< Κατα Λουκαν 17 >
1 ειπεν δε προσ τουσ μαθητασ ανενδεκτον εστιν του μη ελθειν τα σκανδαλα ουαι δε δι ου ερχεται
Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς (αὐτοῦ· *no*) ἀνένδεκτόν ἐστιν τοῦ τὰ σκάνδαλα μὴ ἐλθεῖν, (πλὴν *N(k)O*) οὐαὶ δι᾽ οὗ ἔρχεται.
2 λυσιτελει αυτω ει μυλοσ ονικοσ περικειται περι τον τραχηλον αυτου και ερριπται εισ την θαλασσαν η ινα σκανδαλιση ενα των μικρων τουτων
λυσιτελεῖ αὐτῷ εἰ (λίθος μυλικὸς *N(k)O*) περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ τῶν μικρῶν τούτων ἕνα.
3 προσεχετε εαυτοισ εαν δε αμαρτη εισ σε ο αδελφοσ σου επιτιμησον αυτω και εαν μετανοηση αφεσ αυτω
προσέχετε ἑαυτοῖς. ἐὰν (δὲ *k*) ἁμάρτῃ (εἰς *k*) (σὲ *K*) ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ· καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ.
4 και εαν επτακισ τησ ημερασ αμαρτη εισ σε και επτακισ τησ ημερασ επιστρεψη λεγων μετανοω αφησεισ αυτω
καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας (ἁμαρτήσῃ *N(k)O*) εἰς σὲ καὶ ἑπτάκις (τῆς ἡμέρας *k*) ἐπιστρέψῃ (πρὸς *N(k)O*) σὲ λέγων· μετανοῶ, ἀφήσεις αὐτῷ.
5 και ειπον οι αποστολοι τω κυριω προσθεσ ημιν πιστιν
Καὶ εἶπαν οἱ ἀπόστολοι τῷ κυρίῳ· πρόσθες ἡμῖν πίστιν.
6 ειπεν δε ο κυριοσ ει εχετε πιστιν ωσ κοκκον σιναπεωσ ελεγετε αν τη συκαμινω ταυτη εκριζωθητι και φυτευθητι εν τη θαλασση και υπηκουσεν αν υμιν
εἶπεν δὲ ὁ κύριος· εἰ (ἔχετε *N(k)O*) πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ· ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ, καὶ ὑπήκουσεν ἂν ὑμῖν.
7 τισ δε εξ υμων δουλον εχων αροτριωντα η ποιμαινοντα οσ εισελθοντι εκ του αγρου ερει ευθεωσ παρελθων αναπεσε
Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ αὐτῷ· εὐθέως παρελθὼν (ἀνάπεσε; *N(k)O*)
8 αλλ ουχι ερει αυτω ετοιμασον τι δειπνησω και περιζωσαμενοσ διακονει μοι εωσ φαγω και πιω και μετα ταυτα φαγεσαι και πιεσαι συ
ἀλλ᾽ οὐχὶ ἐρεῖ αὐτῷ· ἑτοίμασον τί δειπνήσω, καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ;
9 μη χαριν εχει τω δουλω εκεινω οτι εποιησεν τα διαταχθεντα ου δοκω
μὴ ἔχει χάριν τῷ δούλῳ (ἐκείνῳ *k*) ὅτι ἐποίησεν τὰ διαταχθέντα (αὐτῷ οὐ δοκῶ; *K*)
10 ουτωσ και υμεισ οταν ποιησητε παντα τα διαταχθεντα υμιν λεγετε οτι δουλοι αχρειοι εσμεν οτι ο οφειλομεν ποιησαι πεποιηκαμεν
οὕτως καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι δοῦλοι ἀχρεῖοί ἐσμεν· (ὅτι *k*) ὃ (ὠφείλομεν *NK(o)*) ποιῆσαι πεποιήκαμεν.
11 και εγενετο εν τω πορευεσθαι αυτον εισ ιερουσαλημ και αυτοσ διηρχετο δια μεσου σαμαρειασ και γαλιλαιασ
Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι (αὐτὸν *ko*) εἰς Ἰερουσαλὴμ καὶ αὐτὸς διήρχετο διὰ (μέσον *N(k)O*) Σαμαρείας καὶ Γαλιλαίας.
12 και εισερχομενου αυτου εισ τινα κωμην απηντησαν αυτω δεκα λεπροι ανδρεσ οι εστησαν πορρωθεν
καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ (ἔστησαν *NK(O)*) πόρρωθεν.
13 και αυτοι ηραν φωνην λεγοντεσ ιησου επιστατα ελεησον ημασ
καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς.
14 και ιδων ειπεν αυτοισ πορευθεντεσ επιδειξατε εαυτουσ τοισ ιερευσιν και εγενετο εν τω υπαγειν αυτουσ εκαθαρισθησαν
Καὶ ἰδὼν εἶπεν αὐτοῖς· πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτούς, ἐκαθαρίσθησαν.
15 εισ δε εξ αυτων ιδων οτι ιαθη υπεστρεψεν μετα φωνησ μεγαλησ δοξαζων τον θεον
εἷς δὲ ἐξ αὐτῶν ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν.
16 και επεσεν επι προσωπον παρα τουσ ποδασ αυτου ευχαριστων αυτω και αυτοσ ην σαμαρειτησ
καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρίτης.
17 αποκριθεισ δε ο ιησουσ ειπεν ουχι οι δεκα εκαθαρισθησαν οι δε εννεα που
Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· (οὐχὶ *NK(o)*) οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ;
18 ουχ ευρεθησαν υποστρεψαντεσ δουναι δοξαν τω θεω ει μη ο αλλογενησ ουτοσ
οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος;
19 και ειπεν αυτω αναστασ πορευου η πιστισ σου σεσωκεν σε
καὶ εἶπεν αὐτῷ· ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέν σε.
20 επερωτηθεισ δε υπο των φαρισαιων ποτε ερχεται η βασιλεια του θεου απεκριθη αυτοισ και ειπεν ουκ ερχεται η βασιλεια του θεου μετα παρατηρησεωσ
Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ, ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν· οὐκ ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ μετὰ παρατηρήσεως,
21 ουδε ερουσιν ιδου ωδε η ιδου εκει ιδου γαρ η βασιλεια του θεου εντοσ υμων εστιν
οὐδὲ ἐροῦσιν· ἰδοὺ ὧδε ἢ (ἰδοὺ *ko*) ἐκεῖ. ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστιν.
22 ειπεν δε προσ τουσ μαθητασ ελευσονται ημεραι οτε επιθυμησετε μιαν των ημερων του υιου του ανθρωπου ιδειν και ουκ οψεσθε
Εἶπεν δὲ πρὸς τοὺς μαθητάς· ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν καὶ οὐκ ὄψεσθε.
23 και ερουσιν υμιν ιδου ωδε η ιδου εκει μη απελθητε μηδε διωξητε
καὶ ἐροῦσιν ὑμῖν· ἰδοὺ ἐκεῖ ἢ ἰδοὺ ὧδε. μὴ ἀπέλθητε μηδὲ διώξητε.
24 ωσπερ γαρ η αστραπη η αστραπτουσα εκ τησ υπ ουρανον εισ την υπ ουρανον λαμπει ουτωσ εσται ο υιοσ του ανθρωπου εν τη ημερα αυτου
ὥσπερ γὰρ ἡ ἀστραπὴ (ἡ *ko*) ἀστράπτουσα ἐκ τῆς ὑπὸ (τὸν *no*) οὐρανὸν εἰς τὴν ὑπ᾽ οὐρανὸν λάμπει, οὕτως ἔσται (καὶ *k*) ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ ἡμέρᾳ αὐτοῦ.
25 πρωτον δε δει αυτον πολλα παθειν και αποδοκιμασθηναι απο τησ γενεασ ταυτησ
Πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης.
26 και καθωσ εγενετο εν ταισ ημεραισ νωε ουτωσ εσται και εν ταισ ημεραισ του υιου του ανθρωπου
Καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις (τοῦ *k*) Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
27 ησθιον επινον εγαμουν εξεγαμιζοντο αχρι ησ ημερασ εισηλθεν νωε εισ την κιβωτον και ηλθεν ο κατακλυσμοσ και απωλεσεν απαντασ
ἤσθιον, ἔπινον, ἐγάμουν, (ἐγαμίζοντο, *N(k)O*) ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν (πάντας. *N(k)O*)
28 ομοιωσ και ωσ εγενετο εν ταισ ημεραισ λωτ ησθιον επινον ηγοραζον επωλουν εφυτευον ωκοδομουν
ὁμοίως (καθὼς *N(k)O*) ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν.
29 η δε ημερα εξηλθεν λωτ απο σοδομων εβρεξεν πυρ και θειον απ ουρανου και απωλεσεν απαντασ
ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ᾽ οὐρανοῦ καὶ ἀπώλεσεν (πάντας· *N(k)O*)
30 κατα ταυτα εσται η ημερα ο υιοσ του ανθρωπου αποκαλυπτεται
κατὰ (τὰ *no*) (αὐτὰ *N(k)O*) ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται.
31 εν εκεινη τη ημερα οσ εσται επι του δωματοσ και τα σκευη αυτου εν τη οικια μη καταβατω αραι αυτα και ο εν τω αγρω ομοιωσ μη επιστρεψατω εισ τα οπισω
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά· καὶ ὁ ἐν (τῷ *k*) ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω.
32 μνημονευετε τησ γυναικοσ λωτ
μνημονεύετε τῆς γυναικὸς Λώτ.
33 οσ εαν ζητηση την ψυχην αυτου σωσαι απολεσει αυτην και οσ εαν απολεση αυτην ζωογονησει αυτην
ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ (περιποιήσασθαι *N(K)O*) ἀπολέσει αὐτήν, (καὶ *k*) ὃς (δ᾽ *no*) (ἂν *N(k)O*) (ἀπολέσῃ *NK(o)*) (αὐτὴν *k*) ζῳογονήσει αὐτήν.
34 λεγω υμιν ταυτη τη νυκτι εσονται δυο επι κλινησ μιασ εισ παραληφθησεται και ο ετεροσ αφεθησεται
Λέγω ὑμῖν· ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς· ὁ εἷς παραλημφθήσεται, καὶ ὁ ἕτερος ἀφεθήσεται.
35 δυο εσονται αληθουσαι επι το αυτο μια παραληφθησεται και η ετερα αφεθησεται
ἔσονται δύο ἀλήθουσαι ἐπὶ τὸ αὐτό· (ἡ *no*) μία παραλημφθήσεται, (καὶ *k*) ἡ (δὲ *no*) ἑτέρα ἀφεθήσεται.
(δύο ἐν ἀγρῷ· εἷς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται *K*)
37 και αποκριθεντεσ λεγουσιν αυτω που κυριε ο δε ειπεν αυτοισ οπου το σωμα εκει συναχθησονται οι αετοι
Καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ· ποῦ, κύριε; ὁ δὲ εἶπεν αὐτοῖς· ὅπου τὸ σῶμα, ἐκεῖ (καὶ *no*) οἱ ἀετοὶ (ἐπισυναχθήσονται. *N(k)O*)