< Προς Ρωμαιους 15 >

1 οφειλομεν δε ημεισ οι δυνατοι τα ασθενηματα των αδυνατων βασταζειν και μη εαυτοισ αρεσκειν
Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν καὶ μὴ ἑαυτοῖς ἀρέσκειν·
2 εκαστοσ ημων τω πλησιον αρεσκετω εισ το αγαθον προσ οικοδομην
ἕκαστος (γάρ *k*) ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν.
3 και γαρ ο χριστοσ ουχ εαυτω ηρεσεν αλλα καθωσ γεγραπται οι ονειδισμοι των ονειδιζοντων σε επεπεσον επ εμε
καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν ἀλλὰ καθὼς γέγραπται· οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε (ἐπέπεσαν *N(k)O*) ἐπ᾽ ἐμέ.
4 οσα γαρ προεγραφη εισ την ημετεραν διδασκαλιαν προεγραφη ινα δια τησ υπομονησ και δια τησ παρακλησεωσ των γραφων την ελπιδα εχωμεν
ὅσα γὰρ προεγράφη (πάντα *O*) εἰς τὴν ἡμετέραν διδασκαλίαν (ἐγράφη, *N(k)O*) ἵνα διὰ τῆς ὑπομονῆς καὶ διὰ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν.
5 ο δε θεοσ τησ υπομονησ και τησ παρακλησεωσ δωη υμιν το αυτο φρονειν εν αλληλοισ κατα χριστον ιησουν
Ὁ δὲ θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν
6 ινα ομοθυμαδον εν ενι στοματι δοξαζητε τον θεον και πατερα του κυριου ημων ιησου χριστου
ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
7 διο προσλαμβανεσθε αλληλουσ καθωσ και ο χριστοσ προσελαβετο υμασ εισ δοξαν θεου
διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο (ὑμᾶς *N(K)O*) εἰς δόξαν (τοῦ *no*) θεοῦ.
8 λεγω δε χριστον ιησουν διακονον γεγενησθαι περιτομησ υπερ αληθειασ θεου εισ το βεβαιωσαι τασ επαγγελιασ των πατερων
λέγω (γὰρ *N(k)O*) Χριστὸν (Ἰησοῦν *K*) διάκονον (γεγενῆσθαι *NK(o)*) περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων,
9 τα δε εθνη υπερ ελεουσ δοξασαι τον θεον καθωσ γεγραπται δια τουτο εξομολογησομαι σοι εν εθνεσιν και τω ονοματι σου ψαλω
τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεὸν καθὼς γέγραπται· διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν καὶ τῷ ὀνόματί σου ψαλῶ.
10 και παλιν λεγει ευφρανθητε εθνη μετα του λαου αυτου
καὶ πάλιν λέγει· εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ.
11 και παλιν αινειτε τον κυριον παντα τα εθνη και επαινεσατε αυτον παντεσ οι λαοι
καὶ πάλιν· αἰνεῖτε πάντα τὰ ἔθνη τὸν κύριον, καὶ (ἐπαινεσάτωσαν *N(K)O*) αὐτὸν πάντες οἱ λαοί.
12 και παλιν ησαιασ λεγει εσται η ριζα του ιεσσαι και ο ανισταμενοσ αρχειν εθνων επ αυτω εθνη ελπιουσιν
καὶ πάλιν Ἠσαΐας λέγει· ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσιν.
13 ο δε θεοσ τησ ελπιδοσ πληρωσαι υμασ πασησ χαρασ και ειρηνησ εν τω πιστευειν εισ το περισσευειν υμασ εν τη ελπιδι εν δυναμει πνευματοσ αγιου
Ὁ δὲ θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει πνεύματος ἁγίου.
14 πεπεισμαι δε αδελφοι μου και αυτοσ εγω περι υμων οτι και αυτοι μεστοι εστε αγαθωσυνησ πεπληρωμενοι πασησ γνωσεωσ δυναμενοι και αλλουσ νουθετειν
πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης πεπληρωμένοι πάσης (τῆς *no*) γνώσεως, δυνάμενοι καὶ (ἀλλήλους *NK(O)*) νουθετεῖν.
15 τολμηροτερον δε εγραψα υμιν αδελφοι απο μερουσ ωσ επαναμιμνησκων υμασ δια την χαριν την δοθεισαν μοι υπο του θεου
Τολμηρότερον δὲ ἔγραψα ὑμῖν (ἀδελφοί *k*) ἀπὸ μέρους ὡς ἐπαναμιμνῄσκων ὑμᾶς διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι (ὑπὸ *NK(o)*) τοῦ θεοῦ
16 εισ το ειναι με λειτουργον ιησου χριστου εισ τα εθνη ιερουργουντα το ευαγγελιον του θεου ινα γενηται η προσφορα των εθνων ευπροσδεκτοσ ηγιασμενη εν πνευματι αγιω
εἰς τὸ εἶναί με λειτουργὸν Χριστοῦ Ἰησοῦ εἰς τὰ ἔθνη ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος ἡγιασμένη ἐν πνεύματι ἁγίῳ.
17 εχω ουν καυχησιν εν χριστω ιησου τα προσ τον θεον
Ἔχω οὖν (τὴν *no*) καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν θεόν·
18 ου γαρ τολμησω λαλειν τι ων ου κατειργασατο χριστοσ δι εμου εισ υπακοην εθνων λογω και εργω
οὐ γὰρ τολμήσω τι λαλεῖν ὧν οὐ κατειργάσατο Χριστὸς δι᾽ ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν λόγῳ καὶ ἔργῳ,
19 εν δυναμει σημειων και τερατων εν δυναμει πνευματοσ θεου ωστε με απο ιερουσαλημ και κυκλω μεχρι του ιλλυρικου πεπληρωκεναι το ευαγγελιον του χριστου
ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει πνεύματος (θεοῦ, *NK(O)*) ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ.
20 ουτωσ δε φιλοτιμουμενον ευαγγελιζεσθαι ουχ οπου ωνομασθη χριστοσ ινα μη επ αλλοτριον θεμελιον οικοδομω
οὕτως δὲ (φιλοτιμούμενον *NK(o)*) εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός, ἵνα μὴ ἐπ᾽ ἀλλότριον θεμέλιον οἰκοδομῶ
21 αλλα καθωσ γεγραπται οισ ουκ ανηγγελη περι αυτου οψονται και οι ουκ ακηκοασιν συνησουσιν
ἀλλὰ καθὼς γέγραπται· οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν.
22 διο και ενεκοπτομην τα πολλα του ελθειν προσ υμασ
διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς,
23 νυνι δε μηκετι τοπον εχων εν τοισ κλιμασιν τουτοισ επιποθιαν δε εχων του ελθειν προσ υμασ απο πολλων ετων
νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασιν τούτοις ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ (πολλῶν *NK(O)*) ἐτῶν,
24 ωσ εαν πορευωμαι εισ την σπανιαν ελευσομαι προσ υμασ ελπιζω γαρ διαπορευομενοσ θεασασθαι υμασ και υφ υμων προπεμφθηναι εκει εαν υμων πρωτον απο μερουσ εμπλησθω
ὡς (ἂν *N(k)O*) πορεύωμαι εἰς τὴν Σπανίαν (ἐλεύσομαι πρὸς ὑμᾶς, *K*) ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς καὶ ὑφ᾽ ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ.
25 νυνι δε πορευομαι εισ ιερουσαλημ διακονων τοισ αγιοισ
Νυνὶ δὲ πορεύομαι εἰς Ἰερουσαλὴμ διακονῶν τοῖς ἁγίοις.
26 ευδοκησαν γαρ μακεδονια και αχαια κοινωνιαν τινα ποιησασθαι εισ τουσ πτωχουσ των αγιων των εν ιερουσαλημ
εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἰερουσαλήμ·
27 ευδοκησαν γαρ και οφειλεται αυτων εισιν ει γαρ τοισ πνευματικοισ αυτων εκοινωνησαν τα εθνη οφειλουσιν και εν τοισ σαρκικοισ λειτουργησαι αυτοισ
εὐδόκησαν γάρ, καὶ ὀφειλέται εἰσὶν αὐτῶν· εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς.
28 τουτο ουν επιτελεσασ και σφραγισαμενοσ αυτοισ τον καρπον τουτον απελευσομαι δι υμων εισ την σπανιαν
τοῦτο οὖν ἐπιτελέσας καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον ἀπελεύσομαι δι᾽ ὑμῶν εἰς (τὴν *k*) Σπανίαν.
29 οιδα δε οτι ερχομενοσ προσ υμασ εν πληρωματι ευλογιασ του ευαγγελιου του χριστου ελευσομαι
οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι εὐλογίας (τοῦ εὐαγγελίου *K*) (τοῦ *k*) Χριστοῦ ἐλεύσομαι.
30 παρακαλω δε υμασ αδελφοι δια του κυριου ημων ιησου χριστου και δια τησ αγαπησ του πνευματοσ συναγωνισασθαι μοι εν ταισ προσευχαισ υπερ εμου προσ τον θεον
Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν θεόν,
31 ινα ρυσθω απο των απειθουντων εν τη ιουδαια και ινα η διακονια μου η εισ ιερουσαλημ ευπροσδεκτοσ γενηται τοισ αγιοισ
ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ καὶ (ἵνα *K*) ἡ διακονία μου ἡ εἰς Ἰερουσαλὴμ εὐπρόσδεκτος τοῖς ἁγίοις γένηται,
32 ινα εν χαρα ελθω προσ υμασ δια θεληματοσ θεου και συναναπαυσωμαι υμιν
ἵνα ἐν χαρᾷ (ἐλθὼν *N(k)O*) πρὸς ὑμᾶς διὰ θελήματος θεοῦ (καὶ *ko*) συναναπαύσωμαι ὑμῖν.
33 ο δε θεοσ τησ ειρηνησ μετα παντων υμων αμην
ὁ δὲ θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν, ἀμήν.

< Προς Ρωμαιους 15 >