασιλείαν αὐτοῦ καὶ κύριος ὁ θεὸς αὐτοῦ μετ’ αὐτοῦ καὶ ἐμεγάλυνεν αὐτὸν εἰς ὕψος
2 Και ελάλησεν ο Σολομών προς πάντα τον Ισραήλ, προς τους χιλιάρχους και εκατοντάρχους και προς τους κριτάς και προς πάντας τους άρχοντας παντός του Ισραήλ, τους αρχηγούς των πατριών·
καὶ εἶπεν Σαλωμων πρὸς πάντα Ισραηλ τοῖς χιλιάρχοις καὶ τοῖς ἑκατοντάρχοις καὶ τοῖς κριταῖς καὶ πᾶσιν τοῖς ἄρχουσιν ἐναντίον Ισραηλ τοῖς ἄρχουσι τῶν πατριῶν
3 και υπήγαν ο Σολομών και πάσα η σύναξις μετ' αυτού εις τον υψηλόν τόπον τον εν Γαβαών· διότι εκεί ήτο η σκηνή του μαρτυρίου του Θεού, την οποίαν Μωϋσής, ο δούλος του Κυρίου, έκαμεν εν τη ερήμω.
καὶ ἐπορεύθη Σαλωμων καὶ πᾶσα ἡ ἐκκλησία μετ’ αὐτοῦ εἰς τὴν ὑψηλὴν τὴν ἐν Γαβαων οὗ ἐκεῖ ἦν ἡ σκηνὴ τοῦ μαρτυρίου τοῦ θεοῦ ἣν ἐποίησεν Μωυσῆς παῖς κυρίου ἐν τῇ ἐρήμῳ
4 Ο δε Δαβίδ είχεν αναβιβάσει την κιβωτόν του Θεού από Κιριάθ-ιαρείμ εις τον τόπον τον οποίον προητοίμασεν ο Δαβίδ δι' αυτήν· διότι είχε στήσει σκηνήν δι' αυτήν εν Ιερουσαλήμ.
ἀλλὰ κιβωτὸν τοῦ θεοῦ ἀνήνεγκεν Δαυιδ ἐκ πόλεως Καριαθιαριμ ὅτι ἡτοίμασεν αὐτῇ σκηνὴν εἰς Ιερουσαλημ
5 Και το χαλκούν θυσιαστήριον, το οποίον έκαμε Βεσελεήλ ο υιός του Ουρί, υιού του Ωρ, ήτο εκεί έμπροσθεν της σκηνής του Κυρίου· και εξεζήτησαν αυτό ο Σολομών και η σύναξις.
καὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ὃ ἐποίησεν Βεσελεηλ υἱὸς Ουριου υἱοῦ Ωρ ἐκεῖ ἦν ἔναντι τῆς σκηνῆς κυρίου καὶ ἐξεζήτησεν αὐτὸ Σαλωμων καὶ ἡ ἐκκλησία
6 Και ανέβη ο Σολομών εκεί επί το χαλκούν θυσιαστήριον ενώπιον του Κυρίου, το εν τη σκηνή του μαρτυρίου, και προσέφερεν επ' αυτό χίλια ολοκαυτώματα.
καὶ ἀνήνεγκεν ἐκεῖ Σαλωμων ἐπὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ἐνώπιον κυρίου τὸ ἐν τῇ σκηνῇ καὶ ἀνήνεγκεν ἐπ’ αὐτὸ ὁλοκαύτωσιν χιλίαν
7 Κατ' εκείνην την νύκτα εφάνη ο Θεός εις τον Σολομώντα και είπε προς αυτόν, Ζήτησον τι να σοι δώσω.
ἐν τῇ νυκτὶ ἐκείνῃ ὤφθη ὁ θεὸς τῷ Σαλωμων καὶ εἶπεν αὐτῷ αἴτησαι τί σοι δῶ
8 Ο δε Σολομών είπε προς τον Θεόν, Συ έκαμες μέγα έλεος προς Δαβίδ τον πατέρα μου, και με κατέστησας βασιλέα αντ' αυτού·
καὶ εἶπεν Σαλωμων πρὸς τὸν θεόν σὺ ἐποίησας μετὰ Δαυιδ τοῦ πατρός μου ἔλεος μέγα καὶ ἐβασίλευσάς με ἀντ’ αὐτοῦ
9 τώρα, Κύριε Θεέ, ας βεβαιωθή ο λόγος σου ο προς τον Δαβίδ τον πατέρα μου· διότι συ με έκαμες βασιλέα επί λαόν πολύν ως το χώμα της γής·
καὶ νῦν κύριε ὁ θεός πιστωθήτω τὸ ὄνομά σου ἐπὶ Δαυιδ πατέρα μου ὅτι σὺ ἐβασίλευσάς με ἐπὶ λαὸν πολὺν ὡς ὁ χοῦς τῆς γῆς
10 δος τώρα εις εμέ σοφίαν και σύνεσιν, διά να εξέρχωμαι και να εισέρχωμαι έμπροσθεν του λαού τούτου· διότι τις δύναται να κρίνη τον λαόν σου τούτον τον μέγαν;
νῦν σοφίαν καὶ σύνεσιν δός μοι καὶ ἐξελεύσομαι ἐνώπιον τοῦ λαοῦ τούτου καὶ εἰσελεύσομαι ὅτι τίς κρινεῖ τὸν λαόν σου τὸν μέγαν τοῦτον
11 Και είπεν ο Θεός προς τον Σολομώντα, Επειδή συνέλαβες τούτο εν τη καρδία σου, και δεν εζήτησας πλούτη, αγαθά και δόξαν ουδέ την ζωήν των μισούντων σε, ουδέ πολυζωΐαν εζήτησας, αλλ' εζήτησας εις σεαυτόν σοφίαν και σύνεσιν, διά να κρίνης τον λαόν μου, επί τον οποίον σε έκαμα βασιλέα·
καὶ εἶπεν ὁ θεὸς πρὸς Σαλωμων ἀνθ’ ὧν ἐγένετο τοῦτο ἐν τῇ καρδίᾳ σου καὶ οὐκ ᾐτήσω πλοῦτον χρημάτων οὐδὲ δόξαν οὐδὲ τὴν ψυχὴν τῶν ὑπεναντίων καὶ ἡμέρας πολλὰς οὐκ ᾐτήσω καὶ ᾔτησας σεαυτῷ σοφίαν καὶ σύνεσιν ὅπως κρίνῃς τὸν λαόν μου ἐφ’ ὃν ἐβασίλευσά σε ἐπ’ αὐτόν
12 η σοφία και η σύνεσις δίδεται εις σέ· και πλούτον και αγαθά και δόξαν θέλω δώσει εις σε, ως δεν έγεινεν εις τους βασιλείς τους προ σου, ουδέ εις τους μετά σε θέλουσι γείνει τοιαύτα.
τὴν σοφίαν καὶ τὴν σύνεσιν δίδωμί σοι καὶ πλοῦτον καὶ χρήματα καὶ δόξαν δώσω σοι ὡς οὐκ ἐγενήθη ὅμοιός σοι ἐν τοῖς βασιλεῦσι τοῖς ἔμπροσθέ σου καὶ μετὰ σὲ οὐκ ἔσται οὕτως
13 Τότε επέστρεψεν ο Σολομών εις Ιερουσαλήμ, από του υψηλού τόπου του εν Γαβαών, απ' έμπροσθεν της σκηνής του μαρτυρίου, και εβασίλευεν επί τον Ισραήλ.
καὶ ἦλθεν Σαλωμων ἐκ βαμα τῆς ἐν Γαβαων εἰς Ιερουσαλημ ἀπὸ προσώπου σκηνῆς μαρτυρίου καὶ ἐβασίλευσεν ἐπὶ Ισραηλ
14 Και συνήθροισεν ο Σολομών αμάξας και ιππείς· και είχε χιλίας τετρακοσίας αμάξας και δώδεκα χιλιάδας ιππέων, τους οποίους έθεσεν εις τας πόλεις των αμαξών και πλησίον του βασιλέως εν Ιερουσαλήμ.
καὶ συνήγαγεν Σαλωμων ἅρματα καὶ ἱππεῖς καὶ ἐγένοντο αὐτῷ χίλια καὶ τετρακόσια ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων καὶ κατέλιπεν αὐτὰ ἐν πόλεσιν τῶν ἁρμάτων καὶ ὁ λαὸς μετὰ τοῦ βασιλέως ἐν Ιερουσαλημ
15 Και κατέστησεν εν Ιερουσαλήμ ο βασιλεύς τον άργυρον και τον χρυσόν ως λίθους, και τας κέδρους κατέστησεν ως τας εν τη πεδιάδι συκαμίνους, διά την αφθονίαν.
καὶ ἔθηκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ιερουσαλημ ὡς λίθους καὶ τὰς κέδρους ἐν τῇ Ιουδαίᾳ ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος
16 Εγίνετο δε εις τον Σολομώντα εξαγωγή ίππων και λινού νήματος εξ Αιγύπτου· το μεν λινούν νήμα ελάμβανον οι έμποροι του βασιλέως εις ωρισμένην τιμήν.
καὶ ἡ ἔξοδος τῶν ἵππων τῶν Σαλωμων ἐξ Αἰγύπτου καὶ ἡ τιμὴ τῶν ἐμπόρων τοῦ βασιλέως ἐμπορεύεσθαι ἠγόραζον
17 Ανεβίβαζον δε και έφερον εξ Αιγύπτου μίαν άμαξαν διά εξακοσίους σίκλους αργυρούς, και έκαστον ίππον διά εκατόν πεντήκοντα· και ούτω διά πάντας τους βασιλείς των Χετταίων και διά τους βασιλείς της Συρίας η εξαγωγή εγίνετο διά χειρός αυτών.
καὶ ἀνέβαινον καὶ ἐξῆγον ἐξ Αἰγύπτου ἅρμα ἓν ἑξακοσίων ἀργυρίου καὶ ἵππον ἑκατὸν καὶ πεντήκοντα καὶ οὕτως πᾶσιν τοῖς βασιλεῦσιν τῶν Χετταίων καὶ βασιλεῦσιν Συρίας ἐν χερσὶν αὐτῶν ἔφερον