< Κατα Μαρκον 6 >
1 και εξηλθεν εκειθεν και ηλθεν εισ την πατριδα αυτου και ακολουθουσιν αυτω οι μαθηται αυτου
Καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ (ἔρχεται *N(k)O*) εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
2 και γενομενου σαββατου ηρξατο εν τη συναγωγη διδασκειν και πολλοι ακουοντεσ εξεπλησσοντο λεγοντεσ ποθεν τουτω ταυτα και τισ η σοφια η δοθεισα αυτω και δυναμεισ τοιαυται δια των χειρων αυτου γινονται
καὶ γενομένου σαββάτου ἤρξατο διδάσκειν ἐν τῇ συναγωγῇ· καὶ (οἱ *o*) πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες· πόθεν τούτῳ ταῦτα, καὶ τίς ἡ σοφία ἡ δοθεῖσα (τούτῳ *N(k)O*) (ὅτι *k*) καὶ (αἱ *no*) δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ (γινόμεναι; *N(k)O*)
3 ουχ ουτοσ εστιν ο τεκτων ο υιοσ μαριασ αδελφοσ δε ιακωβου και ιωση και ιουδα και σιμωνοσ και ουκ εισιν αι αδελφαι αυτου ωδε προσ ημασ και εσκανδαλιζοντο εν αυτω
οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς (τῆς *no*) Μαρίας (καὶ *no*) ἀδελφὸς (δὲ *k*) Ἰακώβου καὶ Ἰωσῆτος καὶ Ἰούδα καὶ Σίμωνος; καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ.
4 ελεγεν δε αυτοισ ο ιησουσ οτι ουκ εστιν προφητησ ατιμοσ ει μη εν τη πατριδι αυτου και εν τοισ συγγενεσιν και εν τη οικια αυτου
(Καὶ *no*) ἔλεγεν (δὲ *k*) αὐτοῖς ὁ Ἰησοῦς ὅτι οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς συγγενεῦσιν αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.
5 και ουκ ηδυνατο εκει ουδεμιαν δυναμιν ποιησαι ει μη ολιγοισ αρρωστοισ επιθεισ τασ χειρασ εθεραπευσεν
καὶ οὐκ ἐδύνατο ἐκεῖ ποιῆσαι οὐδεμίαν δύναμιν, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσεν.
6 και εθαυμαζεν δια την απιστιαν αυτων και περιηγεν τασ κωμασ κυκλω διδασκων
καὶ (ἐθαύμαζεν *NK(o)*) διὰ τὴν ἀπιστίαν αὐτῶν. καὶ περιῆγεν τὰς κώμας κύκλῳ διδάσκων.
7 και προσκαλειται τουσ δωδεκα και ηρξατο αυτουσ αποστελλειν δυο δυο και εδιδου αυτοισ εξουσιαν των πνευματων των ακαθαρτων
Καὶ προσκαλεῖται τοὺς δώδεκα καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων
8 και παρηγγειλεν αυτοισ ινα μηδεν αιρωσιν εισ οδον ει μη ραβδον μονον μη πηραν μη αρτον μη εισ την ζωνην χαλκον
καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον, μὴ ἄρτον, μὴ πήραν, μὴ εἰς τὴν ζώνην χαλκόν,
9 αλλ υποδεδεμενουσ σανδαλια και μη ενδυσησθε δυο χιτωνασ
ἀλλ᾽ ὑποδεδεμένους σανδάλια, καὶ μὴ (ἐνδύσησθε *NK(o)*) δύο χιτῶνας.
10 και ελεγεν αυτοισ οπου εαν εισελθητε εισ οικιαν εκει μενετε εωσ αν εξελθητε εκειθεν
καὶ ἔλεγεν αὐτοῖς· ὅπου (ἐὰν *NK(o)*) εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν.
11 και οσοι αν μη δεξωνται υμασ μηδε ακουσωσιν υμων εκπορευομενοι εκειθεν εκτιναξατε τον χουν τον υποκατω των ποδων υμων εισ μαρτυριον αυτοισ αμην λεγω υμιν ανεκτοτερον εσται σοδομοισ η γομορροισ εν ημερα κρισεωσ η τη πολει εκεινη
καὶ (ὃς *N(k)O*) ἂν (τόπος *no*) μὴ (δέξηται *N(k)O*) ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς. (Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ. *K*)
12 και εξελθοντεσ εκηρυσσον ινα μετανοησωσιν
Καὶ ἐξελθόντες (ἐκήρυξαν *N(k)O*) ἵνα (μετανοῶσιν, *N(k)O*)
13 και δαιμονια πολλα εξεβαλλον και ηλειφον ελαιω πολλουσ αρρωστουσ και εθεραπευον
καὶ δαιμόνια πολλὰ ἐξέβαλλον καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.
14 και ηκουσεν ο βασιλευσ ηρωδησ φανερον γαρ εγενετο το ονομα αυτου και ελεγεν οτι ιωαννησ ο βαπτιζων εκ νεκρων ηγερθη και δια τουτο ενεργουσιν αι δυναμεισ εν αυτω
Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης· φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ. καὶ (ἔλεγον *N(k)O*) ὅτι Ἰωάννης ὁ βαπτίζων (ἐγήγερται *N(k)O*) ἐκ νεκρῶν, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ.
15 αλλοι ελεγον οτι ηλιασ εστιν αλλοι δε ελεγον οτι προφητησ εστιν ωσ εισ των προφητων
ἄλλοι (δὲ *no*) ἔλεγον ὅτι Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης (ἐστίν ἢ *K*) ὡς εἷς τῶν προφητῶν.
16 ακουσασ δε ηρωδησ ειπεν οτι ον εγω απεκεφαλισα ιωαννην ουτοσ εστιν αυτοσ ηγερθη εκ νεκρων
ἀκούσας δὲ ὁ Ἡρῴδης (ἔλεγεν *N(k)O*) (ὅτι· *k*) ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτος (ἐστιν αὐτὸς *k*) ἠγέρθη (ἐκ *ko*) (νεκρῶν. *KO*)
17 αυτοσ γαρ ο ηρωδησ αποστειλασ εκρατησεν τον ιωαννην και εδησεν αυτον εν φυλακη δια ηρωδιαδα την γυναικα φιλιππου του αδελφου αυτου οτι αυτην εγαμησεν
αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν (τῇ *k*) φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ ὅτι αὐτὴν ἐγάμησεν·
18 ελεγεν γαρ ο ιωαννησ τω ηρωδη οτι ουκ εξεστιν σοι εχειν την γυναικα του αδελφου σου
ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου.
19 η δε ηρωδιασ ενειχεν αυτω και ηθελεν αυτον αποκτειναι και ουκ ηδυνατο
ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι καὶ οὐκ ἠδύνατο·
20 ο γαρ ηρωδησ εφοβειτο τον ιωαννην ειδωσ αυτον ανδρα δικαιον και αγιον και συνετηρει αυτον και ακουσασ αυτου πολλα εποιει και ηδεωσ αυτου ηκουεν
ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον καὶ συνετήρει αὐτόν. καὶ ἀκούσας αὐτοῦ πολλὰ (ἠπόρει, *N(K)O*) καὶ ἡδέως αὐτοῦ ἤκουεν.
21 και γενομενησ ημερασ ευκαιρου οτε ηρωδησ τοισ γενεσιοισ αυτου δειπνον εποιει τοισ μεγιστασιν αυτου και τοισ χιλιαρχοισ και τοισ πρωτοισ τησ γαλιλαιασ
Καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον (ἐποίησεν *N(k)O*) τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας
22 και εισελθουσησ τησ θυγατροσ αυτησ τησ ηρωδιαδοσ και ορχησαμενησ και αρεσασησ τω ηρωδη και τοισ συνανακειμενοισ ειπεν ο βασιλευσ τω κορασιω αιτησον με ο εαν θελησ και δωσω σοι
καὶ εἰσελθούσης τῆς θυγατρὸς (αὐτοῦ *N(K)O*) (τῆς *ko*) Ἡρῳδιάδος καὶ ὀρχησαμένης (καὶ *ko*) (ἤρεσεν *N(k)O*) τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις εἶπεν ὁ (δὲ *o*) βασιλεὺς τῷ κορασίῳ· αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι.
23 και ωμοσεν αυτη οτι ο εαν με αιτησησ δωσω σοι εωσ ημισουσ τησ βασιλειασ μου
καὶ ὤμοσεν αὐτῇ (πολλὰ *N*) ὅ (τι *N(k)O*) ἐάν με αἰτήσῃς δώσω σοι ἕως ἡμίσους τῆς βασιλείας μου.
24 η δε εξελθουσα ειπεν τη μητρι αυτησ τι αιτησομαι η δε ειπεν την κεφαλην ιωαννου του βαπτιστου
(Καὶ *no*) (Ἡ δὲ *k*) ἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς· τί (αἰτήσωμαι; *N(k)O*) ἡ δὲ εἶπεν· τὴν κεφαλὴν Ἰωάννου τοῦ (βαπτίζοντος. *N(k)O*)
25 και εισελθουσα ευθεωσ μετα σπουδησ προσ τον βασιλεα ητησατο λεγουσα θελω ινα μοι δωσ εξαυτησ επι πινακι την κεφαλην ιωαννου του βαπτιστου
καὶ εἰσελθοῦσα εὐθὺς μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα· θέλω ἵνα ἐξαυτῆς δῷς μοι ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.
26 και περιλυποσ γενομενοσ ο βασιλευσ δια τουσ ορκουσ και τουσ συνανακειμενουσ ουκ ηθελησεν αυτην αθετησαι
καὶ περίλυπος γενόμενος ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς (ἀνακειμένους *N(K)O*) οὐκ ἠθέλησεν ἀθετῆσαι αὐτήν.
27 και ευθεωσ αποστειλασ ο βασιλευσ σπεκουλατορα επεταξεν ενεχθηναι την κεφαλην αυτου
καὶ εὐθὺς ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα ἐπέταξεν (ἐνέγκαι *N(k)O*) τὴν κεφαλὴν αὐτοῦ. (ὁ *k*) (καὶ *N(k)O*) ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ
28 ο δε απελθων απεκεφαλισεν αυτον εν τη φυλακη και ηνεγκεν την κεφαλην αυτου επι πινακι και εδωκεν αυτην τω κορασιω και το κορασιον εδωκεν αυτην τη μητρι αυτησ
καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς.
29 και ακουσαντεσ οι μαθηται αυτου ηλθον και ηραν το πτωμα αυτου και εθηκαν αυτο εν μνημειω
Καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἔθηκαν αὐτὸ ἐν (τῷ *k*) μνημείῳ.
30 και συναγονται οι αποστολοι προσ τον ιησουν και απηγγειλαν αυτω παντα και οσα εποιησαν και οσα εδιδαξαν
Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν καὶ ἀπήγγειλαν αὐτῷ πάντα (καὶ *k*) ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν.
31 και ειπεν αυτοισ δευτε υμεισ αυτοι κατ ιδιαν εισ ερημον τοπον και αναπαυεσθε ολιγον ησαν γαρ οι ερχομενοι και οι υπαγοντεσ πολλοι και ουδε φαγειν ευκαιρουν
καὶ (λέγει *N(k)O*) αὐτοῖς· δεῦτε ὑμεῖς αὐτοὶ κατ᾽ ἰδίαν εἰς ἔρημον τόπον καὶ (ἀναπαύσασθε *N(k)O*) ὀλίγον· ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν.
32 και απηλθον εισ ερημον τοπον τω πλοιω κατ ιδιαν
Καὶ ἀπῆλθον (ἐν *no*) τῷ πλοίῳ εἰς ἔρημον τόπον κατ᾽ ἰδίαν.
33 και ειδον αυτουσ υπαγοντασ και επεγνωσαν αυτον πολλοι και πεζη απο πασων των πολεων συνεδραμον εκει και προηλθον αυτουσ και συνηλθον προσ αυτον
καὶ εἶδον αὐτοὺς ὑπάγοντας (οἱ ὄχλοι, *K*) καὶ (ἐπέγνωσαν *NK(O)*) (αὐτὸν *k*) πολλοὶ καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον αὐτούς (καὶ συνῆλθον πρὸς αὐτόν. *K*)
34 και εξελθων ειδεν ο ιησουσ πολυν οχλον και εσπλαγχνισθη επ αυτοισ οτι ησαν ωσ προβατα μη εχοντα ποιμενα και ηρξατο διδασκειν αυτουσ πολλα
καὶ ἐξελθὼν εἶδεν (ὁ Ἰησοῦς *k*) πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ᾽ (αὐτοὺς *N(k)O*) ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα. καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά.
35 και ηδη ωρασ πολλησ γενομενησ προσελθοντεσ αυτω οι μαθηται αυτου λεγουσιν οτι ερημοσ εστιν ο τοποσ και ηδη ωρα πολλη
Καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ (ἔλεγον *N(k)O*) ὅτι ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή·
36 απολυσον αυτουσ ινα απελθοντεσ εισ τουσ κυκλω αγρουσ και κωμασ αγορασωσιν εαυτοισ αρτουσ τι γαρ φαγωσιν ουκ εχουσιν
ἀπόλυσον αὐτοὺς ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς τί (ἄρτους γὰρ *K*) φάγωσιν (οὐκ ἔχουσιν. *K*)
37 ο δε αποκριθεισ ειπεν αυτοισ δοτε αυτοισ υμεισ φαγειν και λεγουσιν αυτω απελθοντεσ αγορασωμεν δηναριων διακοσιων αρτουσ και δωμεν αυτοισ φαγειν
ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ· ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ (δώσομεν *N(k)O*) αὐτοῖς φαγεῖν;
38 ο δε λεγει αυτοισ ποσουσ αρτουσ εχετε υπαγετε και ιδετε και γνοντεσ λεγουσιν πεντε και δυο ιχθυασ
Ὁ δὲ λέγει αὐτοῖς· πόσους ἄρτους ἔχετε; ὑπάγετε (καὶ *k*) ἴδετε. καὶ γνόντες λέγουσιν· πέντε καὶ δύο ἰχθύας.
39 και επεταξεν αυτοισ ανακλιναι παντασ συμποσια συμποσια επι τω χλωρω χορτω
καὶ ἐπέταξεν αὐτοῖς (ἀνακλῖναι *NK(o)*) πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ.
40 και ανεπεσον πρασιαι πρασιαι ανα εκατον και ανα πεντηκοντα
καὶ ἀνέπεσαν πρασιαὶ πρασιαὶ (κατὰ *N(k)O*) ἑκατὸν καὶ (κατὰ *N(k)O*) πεντήκοντα.
41 και λαβων τουσ πεντε αρτουσ και τουσ δυο ιχθυασ αναβλεψασ εισ τον ουρανον ευλογησεν και κατεκλασεν τουσ αρτουσ και εδιδου τοισ μαθηταισ αυτου ινα παραθωσιν αυτοισ και τουσ δυο ιχθυασ εμερισεν πασιν
καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα (παρατιθῶσιν *N(k)O*) αὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν.
42 και εφαγον παντεσ και εχορτασθησαν
καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν,
43 και ηραν κλασματων δωδεκα κοφινουσ πληρεισ και απο των ιχθυων
καὶ ἦραν (κλάσματα *N(k)O*) δώδεκα (κοφίνων πληρώματα *N(k)O*) καὶ ἀπὸ τῶν ἰχθύων.
44 και ησαν οι φαγοντεσ τουσ αρτουσ πεντακισχιλιοι ανδρεσ
καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους (ὡσεὶ *K*) πεντακισχίλιοι ἄνδρες.
45 και ευθεωσ ηναγκασεν τουσ μαθητασ αυτου εμβηναι εισ το πλοιον και προαγειν εισ το περαν προσ βηθσαιδαν εωσ αυτοσ απολυση τον οχλον
Καὶ εὐθὺς ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊδὰν ἕως αὐτὸς (ἀπολύει *N(k)O*) τὸν ὄχλον.
46 και αποταξαμενοσ αυτοισ απηλθεν εισ το οροσ προσευξασθαι
καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι.
47 και οψιασ γενομενησ ην το πλοιον εν μεσω τησ θαλασσησ και αυτοσ μονοσ επι τησ γησ
Καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς.
48 και ειδεν αυτουσ βασανιζομενουσ εν τω ελαυνειν ην γαρ ο ανεμοσ εναντιοσ αυτοισ και περι τεταρτην φυλακην τησ νυκτοσ ερχεται προσ αυτουσ περιπατων επι τησ θαλασσησ και ηθελεν παρελθειν αυτουσ
καὶ (ἰδὼν *N(k)O*) αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς, (καὶ *k*) περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης καὶ ἤθελεν παρελθεῖν αὐτούς.
49 οι δε ιδοντεσ αυτον περιπατουντα επι τησ θαλασσησ εδοξαν φαντασμα ειναι και ανεκραξαν
Οἱ δὲ ἰδόντες αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἔδοξαν (ὅτι *no*) φάντασμά (ἐστιν, *N(k)O*) καὶ ἀνέκραξαν·
50 παντεσ γαρ αυτον ειδον και εταραχθησαν και ευθεωσ ελαλησεν μετ αυτων και λεγει αυτοισ θαρσειτε εγω ειμι μη φοβεισθε
πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν. (ὁ *no*) (δὲ *N(k)O*) εὐθὺς ἐλάλησεν μετ᾽ αὐτῶν καὶ λέγει αὐτοῖς· θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε.
51 και ανεβη προσ αυτουσ εισ το πλοιον και εκοπασεν ο ανεμοσ και λιαν εκπερισσου εν εαυτοισ εξισταντο και εθαυμαζον
καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεμος. καὶ λίαν ἐκ περισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο (καὶ ἐθαύμαζον· *K*)
52 ου γαρ συνηκαν επι τοισ αρτοισ ην γαρ αυτων η καρδια πεπωρωμενη
οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις, (ἀλλ᾽ *N(K)O*) ἦν αὐτῶν ἡ καρδία πεπωρωμένη.
53 και διαπερασαντεσ ηλθον επι την γην γεννησαρετ και προσωρμισθησαν
Καὶ διαπεράσαντες ἐπὶ τὴν γῆν ἦλθον (εἰς *no*) Γεννησαρὲτ καὶ προσωρμίσθησαν.
54 και εξελθοντων αυτων εκ του πλοιου ευθεωσ επιγνοντεσ αυτον
καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου εὐθὺς ἐπιγνόντες αὐτὸν
55 περιδραμοντεσ ολην την περιχωρον εκεινην ηρξαντο επι τοισ κραββατοισ τουσ κακωσ εχοντασ περιφερειν οπου ηκουον οτι εκει εστιν
(περιέδραμον *N(k)O*) ὅλην τὴν (χώραν *N(k)O*) ἐκείνην (καὶ *no*) ἤρξαντο ἐπὶ τοῖς κραβάττοις τοὺς κακῶς ἔχοντας περιφέρειν ὅπου ἤκουον ὅτι (ἐκεῖ *ko*) ἐστίν.
56 και οπου αν εισεπορευετο εισ κωμασ η πολεισ η αγρουσ εν ταισ αγοραισ ετιθουν τουσ ασθενουντασ και παρεκαλουν αυτον ινα καν του κρασπεδου του ιματιου αυτου αψωνται και οσοι αν ηπτοντο αυτου εσωζοντο
καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ (εἰς *no*) πόλεις ἢ (εἰς *no*) ἀγροὺς ἐν ταῖς ἀγοραῖς ἐτίθεσαν τοὺς ἀσθενοῦντας καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται, καὶ ὅσοι ἂν (ἥψαντο *N(k)O*) αὐτοῦ ἐσῴζοντο.