< Παραλειπομένων Αʹ 16 >

1 Και έφεραν την κιβωτόν του Θεού και έθεσαν αυτήν εν τω μέσω της σκηνής, την οποίαν έστησε δι' αυτήν ο Δαβίδ· και προσέφεραν ολοκαυτώματα και ειρηνικάς προσφοράς ενώπιον του Θεού.
καὶ εἰσήνεγκαν τὴν κιβωτὸν τοῦ θεοῦ καὶ ἀπηρείσαντο αὐτὴν ἐν μέσῳ τῆς σκηνῆς ἧς ἔπηξεν αὐτῇ Δαυιδ καὶ προσήνεγκαν ὁλοκαυτώματα καὶ σωτηρίου ἐναντίον τοῦ θεοῦ
2 Και αφού ετελείωσεν ο Δαβίδ προσφέρων τα ολοκαυτώματα και τας ειρηνικάς προσφοράς, ευλόγησε τον λαόν εν ονόματι Κυρίου.
καὶ συνετέλεσεν Δαυιδ ἀναφέρων ὁλοκαυτώματα καὶ σωτηρίου καὶ εὐλόγησεν τὸν λαὸν ἐν ὀνόματι κυρίου
3 Και διεμοίρασεν εις πάντα άνθρωπον εκ του Ισραήλ, από ανδρός έως γυναικός, εις έκαστον εν ψωμίον και εν τμήμα κρέατος και μίαν φιάλην οίνου.
καὶ διεμέρισεν παντὶ ἀνδρὶ Ισραηλ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς τῷ ἀνδρὶ ἄρτον ἕνα ἀρτοκοπικὸν καὶ ἀμορίτην
4 Και διώρισεν εκ των Λευϊτών διά να λειτουργώσιν έμπροσθεν της κιβωτού του Κυρίου, και να μνημονεύωσι και να ευχαριστώσι και να υμνώσι Κύριον τον Θεόν του Ισραήλ·
καὶ ἔταξεν κατὰ πρόσωπον τῆς κιβωτοῦ διαθήκης κυρίου ἐκ τῶν Λευιτῶν λειτουργοῦντας ἀναφωνοῦντας καὶ ἐξομολογεῖσθαι καὶ αἰνεῖν κύριον τὸν θεὸν Ισραηλ
5 τον Ασάφ πρώτον, και δεύτερον αυτού τον Ζαχαρίαν, έπειτα τον Ιεϊήλ και Σεμιραμώθ και Ιεχιήλ και Ματταθίαν και Ελιάβ και Βεναΐαν και Ωβήδ-εδώμ· και ο μεν Ιεϊήλ ήχει εν ψαλτηρίοις και κιθάραις, ο δε Ασάφ εν κυμβάλοις·
Ασαφ ὁ ἡγούμενος καὶ δευτερεύων αὐτῷ Ζαχαριας Ιιηλ Σεμιραμωθ Ιιηλ Ματταθιας Ελιαβ καὶ Βαναιας καὶ Αβδεδομ καὶ Ιιηλ ἐν ὀργάνοις νάβλαις καὶ κινύραις καὶ Ασαφ ἐν κυμβάλοις ἀναφωνῶν
6 ο Βεναΐας δε και ο Ιααζιήλ, οι ιερείς, εν σάλπιγξι πάντοτε έμπροσθεν της κιβωτού της διαθήκης του Θεού.
καὶ Βαναιας καὶ Οζιηλ οἱ ἱερεῖς ἐν ταῖς σάλπιγξιν διὰ παντὸς ἐναντίον τῆς κιβωτοῦ τῆς διαθήκης τοῦ θεοῦ
7 Τότε πρώτον την ημέραν εκείνην παρέδωκεν ο Δαβίδ εις την χείρα του Ασάφ και των αδελφών αυτού τον ψαλμόν τούτον, διά να δοξολογήση τον Κύριον·
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τότε ἔταξεν Δαυιδ ἐν ἀρχῇ τοῦ αἰνεῖν τὸν κύριον ἐν χειρὶ Ασαφ καὶ τῶν ἀδελφῶν αὐτοῦ
8 Δοξολογείτε τον Κύριον· επικαλείσθε το όνομα αυτού· κάμετε γνωστά εις τα έθνη τα έργα αυτού.
ἐξομολογεῖσθε τῷ κυρίῳ ἐπικαλεῖσθε αὐτὸν ἐν ὀνόματι αὐτοῦ γνωρίσατε ἐν λαοῖς τὰ ἐπιτηδεύματα αὐτοῦ
9 Ψάλλετε εις αυτόν· ψαλμωδείτε εις αυτόν· λαλείτε περί πάντων των θαυμασίων αυτού.
ᾄσατε αὐτῷ καὶ ὑμνήσατε αὐτῷ διηγήσασθε πᾶσιν τὰ θαυμάσια αὐτοῦ ἃ ἐποίησεν κύριος
10 Καυχάσθε εις το άγιον αυτού όνομα· ας ευφραίνηται η καρδία των εκζητούντων τον Κύριον.
αἰνεῖτε ἐν ὀνόματι ἁγίῳ αὐτοῦ εὐφρανθήσεται καρδία ζητοῦσα τὴν εὐδοκίαν αὐτοῦ
11 Ζητείτε τον Κύριον και την δύναμιν αυτού· εκζητείτε το πρόσωπον αυτού διαπαντός.
ζητήσατε τὸν κύριον καὶ ἰσχύσατε ζητήσατε τὸ πρόσωπον αὐτοῦ διὰ παντός
12 Μνημονεύετε των θαυμασίων αυτού τα οποία έκαμε, των τεραστίων αυτού και των κρίσεων του στόματος αυτού,
μνημονεύετε τὰ θαυμάσια αὐτοῦ ἃ ἐποίησεν τέρατα καὶ κρίματα τοῦ στόματος αὐτοῦ
13 Σπέρμα Ισραήλ του δούλου αυτού, υιοί Ιακώβ, οι εκλεκτοί αυτού.
σπέρμα Ισραηλ παῖδες αὐτοῦ υἱοὶ Ιακωβ ἐκλεκτοὶ αὐτοῦ
14 Αυτός είναι Κύριος ο Θεός ημών· εν πάση τη γη είναι αι κρίσεις αυτού.
αὐτὸς κύριος ὁ θεὸς ἡμῶν ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ
15 Μνημονεύετε πάντοτε της διαθήκης αυτού, του λόγου τον οποίον προσέταξεν εις χιλίας γενεάς·
μνημονεύων εἰς αἰῶνα διαθήκης αὐτοῦ λόγον αὐτοῦ ὃν ἐνετείλατο εἰς χιλίας γενεάς
16 της διαθήκης την οποίαν έκαμε προς τον Αβραάμ, και τον όρκον αυτού προς τον Ισαάκ·
ὃν διέθετο τῷ Αβρααμ καὶ τὸν ὅρκον αὐτοῦ τῷ Ισαακ
17 Και εβεβαίωσεν αυτόν προς τον Ιακώβ διά νόμον, προς τον Ισραήλ διά διαθήκην αιώνιον.
ἔστησεν αὐτὸν τῷ Ιακωβ εἰς πρόσταγμα τῷ Ισραηλ διαθήκην αἰώνιον
18 Λέγων, εις σε θέλω δώσει την γην Χαναάν, μερίδα της κληρονομίας σας.
λέγων σοὶ δώσω τὴν γῆν Χανααν σχοίνισμα κληρονομίας ὑμῶν
19 Ενώ σεις ήσθε ολιγοστοί τον αριθμόν, ολίγοι και πάροικοι εν αυτή,
ἐν τῷ γενέσθαι αὐτοὺς ὀλιγοστοὺς ἀριθμῷ ὡς ἐσμικρύνθησαν καὶ παρῴκησαν ἐν αὐτῇ
20 και διήρχοντο από έθνους εις έθνος και από βασιλείου εις άλλον λαόν,
καὶ ἐπορεύθησαν ἀπὸ ἔθνους εἰς ἔθνος καὶ ἀπὸ βασιλείας εἰς λαὸν ἕτερον
21 δεν αφήκεν άνθρωπον να αδικήση αυτούς· μάλιστα υπέρ αυτών ήλεγξε βασιλείς,
οὐκ ἀφῆκεν ἄνδρα τοῦ δυναστεῦσαι αὐτοὺς καὶ ἤλεγξεν περὶ αὐτῶν βασιλεῖς
22 λέγων, Μη εγγίσητε τους κεχρισμένους μου, και μη κακοποιήσητε τους προφήτας μου.
μὴ ἅψησθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε
23 Ψάλλετε εις τον Κύριον, πάσα η γή· κηρύττετε από ημέρας εις ημέραν την σωτηρίαν αυτού.
ᾄσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ ἀναγγείλατε ἐξ ἡμέρας εἰς ἡμέραν σωτηρίαν αὐτοῦ
24 Αναγγείλατε εις τα έθνη την δόξαν αυτού, εις πάντας τους λαούς τα θαυμάσια αυτού.
25 Διότι μέγας είναι ο Κύριος και αξιΰμνητος σφόδρα, και είναι φοβερός υπέρ πάντας τους θεούς.
ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς
26 Διότι πάντες οι θεοί των εθνών είναι είδωλα· ο δε Κύριος τους ουρανούς εποίησε.
ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν εἴδωλα καὶ ὁ θεὸς ἡμῶν οὐρανὸν ἐποίησεν
27 Δόξα και μεγαλοπρέπεια είναι ενώπιον αυτού· ισχύς και αγαλλίασις εν τω τόπω αυτού.
δόξα καὶ ἔπαινος κατὰ πρόσωπον αὐτοῦ ἰσχὺς καὶ καύχημα ἐν τόπῳ αὐτοῦ
28 Απόδοτε εις τον Κύριον, πατριαί των λαών, απόδοτε εις τον Κύριον δόξαν και κράτος.
δότε τῷ κυρίῳ πατριαὶ τῶν ἐθνῶν δότε τῷ κυρίῳ δόξαν καὶ ἰσχύν
29 Απόδοτε εις τον Κύριον την δόξαν του ονόματος αυτού· λάβετε προσφοράς και έλθετε ενώπιον αυτού· προσκυνήσατε τον Κύριον εν τω μεγαλοπρεπεί αγιαστηρίω αυτού.
δότε τῷ κυρίῳ δόξαν ὀνόματος αὐτοῦ λάβετε δῶρα καὶ ἐνέγκατε κατὰ πρόσωπον αὐτοῦ καὶ προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλαῖς ἁγίαις αὐτοῦ
30 Φοβείσθε από προσώπου αυτού, πάσα η γή· η οικουμένη θέλει βεβαίως είσθαι εστερεωμένη, δεν θέλει σαλευθή.
φοβηθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ κατορθωθήτω ἡ γῆ καὶ μὴ σαλευθήτω
31 Ας ευφραίνωνται οι ουρανοί, και ας αγάλλεται η γή· και ας λέγωσι μεταξύ των εθνών, Ο Κύριος βασιλεύει.
εὐφρανθήτω ὁ οὐρανός καὶ ἀγαλλιάσθω ἡ γῆ καὶ εἰπάτωσαν ἐν τοῖς ἔθνεσιν κύριος βασιλεύων
32 Ας ηχή η θάλασσα και το πλήρωμα αυτής· ας χαίρωσιν αι πεδιάδες και πάντα τα εν αυταίς.
βομβήσει ἡ θάλασσα σὺν τῷ πληρώματι καὶ ξύλον ἀγροῦ καὶ πάντα τὰ ἐν αὐτῷ
33 Τότε θέλουσιν αγάλλεσθαι τα δένδρα του δάσους εν τη παρουσία του Κυρίου· διότι έρχεται διά να κρίνη την γην.
τότε εὐφρανθήσεται τὰ ξύλα τοῦ δρυμοῦ ἀπὸ προσώπου κυρίου ὅτι ἦλθεν κρῖναι τὴν γῆν
34 Δοξολογείτε τον Κύριον· διότι είναι αγαθός· διότι το έλεος αυτού μένει εις τον αιώνα.
ἐξομολογεῖσθε τῷ κυρίῳ ὅτι ἀγαθόν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
35 Και είπατε, Σώσον ημάς, Θεέ της σωτηρίας ημών, και συνάγαγε ημάς και ελευθέρωσον ημάς εκ των εθνών, διά να δοξολογώμεν το όνομά σου το άγιον, και να καυχώμεθα εις την αίνεσίν σου.
καὶ εἴπατε σῶσον ἡμᾶς ὁ θεὸς τῆς σωτηρίας ἡμῶν καὶ ἐξελοῦ ἡμᾶς ἐκ τῶν ἐθνῶν τοῦ αἰνεῖν τὸ ὄνομα τὸ ἅγιόν σου καὶ καυχᾶσθαι ἐν ταῖς αἰνέσεσίν σου
36 Ευλογητός Κύριος ο Θεός του Ισραήλ απ' αιώνος και έως αιώνος. Και πας ο λαός είπεν, Αμήν, και ήνεσε τον Κύριον.
εὐλογημένος κύριος ὁ θεὸς Ισραηλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος καὶ ἐρεῖ πᾶς ὁ λαός αμην καὶ ᾔνεσαν τῷ κυρίῳ
37 Τότε αφήκεν εκεί έμπροσθεν της κιβωτού της διαθήκης του Κυρίου τον Ασάφ και τους αδελφούς αυτού, διά να λειτουργώσιν έμπροσθεν της κιβωτού πάντοτε, κατά το απαιτούμενον εκάστης ημέρας·
καὶ κατέλιπον ἐκεῖ ἔναντι τῆς κιβωτοῦ διαθήκης κυρίου τὸν Ασαφ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοῦ λειτουργεῖν ἐναντίον τῆς κιβωτοῦ διὰ παντὸς τὸ τῆς ἡμέρας εἰς ἡμέραν
38 και τον Ωβήβ-εδώμ και τους αδελφούς αυτού, εξήκοντα οκτώ· και τον Ωβήδ-εδώμ τον υιόν του Ιεδουθούν, και τον Ωσά, διά πυλωρούς·
καὶ Αβδεδομ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑξήκοντα καὶ ὀκτώ καὶ Αβδεδομ υἱὸς Ιδιθων καὶ Οσσα εἰς πυλωρούς
39 και τον Σαδώκ τον ιερέα και τους αδελφούς αυτού τους ιερείς, έμπροσθεν της σκηνής του Κυρίου εν τω υψηλώ τόπω τω εν Γαβαών,
καὶ τὸν Σαδωκ τὸν ἱερέα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς ἱερεῖς ἐναντίον σκηνῆς κυρίου ἐν Βαμα τῇ ἐν Γαβαων
40 διά να προσφέρωσιν ολοκαυτώματα προς τον Κύριον επί του θυσιαστηρίου των ολοκαυτωμάτων πάντοτε πρωΐ και εσπέρας, και να κάμνωσι κατά πάντα τα γεγραμμένα εν τω νόμω του Κυρίου, τον οποίον προσέταξεν εις τον Ισραήλ·
τοῦ ἀναφέρειν ὁλοκαυτώματα τῷ κυρίῳ ἐπὶ τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων διὰ παντὸς τὸ πρωὶ καὶ τὸ ἑσπέρας καὶ κατὰ πάντα τὰ γεγραμμένα ἐν νόμῳ κυρίου ὅσα ἐνετείλατο ἐφ’ υἱοῖς Ισραηλ ἐν χειρὶ Μωυσῆ τοῦ θεράποντος τοῦ θεοῦ
41 και μετ' αυτών τον Αιμάν και Ιεδουθούν και τους λοιπούς τους εκλελεγμένους, οίτινες διωρίσθησαν κατ' όνομα, διά να δοξολογώσι τον Κύριον, διότι το έλεος αυτού μένει εις τον αιώνα·
καὶ μετ’ αὐτοῦ Αιμαν καὶ Ιδιθων καὶ οἱ λοιποὶ ἐκλεγέντες ἐπ’ ὀνόματος τοῦ αἰνεῖν τὸν κύριον ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
42 και μετ' αυτών τον Αιμάν και Ιεδουθούν, με σάλπιγγας και κύμβαλα, διά εκείνους οίτινες έπρεπε να ηχώσι, και με όργανα μουσικά του Θεού. Οι δε υιοί του Ιεδουθούν ήσαν πυλωροί.
καὶ μετ’ αὐτῶν σάλπιγγες καὶ κύμβαλα τοῦ ἀναφωνεῖν καὶ ὄργανα τῶν ᾠδῶν τοῦ θεοῦ υἱοὶ Ιδιθων εἰς τὴν πύλην
43 Και απήλθε πας ο λαός, έκαστος εις την οικίαν αυτού· και επέστρεψεν ο Δαβίδ, διά να ευλογήση τον οίκον αυτού.
καὶ ἐπορεύθη ἅπας ὁ λαὸς ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ καὶ ἐπέστρεψεν Δαυιδ τοῦ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ

< Παραλειπομένων Αʹ 16 >