< Παραλειπομένων Βʹ 24 >

1 Επτά ετών ηλικίας ήτο ο Ιωάς ότε εβασίλευσεν· εβασίλευσε δε τεσσαράκοντα έτη εν Ιερουσαλήμ· το δε όνομα της μητρός αυτού ήτο Σιβιά, εκ Βηρ-σαβεέ.
ὢν ἑπτὰ ἐτῶν Ιωας ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Σαβια ἐκ Βηρσαβεε
2 Και έπραττεν ο Ιωάς το ευθές ενώπιον Κυρίου, πάσας τας ημέρας Ιωδαέ του ιερέως.
καὶ ἐποίησεν Ιωας τὸ εὐθὲς ἐνώπιον κυρίου πάσας τὰς ἡμέρας Ιωδαε τοῦ ἱερέως
3 Και έλαβεν εις αυτόν ο Ιωδαέ δύο γυναίκας, και εγέννησεν υιούς και θυγατέρας.
καὶ ἔλαβεν αὐτῷ Ιωδαε γυναῖκας δύο καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας
4 Και μετά ταύτα ήλθεν εις την καρδίαν του Ιωάς να ανακαινίση τον οίκον του Κυρίου.
καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐγένετο ἐπὶ καρδίαν Ιωας ἐπισκευάσαι τὸν οἶκον κυρίου
5 Και συναγαγών τους ιερείς και τους Λευΐτας, είπε προς αυτούς, Εξέλθετε εις τας πόλεις του Ιούδα, και συνάγετε από παντός του Ισραήλ αργύριον προς επισκευήν του οίκου του Θεού σας κατ' έτος, και επισπεύσατε το πράγμα· οι Λευΐται όμως δεν επέσπευσαν.
καὶ συνήγαγεν τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας καὶ εἶπεν αὐτοῖς ἐξέλθατε εἰς τὰς πόλεις Ιουδα καὶ συναγάγετε ἀπὸ παντὸς Ισραηλ ἀργύριον κατισχῦσαι τὸν οἶκον κυρίου ἐνιαυτὸν κατ’ ἐνιαυτὸν καὶ σπεύσατε λαλῆσαι καὶ οὐκ ἔσπευσαν οἱ Λευῖται
6 Και εκάλεσεν ο βασιλεύς τον Ιωδαέ τον αρχηγόν και είπε προς αυτόν, Διά τι δεν εζήτησας παρά των Λευϊτών να εισπράξωσιν εκ του Ιούδα και εκ της Ιερουσαλήμ τον φόρον του Μωϋσέως, του δούλου του Κυρίου, και της συναγωγής του Ισραήλ, διά την σκηνήν του μαρτυρίου;
καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ιωας τὸν Ιωδαε τὸν ἄρχοντα καὶ εἶπεν αὐτῷ διὰ τί οὐκ ἐπεσκέψω περὶ τῶν Λευιτῶν τοῦ εἰσενέγκαι ἀπὸ Ιουδα καὶ Ιερουσαλημ τὸ κεκριμένον ὑπὸ Μωυσῆ ἀνθρώπου τοῦ θεοῦ ὅτε ἐξεκκλησίασεν τὸν Ισραηλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου
7 Διότι η Γοθολία, η ασεβής, και οι υιοί αυτής κατέφθειραν τον οίκον του Θεού· και πάντα έτι τα αφιερώματα του οίκου του Κυρίου ανέθηκαν εις τους Βααλείμ.
ὅτι Γοθολια ἦν ἡ ἄνομος καὶ οἱ υἱοὶ αὐτῆς κατέσπασαν τὸν οἶκον τοῦ θεοῦ καὶ γὰρ τὰ ἅγια οἴκου κυρίου ἐποίησαν ταῖς Βααλιμ
8 Έκαμον λοιπόν κατά προσταγήν του βασιλέως εν κιβώτιον, και έθεσαν αυτό εν τη πύλη του οίκου του Κυρίου έξω.
καὶ εἶπεν ὁ βασιλεύς γενηθήτω γλωσσόκομον καὶ τεθήτω ἐν πύλῃ οἴκου κυρίου ἔξω
9 Και διεκήρυξαν εις τον Ιούδαν και εις την Ιερουσαλήμ να εισφέρωσι προς τον Κύριον τον φόρον του Μωϋσέως του δούλου του Θεού, τον επιβληθέντα επί τον Ισραήλ εν τη ερήμω.
καὶ κηρυξάτωσαν ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ εἰσενέγκαι κυρίῳ καθὼς εἶπεν Μωυσῆς παῖς τοῦ θεοῦ ἐπὶ τὸν Ισραηλ ἐν τῇ ἐρήμῳ
10 Και ηυφράνθησαν πάντες οι άρχοντες και πας ο λαός, και εισέφερον και έρριπτον εις το κιβώτιον, εωσού γεμισθή.
καὶ ἔδωκαν πάντες ἄρχοντες καὶ πᾶς ὁ λαὸς καὶ εἰσέφερον καὶ ἐνέβαλλον εἰς τὸ γλωσσόκομον ἕως οὗ ἐπληρώθη
11 Ότε δε εφέρετο το κιβώτιον προς τους επιστάτας του βασιλέως διά χειρός των Λευϊτών, και ότε αυτοί έβλεπον ότι ήτο πολύ το αργύριον, ήρχετο ο γραμματεύς του βασιλέως και ο επιστάτης του ιερέως του πρώτου, και εξεκένονον το κιβώτιον και φέροντες έθετον αυτό πάλιν εις τον τόπον αυτού. Ούτως έκαμνον καθ' ημέραν και συνήγαγον αργύριον πολύ.
καὶ ἐγένετο ὡς εἰσέφερον τὸ γλωσσόκομον πρὸς τοὺς προστάτας τοῦ βασιλέως διὰ χειρὸς τῶν Λευιτῶν καὶ ὡς εἶδον ὅτι ἐπλεόνασεν τὸ ἀργύριον καὶ ἦλθεν ὁ γραμματεὺς τοῦ βασιλέως καὶ ὁ προστάτης τοῦ ἱερέως τοῦ μεγάλου καὶ ἐξεκένωσαν τὸ γλωσσόκομον καὶ κατέστησαν εἰς τὸν τόπον αὐτοῦ οὕτως ἐποίουν ἡμέραν ἐξ ἡμέρας καὶ συνήγαγον ἀργύριον πολύ
12 Και έδιδεν αυτό ο βασιλεύς και ο Ιωδαέ εις τους ποιούντας το έργον της υπηρεσίας του οίκου του Κυρίου, και εμίσθονον κτίστας και ξυλουργούς διά να ανακαινίσωσι τον οίκον του Κυρίου· και σιδηρουργούς έτι και χαλκουργούς, διά να επισκευάσωσι τον οίκον του Κυρίου.
καὶ ἔδωκεν αὐτὸ ὁ βασιλεὺς καὶ Ιωδαε ὁ ἱερεὺς τοῖς ποιοῦσιν τὰ ἔργα εἰς τὴν ἐργασίαν οἴκου κυρίου καὶ ἐμισθοῦντο λατόμους καὶ τέκτονας ἐπισκευάσαι τὸν οἶκον κυρίου καὶ χαλκεῖς σιδήρου καὶ χαλκοῦ ἐπισκευάσαι τὸν οἶκον κυρίου
13 Και οι εργαζόμενοι το έργον ειργάζοντο, και διά χειρός αυτών προέβη το έργον της επισκευής· και αποκατέστησαν τον οίκον του Θεού εις την προτέραν αυτού κατάστασιν και εστερέωσαν αυτόν.
καὶ ἐποίουν οἱ ποιοῦντες τὰ ἔργα καὶ ἀνέβη μῆκος τῶν ἔργων ἐν χερσὶν αὐτῶν καὶ ἀνέστησαν τὸν οἶκον κυρίου ἐπὶ τὴν στάσιν αὐτοῦ καὶ ἐνίσχυσαν
14 Και αφού ετελείωσαν, έφεραν το εναπολειφθέν αργύριον έμπροσθεν του βασιλέως και του Ιωδαέ, και εκ τούτου κατεσκεύασαν σκεύη διά τον οίκον του Κυρίου, σκεύη λειτουργίας και ολοκαυτώσεως και φιάλας και σκεύη χρυσά και αργυρά. Και προσέφερον ολοκαυτώματα εν τω οίκω του Κυρίου διά παντός, πάσας τας ημέρας του Ιωδαέ.
καὶ ὡς συνετέλεσαν ἤνεγκαν πρὸς τὸν βασιλέα καὶ πρὸς Ιωδαε τὸ κατάλοιπον τοῦ ἀργυρίου καὶ ἐποίησαν σκεύη εἰς οἶκον κυρίου σκεύη λειτουργικὰ ὁλοκαυτωμάτων καὶ θυίσκας χρυσᾶς καὶ ἀργυρᾶς καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις ἐν οἴκῳ κυρίου διὰ παντὸς πάσας τὰς ἡμέρας Ιωδαε
15 Εγήρασε δε ο Ιωδαέ και ήτο πλήρης ημερών, και απέθανεν· εκατόν τριάκοντα ετών ηλικίας ήτο ότε απέθανε.
καὶ ἐγήρασεν Ιωδαε πλήρης ἡμερῶν καὶ ἐτελεύτησεν ὢν ἑκατὸν καὶ τριάκοντα ἐτῶν ἐν τῷ τελευτᾶν αὐτόν
16 Και έθαψαν αυτόν εν πόλει Δαβίδ, μετά των βασιλέων· επειδή έπραξε καλόν εν τω Ισραήλ και προς τον Θεόν και τον οίκον αυτού.
καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυιδ μετὰ τῶν βασιλέων ὅτι ἐποίησεν ἀγαθωσύνην μετὰ Ισραηλ καὶ μετὰ τοῦ θεοῦ καὶ τοῦ οἴκου αὐτοῦ
17 Μετά δε τον θάνατον του Ιωδαέ ήλθον οι άρχοντες του Ιούδα και προσεκύνησαν τον βασιλέα· τότε ο βασιλεύς επήκουσεν αυτών·
καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ιωδαε εἰσῆλθον οἱ ἄρχοντες Ιουδα καὶ προσεκύνησαν τὸν βασιλέα τότε ἐπήκουσεν αὐτοῖς ὁ βασιλεύς
18 και εγκατέλιπον τον οίκον Κυρίου του Θεού των πατέρων αυτών, και ελάτρευον τα άλση και τα είδωλα· και ήλθεν οργή κατά του Ιούδα και της Ιερουσαλήμ, διά ταύτην την ανομίαν αυτών.
καὶ ἐγκατέλιπον τὸν κύριον θεὸν τῶν πατέρων αὐτῶν καὶ ἐδούλευον ταῖς Ἀστάρταις καὶ τοῖς εἰδώλοις καὶ ἐγένετο ὀργὴ ἐπὶ Ιουδαν καὶ ἐπὶ Ιερουσαλημ ἐν τῇ ἡμέρᾳ ταύτῃ
19 Απέστειλε μεν προς αυτούς προφήτας, διά να επαναφέρωσιν αυτούς εις τον Κύριον, και διεμαρτυρήθησαν εναντίον αυτών· αλλά δεν έδωκαν ακρόασιν.
καὶ ἀπέστειλεν πρὸς αὐτοὺς προφήτας ἐπιστρέψαι πρὸς κύριον καὶ οὐκ ἤκουσαν καὶ διεμαρτύραντο αὐτοῖς καὶ οὐκ ἤκουσαν
20 Και περιεχύθη το Πνεύμα του Θεού επί Ζαχαρίαν τον υιόν του Ιωδαέ του ιερέως, και σταθείς επάνωθεν του λαού, είπε προς αυτούς, Ούτω λέγει ο Θεός· Διά τι παραβαίνετε σεις τας εντολάς του Κυρίου; δεν θέλετε βεβαίως ευοδωθή· επειδή σεις εγκατελίπετε τον Κύριον, και αυτός εγκατέλιπεν εσάς.
καὶ πνεῦμα θεοῦ ἐνέδυσεν τὸν Αζαριαν τὸν τοῦ Ιωδαε τὸν ἱερέα καὶ ἀνέστη ἐπάνω τοῦ λαοῦ καὶ εἶπεν τάδε λέγει κύριος τί παραπορεύεσθε τὰς ἐντολὰς κυρίου καὶ οὐκ εὐοδωθήσεσθε ὅτι ἐγκατελίπετε τὸν κύριον καὶ ἐγκαταλείψει ὑμᾶς
21 Και συνώμοσαν κατ' αυτού· και ελιθοβόλησαν αυτόν με λίθους διά προσταγής του βασιλέως εν τη αυλή του οίκου του Κυρίου.
καὶ ἐπέθεντο αὐτῷ καὶ ἐλιθοβόλησαν αὐτὸν δῑ ἐντολῆς Ιωας τοῦ βασιλέως ἐν αὐλῇ οἴκου κυρίου
22 Και δεν ενεθυμήθη Ιωάς ο βασιλεύς το έλεος, το οποίον έκαμεν εις αυτόν Ιωδαέ ο πατήρ αυτού, αλλ' εθανάτωσε τον υιόν αυτού· ενώ δε απέθνησκεν, είπεν, Ο Κύριος ας ίδη και ας εκζητήση.
καὶ οὐκ ἐμνήσθη Ιωας τοῦ ἐλέους οὗ ἐποίησεν μετ’ αὐτοῦ Ιωδαε ὁ πατὴρ αὐτοῦ καὶ ἐθανάτωσεν τὸν υἱὸν αὐτοῦ καὶ ὡς ἀπέθνῃσκεν εἶπεν ἴδοι κύριος καὶ κρινάτω
23 Και εν τω τέλει του έτους ανέβη το στράτευμα της Συρίας εναντίον αυτού· και ήλθον επί τον Ιούδαν και επί την Ιερουσαλήμ, και εξωλόθρευσαν πάντας τους άρχοντας του λαού εκ μέσου του λαού, και έστειλαν πάντα τα λάφυρα αυτών προς τον βασιλέα της Δαμασκού.
καὶ ἐγένετο μετὰ τὴν συντέλειαν τοῦ ἐνιαυτοῦ ἀνέβη ἐπ’ αὐτὸν δύναμις Συρίας καὶ ἦλθεν ἐπὶ Ιουδαν καὶ ἐπὶ Ιερουσαλημ καὶ κατέφθειραν πάντας τοὺς ἄρχοντας τοῦ λαοῦ ἐν τῷ λαῷ καὶ πάντα τὰ σκῦλα αὐτῶν ἀπέστειλαν τῷ βασιλεῖ Δαμασκοῦ
24 Αν και το στράτευμα της Συρίας ήλθε μετ' ολίγων ανδρών, ο Κύριος όμως παρέδωκε στράτευμα μέγα σφόδρα εις την χείρα αυτών, επειδή εγκατέλιπον Κύριον τον Θεόν των πατέρων αυτών· και εξετέλεσαν κρίσιν κατά του Ιωάς.
ὅτι ἐν ὀλίγοις ἀνδράσιν παρεγένετο δύναμις Συρίας καὶ ὁ θεὸς παρέδωκεν εἰς τὰς χεῖρας αὐτῶν δύναμιν πολλὴν σφόδρα ὅτι ἐγκατέλιπον κύριον θεὸν τῶν πατέρων αὐτῶν καὶ μετὰ Ιωας ἐποίησεν κρίματα
25 Αφού δε ανεχώρησαν απ' αυτού, αφήσαντες αυτόν εν αρρωστίαις μεγάλαις, συνώμοσαν εναντίον αυτού οι δούλοι αυτού διά το αίμα των υιών Ιωδαέ του ιερέως, και εθανάτωσαν αυτόν επί της κλίνης αυτού, και απέθανε· και έθαψαν αυτόν εν πόλει Δαβίδ, δεν έθαψαν όμως αυτόν εν τοις τάφοις των βασιλέων.
καὶ μετὰ τὸ ἀπελθεῖν αὐτοὺς ἀπ’ αὐτοῦ ἐν τῷ ἐγκαταλιπεῖν αὐτὸν ἐν μαλακίαις μεγάλαις καὶ ἐπέθεντο αὐτῷ οἱ παῖδες αὐτοῦ ἐν αἵμασιν υἱοῦ Ιωδαε τοῦ ἱερέως καὶ ἐθανάτωσαν αὐτὸν ἐπὶ τῆς κλίνης αὐτοῦ καὶ ἀπέθανεν καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυιδ καὶ οὐκ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν βασιλέων
26 Οι δε συνομόσαντες εναντίον αυτού ήσαν ούτοι Ζαβάδ ο υιός της Σιμεάθ της Αμμωνίτιδος και Ιωζαβάδ ο υιός της Σιμρίθ της Μωαβίτιδος.
καὶ οἱ ἐπιθέμενοι ἐπ’ αὐτὸν Ζαβεδ ὁ τοῦ Σαμαθ ὁ Αμμανίτης καὶ Ιωζαβεδ ὁ τοῦ Σομαρωθ ὁ Μωαβίτης
27 Περί δε των υιών αυτού και του πλήθους των υπ' αυτού φορτίων, και της επισκευής του οίκου του Θεού, ιδού, είναι γεγραμμένα εν τοις υπομνήμασι του βιβλίου των βασιλέων. Εβασίλευσε δε αντ' αυτού Αμασίας ο υιός αυτού.
καὶ οἱ υἱοὶ αὐτοῦ πάντες καὶ προσῆλθον αὐτῷ οἱ πέντε καὶ τὰ λοιπὰ ἰδοὺ γεγραμμένα ἐπὶ τὴν γραφὴν τῶν βασιλέων καὶ ἐβασίλευσεν Αμασιας υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ

< Παραλειπομένων Βʹ 24 >