< Παραλειπομένων Βʹ 25 >
1 Εικοσιπέντε ετών ηλικίας εβασίλευσεν ο Αμασίας, και εβασίλευσεν εικοσιεννέα έτη εν Ιερουσαλήμ· το δε όνομα της μητρός αυτού ήτο Ιωαδάν, εξ Ιερουσαλήμ.
ὢν πέντε καὶ εἴκοσι ἐτῶν ἐβασίλευσεν Αμασιας καὶ εἴκοσι ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ιωαδεν ἀπὸ Ιερουσαλημ
2 Και έπραξε το ευθές ενώπιον Κυρίου, πλην ουχί εν καρδία τελεία.
καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον κυρίου ἀλλ’ οὐκ ἐν καρδίᾳ πλήρει
3 Ως δε η βασιλεία εκραταιώθη εις αυτόν, εθανάτωσε τους δούλους αυτού τους φονεύσαντας τον βασιλέα τον πατέρα αυτού·
καὶ ἐγένετο ὡς κατέστη ἡ βασιλεία ἐν χειρὶ αὐτοῦ καὶ ἐθανάτωσεν τοὺς παῖδας αὐτοῦ τοὺς φονεύσαντας τὸν βασιλέα πατέρα αὐτοῦ
4 τα τέκνα όμως αυτών δεν εθανάτωσεν, ως είναι γεγραμμένον εν τω νόμω, εν τω βιβλίω του Μωϋσέως, όπου ο Κύριος προσέταξε, λέγων, οι πατέρες δεν θέλουσι θανατόνεσθαι διά τα τέκνα, ουδέ τα τέκνα θέλουσι θανατόνεσθαι διά τους πατέρας· αλλ' έκαστος θέλει θανατόνεσθαι διά το εαυτού αμάρτημα.
καὶ τοὺς υἱοὺς αὐτῶν οὐκ ἀπέκτεινεν κατὰ τὴν διαθήκην τοῦ νόμου κυρίου καθὼς γέγραπται ὡς ἐνετείλατο κύριος λέγων οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων ἀλλ’ ἢ ἕκαστος τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανοῦνται
5 Και συνήγαγεν ο Αμασίας τον Ιούδαν, και κατέστησεν εξ αυτών χιλιάρχους και εκατοντάρχους, κατ' οίκους πατριών, διά παντός του Ιούδα και Βενιαμίν· και ηρίθμησεν αυτούς από είκοσι ετών και επάνω, και εύρηκεν αυτούς τριακοσίας χιλιάδας, εκλεκτούς, εξερχομένους εις πόλεμον, κρατούντας λόγχην και ασπίδα.
καὶ συνήγαγεν Αμασιας τὸν οἶκον Ιουδα καὶ ἀνέστησεν αὐτοὺς κατ’ οἴκους πατριῶν αὐτῶν εἰς χιλιάρχους καὶ ἑκατοντάρχους ἐν παντὶ Ιουδα καὶ Ιερουσαλημ καὶ ἠρίθμησεν αὐτοὺς ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω καὶ εὗρεν αὐτοὺς τριακοσίας χιλιάδας δυνατοὺς ἐξελθεῖν εἰς πόλεμον κρατοῦντας δόρυ καὶ θυρεόν
6 Εμίσθωσεν έτι εκ του Ισραήλ εκατόν χιλιάδας δυνατών εν ισχύϊ, δι' εκατόν τάλαντα αργυρίου.
καὶ ἐμισθώσατο ἀπὸ Ισραηλ ἑκατὸν χιλιάδας δυνατοὺς ἰσχύι ἑκατὸν ταλάντων ἀργυρίου
7 Ήλθε δε προς αυτόν άνθρωπος του Θεού, λέγων, Βασιλεύ, ας μη έλθη μετά σου το στράτευμα του Ισραήλ· διότι ο Κύριος δεν είναι μετά του Ισραήλ, μετά πάντων των υιών Εφραΐμ·
καὶ ἄνθρωπος τοῦ θεοῦ ἦλθεν πρὸς αὐτὸν λέγων βασιλεῦ οὐ πορεύσεται μετὰ σοῦ δύναμις Ισραηλ ὅτι οὐκ ἔστιν κύριος μετὰ Ισραηλ πάντων τῶν υἱῶν Εφραιμ
8 αλλ' εάν θέλης να υπάγης, κάμε τούτο· ενδυναμώθητι διά τον πόλεμον· ο Θεός όμως θέλει σε κατατροπώσει έμπροσθεν του εχθρού· διότι ο Θεός έχει δύναμιν να βοηθήση και να κατατροπώση.
ὅτι ἐὰν ὑπολάβῃς κατισχῦσαι ἐν τούτοις καὶ τροπώσεταί σε κύριος ἐναντίον τῶν ἐχθρῶν ὅτι ἔστιν παρὰ κυρίου καὶ ἰσχῦσαι καὶ τροπώσασθαι
9 Ο δε Αμασίας είπε προς τον άνθρωπον του Θεού, Αλλά τι θέλομεν κάμει διά τα εκατόν τάλαντα, τα οποία έδωκα εις το στράτευμα του Ισραήλ; Και ο άνθρωπος του Θεού απεκρίθη, Ο Κύριος είναι δυνατός να δώση εις σε πλειότερα τούτων.
καὶ εἶπεν Αμασιας τῷ ἀνθρώπῳ τοῦ θεοῦ καὶ τί ποιήσω τὰ ἑκατὸν τάλαντα ἃ ἔδωκα τῇ δυνάμει Ισραηλ καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ θεοῦ ἔστιν τῷ κυρίῳ δοῦναί σοι πλεῖστα τούτων
10 Τότε διεχώρισεν αυτούς ο Αμασίας, το στράτευμα το ελθόν προς αυτόν εκ του Εφραΐμ, διά να επιστρέψωσιν εις τον τόπον αυτών· και εξήφθη σφόδρα ο θυμός αυτών κατά του Ιούδα, και επέστρεψαν εις τον τόπον αυτών με έξαψιν θυμού.
καὶ διεχώρισεν Αμασιας τῇ δυνάμει τῇ ἐλθούσῃ πρὸς αὐτὸν ἀπὸ Εφραιμ ἀπελθεῖν εἰς τὸν τόπον αὐτῶν καὶ ἐθυμώθησαν σφόδρα ἐπὶ Ιουδαν καὶ ἐπέστρεψαν εἰς τὸν τόπον αὐτῶν ἐν ὀργῇ θυμοῦ
11 Ενεδυναμώθη δε ο Αμασίας και εξήγαγε τον λαόν αυτού και υπήγεν εις την κοιλάδα του άλατος και επάταξε τους υιούς Σηείρ δέκα χιλιάδας.
καὶ Αμασιας κατίσχυσεν καὶ παρέλαβεν τὸν λαὸν αὐτοῦ καὶ ἐπορεύθη εἰς τὴν κοιλάδα τῶν ἁλῶν καὶ ἐπάταξεν ἐκεῖ τοὺς υἱοὺς Σηιρ δέκα χιλιάδας
12 Και δέκα χιλιάδας ζώντας ηχμαλώτισαν οι υιοί Ιούδα, και έφεραν αυτούς εις το άκρον του κρημνού και κατεκρήμνιζον αυτούς από του άκρου του κρημνού, ώστε πάντες διερράγησαν.
καὶ δέκα χιλιάδας ἐζώγρησαν οἱ υἱοὶ Ιουδα καὶ ἔφερον αὐτοὺς ἐπὶ τὸ ἄκρον τοῦ κρημνοῦ καὶ κατεκρήμνιζον αὐτοὺς ἀπὸ τοῦ ἄκρου τοῦ κρημνοῦ καὶ πάντες διερρήγνυντο
13 Οι άνδρες όμως του στρατεύματος, το οποίον απέπεμψεν ο Αμασίας, διά να μη υπάγωσι μετ' αυτού εις πόλεμον, επέπεσον επί τας πόλεις του Ιούδα, από Σαμαρείας έως Βαιθ-ωρών, και επάταξαν τρεις χιλιάδας εξ αυτών και έλαβον λάφυρα πολλά.
καὶ οἱ υἱοὶ τῆς δυνάμεως οὓς ἀπέστρεψεν Αμασιας τοῦ μὴ πορευθῆναι μετ’ αὐτοῦ εἰς πόλεμον καὶ ἐπέθεντο ἐπὶ τὰς πόλεις Ιουδα ἀπὸ Σαμαρείας ἕως Βαιθωρων καὶ ἐπάταξαν ἐν αὐτοῖς τρεῖς χιλιάδας καὶ ἐσκύλευσαν σκῦλα πολλά
14 Αφού δε ο Αμασίας επέστρεψεν από της σφαγής των Ιδουμαίων, έφερε τους θεούς των υιών Σηείρ και έστησεν αυτούς εις εαυτόν θεούς και προσεκύνησεν έμπροσθεν αυτών και εθυμίασεν εις αυτούς.
καὶ ἐγένετο μετὰ τὸ ἐλθεῖν Αμασιαν πατάξαντα τὴν Ιδουμαίαν καὶ ἤνεγκεν πρὸς αὐτοὺς τοὺς θεοὺς υἱῶν Σηιρ καὶ ἔστησεν αὐτοὺς ἑαυτῷ εἰς θεοὺς καὶ ἐναντίον αὐτῶν προσεκύνει καὶ αὐτοῖς αὐτὸς ἔθυεν
15 Διά τούτο εξήφθη η οργή του Κυρίου κατά του Αμασίου· και απέστειλε προς αυτόν προφήτην και είπε προς αυτόν, Διά τι εξεζήτησας τους θεούς του λαού, οίτινες δεν ηδυνήθησαν να ελευθερώσωσι τον λαόν αυτών εκ της χειρός σου;
καὶ ἐγένετο ὀργὴ κυρίου ἐπὶ Αμασιαν καὶ ἀπέστειλεν αὐτῷ προφήτας καὶ εἶπαν αὐτῷ τί ἐζήτησας τοὺς θεοὺς τοῦ λαοῦ οἳ οὐκ ἐξείλαντο τὸν λαὸν αὐτῶν ἐκ χειρός σου
16 Και ενώ ελάλει προς αυτόν, ο βασιλεύς είπε προς αυτόν, Σύμβουλον σε έκαμον του βασιλέως; παύσον· διά τι να θανατωθής; Και έπαυσεν ο προφήτης, ειπών, Εξεύρω ότι ο Θεός εβουλεύθη να σε εξολοθρεύση, επειδή έκαμες τούτο και δεν υπήκουσας εις την συμβουλήν μου.
καὶ ἐγένετο ἐν τῷ λαλῆσαι αὐτῷ καὶ εἶπεν αὐτῷ μὴ σύμβουλον τοῦ βασιλέως δέδωκά σε πρόσεχε μὴ μαστιγωθῇς καὶ ἐσιώπησεν ὁ προφήτης καὶ εἶπεν ὅτι γινώσκω ὅτι ἐβούλετο ἐπὶ σοὶ τοῦ καταφθεῖραί σε ὅτι ἐποίησας τοῦτο καὶ οὐκ ἐπήκουσας τῆς συμβουλίας μου
17 Τότε συνεβουλεύθη Αμασίας ο βασιλεύς του Ιούδα και απέστειλε προς τον Ιωάς υιόν του Ιωάχαζ, υιού του Ιηού, τον βασιλέα του Ισραήλ, λέγων, Ελθέ, να ίδωμεν αλλήλους προσωπικώς.
καὶ ἐβουλεύσατο Αμασιας καὶ ἀπέστειλεν πρὸς Ιωας υἱὸν Ιωαχαζ υἱοῦ Ιου βασιλέα Ισραηλ λέγων δεῦρο ὀφθῶμεν προσώποις
18 Και απέστειλεν Ιωάς ο βασιλεύς του Ισραήλ προς τον Αμασίαν βασιλέα του Ιούδα, λέγων, Η άκανθα η εν τω Λιβάνω απέστειλε προς την κέδρον την εν τω Λιβάνω, λέγουσα, Δος την θυγατέρα σου εις τον υιόν μου διά γυναίκα· πλην διέβη θηρίον του αγρού το εν τω Λιβάνω, και κατεπάτησε την άκανθαν.
καὶ ἀπέστειλεν Ιωας βασιλεὺς Ισραηλ πρὸς Αμασιαν βασιλέα Ιουδα λέγων ὁ αχουχ ὁ ἐν τῷ Λιβάνῳ ἀπέστειλεν πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα καὶ ἰδοὺ ἐλεύσεται τὰ θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ καὶ ἦλθαν τὰ θηρία καὶ κατεπάτησαν τὸν αχουχ
19 Συ λέγεις, ιδού, επάταξας τον Εδώμ· και η καρδία σου επήρθη εις καύχησιν· κάθου τώρα εν τω οίκω σου· διά τι εμπλέκεσαι εις κακόν, διά το οποίον ήθελες πέσει, συ και ο Ιούδας μετά σου;
εἶπας ἰδοὺ ἐπάταξας τὴν Ιδουμαίαν καὶ ἐπαίρει σε ἡ καρδία ἡ βαρεῖα νῦν κάθησο ἐν οἴκῳ σου καὶ ἵνα τί συμβάλλεις ἐν κακίᾳ καὶ πεσῇ σὺ καὶ Ιουδας μετὰ σοῦ
20 Αλλ' ο Αμασίας δεν υπήκουσε· διότι εκ Θεού ήτο τούτο, διά να παραδώση αυτούς εις την χείρα των εχθρών, επειδή εξεζήτησαν τους θεούς του Εδώμ.
καὶ οὐκ ἤκουσεν Αμασιας ὅτι παρὰ κυρίου ἐγένετο τοῦ παραδοῦναι αὐτὸν εἰς χεῖρας ὅτι ἐξεζήτησεν τοὺς θεοὺς τῶν Ιδουμαίων
21 Ανέβη λοιπόν Ιωάς ο βασιλεύς του Ισραήλ· και είδον αλλήλους προσωπικώς, αυτός και Αμασίας ο βασιλεύς του Ιούδα, εν Βαιθ-σεμές, ήτις είναι του Ιούδα.
καὶ ἀνέβη Ιωας βασιλεὺς Ισραηλ καὶ ὤφθησαν ἀλλήλοις αὐτὸς καὶ Αμασιας βασιλεὺς Ιουδα ἐν Βαιθσαμυς ἥ ἐστιν τοῦ Ιουδα
22 Και εκτυπήθη ο Ιούδας έμπροσθεν του Ισραήλ, και έφυγον έκαστος εις τας σκηνάς αυτού.
καὶ ἐτροπώθη Ιουδας κατὰ πρόσωπον Ισραηλ καὶ ἔφυγεν ἕκαστος εἰς τὸ σκήνωμα
23 Και συνέλαβεν Ιωάς ο βασιλεύς του Ισραήλ Αμασίαν τον βασιλέα του Ιούδα, υιόν του Ιωάς υιού του Ιωάχαζ, εν Βαιθ-σεμές, και έφερεν αυτόν εις Ιερουσαλήμ και κατεδάφισε το τείχος της Ιερουσαλήμ από της πύλης Εφραΐμ έως της πύλης της γωνίας, τετρακοσίας πήχας.
καὶ τὸν Αμασιαν βασιλέα Ιουδα τὸν τοῦ Ιωας κατέλαβεν Ιωας βασιλεὺς Ισραηλ ἐν Βαιθσαμυς καὶ εἰσήγαγεν αὐτὸν εἰς Ιερουσαλημ καὶ κατέσπασεν ἀπὸ τοῦ τείχους Ιερουσαλημ ἀπὸ πύλης Εφραιμ ἕως πύλης γωνίας τετρακοσίους πήχεις
24 Και λαβών παν το χρυσίον και το αργύριον και πάντα τα σκεύη τα ευρεθέντα εν τω οίκω του Θεού μετά του Ωβήδ-εδώμ, και τους θησαυρούς του οίκου του βασιλέως, και ανθρώπους ενέχυρα, επέστρεψεν εις Σαμάρειαν.
καὶ πᾶν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ κυρίου καὶ παρὰ τῷ Αβδεδομ καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων καὶ ἐπέστρεψεν εἰς Σαμάρειαν
25 Έζησε δε Αμασίας ο υιός του Ιωάς ο βασιλεύς του Ιούδα, μετά τον θάνατον του Ιωάς υιού του Ιωάχαζ βασιλέως του Ισραήλ, δεκαπέντε έτη.
καὶ ἔζησεν Αμασιας ὁ τοῦ Ιωας βασιλεὺς Ιουδα μετὰ τὸ ἀποθανεῖν Ιωας τὸν τοῦ Ιωαχαζ βασιλέα Ισραηλ ἔτη δέκα πέντε
26 Αι δε λοιπαί πράξεις του Αμασίου, αι πρώται και αι έσχαται, ιδού, δεν είναι γεγραμμέναι εν τω βιβλίω των βασιλέων του Ιούδα και του Ισραήλ;
καὶ οἱ λοιποὶ λόγοι Αμασιου οἱ πρῶτοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίου βασιλέων Ιουδα καὶ Ισραηλ
27 Και ύστερον αφού εστράφη ο Αμασίας από όπισθεν του Κυρίου, έκαμον συνωμοσίαν κατ' αυτού εν Ιερουσαλήμ· και έφυγεν εις Λαχείς· απέστειλαν όμως κατόπιν αυτού εις Λαχείς και εθανάτωσαν αυτόν εκεί.
καὶ ἐν τῷ καιρῷ ᾧ ἀπέστη Αμασιας ἀπὸ κυρίου καὶ ἐπέθεντο αὐτῷ ἐπίθεσιν καὶ ἔφυγεν ἀπὸ Ιερουσαλημ εἰς Λαχις καὶ ἀπέστειλαν κατόπισθεν αὐτοῦ εἰς Λαχις καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ
28 Και έφεραν αυτόν επί ίππων, και έθαψαν αυτόν μετά των πατέρων αυτού εν πόλει Ιούδα.
καὶ ἀνέλαβον αὐτὸν ἐπὶ τῶν ἵππων καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ