< Κατα Ματθαιον 28 >

1 οψε δε σαββατων τη επιφωσκουση εισ μιαν σαββατων ηλθεν μαρια η μαγδαληνη και η αλλη μαρια θεωρησαι τον ταφον
Ὀψὲ δὲ σαββάτων τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων ἦλθεν Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον.
2 και ιδου σεισμοσ εγενετο μεγασ αγγελοσ γαρ κυριου καταβασ εξ ουρανου προσελθων απεκυλισεν τον λιθον απο τησ θυρασ και εκαθητο επανω αυτου
καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ (καὶ *no*) προσελθὼν ἀπεκύλισεν τὸν λίθον (ἀπὸ τῆς θύρας *K*) καὶ ἐκάθητο ἐπάνω αὐτοῦ.
3 ην δε η ιδεα αυτου ωσ αστραπη και το ενδυμα αυτου λευκον ωσει χιων
ἦν δὲ ἡ εἰδέα αὐτοῦ (ὡς *NK(o)*) ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν (ὡς *N(k)O*) χιών.
4 απο δε του φοβου αυτου εσεισθησαν οι τηρουντεσ και εγενοντο ωσει νεκροι
ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ (ἐγενήθησαν ὡς *N(k)O*) νεκροί.
5 αποκριθεισ δε ο αγγελοσ ειπεν ταισ γυναιξιν μη φοβεισθε υμεισ οιδα γαρ οτι ιησουν τον εσταυρωμενον ζητειτε
Ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν· μὴ φοβεῖσθε ὑμεῖς· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε.
6 ουκ εστιν ωδε ηγερθη γαρ καθωσ ειπεν δευτε ιδετε τον τοπον οπου εκειτο ο κυριοσ
οὐκ ἔστιν ὧδε· ἠγέρθη γὰρ καθὼς εἶπεν. δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο (ὁ κύριος. *KO*)
7 και ταχυ πορευθεισαι ειπατε τοισ μαθηταισ αυτου οτι ηγερθη απο των νεκρων και ιδου προαγει υμασ εισ την γαλιλαιαν εκει αυτον οψεσθε ιδου ειπον υμιν
καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε. ἰδοὺ εἶπον ὑμῖν.
8 και εξελθουσαι ταχυ απο του μνημειου μετα φοβου και χαρασ μεγαλησ εδραμον απαγγειλαι τοισ μαθηταισ αυτου
Καὶ (ἀπελθοῦσαι *N(k)O*) ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ.
9 ωσ δε επορευοντο απαγγειλαι τοισ μαθηταισ αυτου και ιδου ιησουσ απηντησεν αυταισ λεγων χαιρετε αι δε προσελθουσαι εκρατησαν αυτου τουσ ποδασ και προσεκυνησαν αυτω
(Ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ *K*) καὶ ἰδοὺ (ὁ *ko*) Ἰησοῦς (ὑπήντησεν *N(k)O*) αὐταῖς λέγων· χαίρετε. αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ.
10 τοτε λεγει αυταισ ο ιησουσ μη φοβεισθε υπαγετε απαγγειλατε τοισ αδελφοισ μου ινα απελθωσιν εισ την γαλιλαιαν και εκει με οψονται
Τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν κἀκεῖ κἀκεῖ με ὄψονται.
11 πορευομενων δε αυτων ιδου τινεσ τησ κουστωδιασ ελθοντεσ εισ την πολιν απηγγειλαν τοισ αρχιερευσιν απαντα τα γενομενα
Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα.
12 και συναχθεντεσ μετα των πρεσβυτερων συμβουλιον τε λαβοντεσ αργυρια ικανα εδωκαν τοισ στρατιωταισ
καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις
13 λεγοντεσ ειπατε οτι οι μαθηται αυτου νυκτοσ ελθοντεσ εκλεψαν αυτον ημων κοιμωμενων
λέγοντες· εἴπατε ὅτι οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων.
14 και εαν ακουσθη τουτο επι του ηγεμονοσ ημεισ πεισομεν αυτον και υμασ αμεριμνουσ ποιησομεν
καὶ ἐὰν ἀκουσθῇ τοῦτο (ἐπὶ *NK(o)*) τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν αὐτὸν καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν.
15 οι δε λαβοντεσ τα αργυρια εποιησαν ωσ εδιδαχθησαν και διεφημισθη ο λογοσ ουτοσ παρα ιουδαιοισ μεχρι τησ σημερον
Οἱ δὲ λαβόντες τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον (ἡμέρας. *no*)
16 οι δε ενδεκα μαθηται επορευθησαν εισ την γαλιλαιαν εισ το οροσ ου εταξατο αυτοισ ο ιησουσ
Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς.
17 και ιδοντεσ αυτον προσεκυνησαν αυτω οι δε εδιστασαν
καὶ ἰδόντες αὐτὸν προσεκύνησαν (αὐτῷ, *k*) οἱ δὲ ἐδίστασαν.
18 και προσελθων ο ιησουσ ελαλησεν αυτοισ λεγων εδοθη μοι πασα εξουσια εν ουρανω και επι γησ
Καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ (τῆς *no*) γῆς.
19 πορευθεντεσ μαθητευσατε παντα τα εθνη βαπτιζοντεσ αυτουσ εισ το ονομα του πατροσ και του υιου και του αγιου πνευματοσ
πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη (βαπτίζοντες *NK(o)*) αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος,
20 διδασκοντεσ αυτουσ τηρειν παντα οσα ενετειλαμην υμιν και ιδου εγω μεθ υμων ειμι πασασ τασ ημερασ εωσ τησ συντελειασ του αιωνοσ αμην (aiōn g165)
διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. (ἀμήν *KO*) (aiōn g165)

< Κατα Ματθαιον 28 >