< Κατα Μαρκον 4 >

1 και παλιν ηρξατο διδασκειν παρα την θαλασσαν και συνηχθη προσ αυτον οχλοσ πολυσ ωστε αυτον εμβαντα εισ το πλοιον καθησθαι εν τη θαλασση και πασ ο οχλοσ προσ την θαλασσαν επι τησ γησ ην
Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. καὶ (συνάγεται *N(k)O*) πρὸς αὐτὸν ὄχλος (πλεῖστος *N(K)O*) ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα (τὸ *k*) καθῆσθαι ἐν τῇ θαλάσσῃ, καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς (ἦσαν. *N(k)O*)
2 και εδιδασκεν αυτουσ εν παραβολαισ πολλα και ελεγεν αυτοισ εν τη διδαχη αυτου
καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλὰ καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ·
3 ακουετε ιδου εξηλθεν ο σπειρων του σπειραι
Ἀκούετε. Ἰδοὺ ἐξῆλθεν ὁ σπείρων (τοῦ *ko*) σπεῖραι·
4 και εγενετο εν τω σπειρειν ο μεν επεσεν παρα την οδον και ηλθεν τα πετεινα και κατεφαγεν αυτο
καὶ ἐγένετο ἐν τῷ σπείρειν, ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ (τοῦ οὐρανοῦ *K*) καὶ κατέφαγεν αὐτό.
5 αλλο δε επεσεν επι το πετρωδεσ οπου ουκ ειχεν γην πολλην και ευθεωσ εξανετειλεν δια το μη εχειν βαθοσ γησ
(καὶ *no*) ἄλλο (δὲ *k*) ἔπεσεν ἐπὶ τὸ πετρῶδες (καὶ *o*) ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐθὺς ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς.
6 ηλιου δε ανατειλαντοσ εκαυματισθη και δια το μη εχειν ριζαν εξηρανθη
(καὶ *N(k)O*) (ὅτε *NO*) (ἀνέτειλεν *N(k)O*) (ὁ *no*) (ἥλιος, ἐκαυματίσθη *N(k)O*) καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.
7 και αλλο επεσεν εισ τασ ακανθασ και ανεβησαν αι ακανθαι και συνεπνιξαν αυτο και καρπον ουκ εδωκεν
καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν.
8 και αλλο επεσεν εισ την γην την καλην και εδιδου καρπον αναβαινοντα και αυξανοντα και εφερεν εν τριακοντα και εν εξηκοντα και εν εκατον
καὶ (ἄλλα *N(k)O*) ἔπεσεν εἰς τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ (αὐξανόμενα *N(k)(o)*) καὶ ἔφερεν (ἓν *N(K)(o)*) τριάκοντα καὶ (ἓν *N(K)(o)*) ἑξήκοντα καὶ (ἓν *N(K)(o)*) ἑκατόν.
9 και ελεγεν ο εχων ωτα ακουειν ακουετω
καὶ ἔλεγεν (αὐτοῖς· *k*) (ὃς ἔχει *N(k)O*) ὦτα ἀκούειν ἀκουέτω.
10 οτε δε εγενετο καταμονασ ηρωτησαν αυτον οι περι αυτον συν τοισ δωδεκα την παραβολην
(Καὶ *no*) ὅτε (δὲ *k*) ἐγένετο (κατὰ *N(K)O*) (μόνας, ἠρώτων *N(k)O*) αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα (τὰς *N(k)O*) (παραβολάς. *N(K)O*)
11 και ελεγεν αυτοισ υμιν δεδοται γνωναι το μυστηριον τησ βασιλειασ του θεου εκεινοισ δε τοισ εξω εν παραβολαισ τα παντα γινεται
καὶ ἔλεγεν αὐτοῖς· ὑμῖν (γνῶναι *k*) τὸ μυστήριον δέδοται τῆς βασιλείας τοῦ θεοῦ, ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται
12 ινα βλεποντεσ βλεπωσιν και μη ιδωσιν και ακουοντεσ ακουωσιν και μη συνιωσιν μηποτε επιστρεψωσιν και αφεθη αυτοισ τα αμαρτηματα
ἵνα βλέποντες βλέπωσιν καὶ μὴ ἴδωσιν καὶ ἀκούοντες ἀκούωσιν καὶ μὴ συνιῶσιν μήποτε μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ αὐτοῖς (τὰ ἁμαρτήματα. *k*)
13 και λεγει αυτοισ ουκ οιδατε την παραβολην ταυτην και πωσ πασασ τασ παραβολασ γνωσεσθε
Καὶ λέγει αὐτοῖς· οὐκ οἴδατε τὴν παραβολὴν ταύτην; καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε;
14 ο σπειρων τον λογον σπειρει
ὁ σπείρων τὸν λόγον σπείρει.
15 ουτοι δε εισιν οι παρα την οδον οπου σπειρεται ο λογοσ και οταν ακουσωσιν ευθεωσ ερχεται ο σατανασ και αιρει τον λογον τον εσπαρμενον εν ταισ καρδιαισ αυτων
οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν, εὐθὺς ἔρχεται ὁ σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον (εἰς *N(k)O*) (ταῖς καρδίαις *K*) (αὐτούς. *N(k)(o)*)
16 και ουτοι εισιν ομοιωσ οι επι τα πετρωδη σπειρομενοι οι οταν ακουσωσιν τον λογον ευθεωσ μετα χαρασ λαμβανουσιν αυτον
καὶ οὗτοί εἰσιν (ὁμοίως *KO*) οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσιν τὸν λόγον, εὐθὺς μετὰ χαρᾶς λαμβάνουσιν αὐτὸν
17 και ουκ εχουσιν ριζαν εν εαυτοισ αλλα προσκαιροι εισιν ειτα γενομενησ θλιψεωσ η διωγμου δια τον λογον ευθεωσ σκανδαλιζονται
καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν. εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθὺς σκανδαλίζονται.
18 και ουτοι εισιν οι εισ τασ ακανθασ σπειρομενοι οι τον λογον ακουοντεσ
καὶ (ἄλλοι *N(K)O*) εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι· οὗτοί εἰσιν οἱ τὸν λόγον (ἀκούσαντες, *N(k)O*)
19 και αι μεριμναι του αιωνοσ τουτου και η απατη του πλουτου και αι περι τα λοιπα επιθυμιαι εισπορευομεναι συμπνιγουσιν τον λογον και ακαρποσ γινεται (aiōn g165)
καὶ αἱ μέριμναι τοῦ (αἰῶνος *NK(O)*) (τούτου *k*) καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται. (aiōn g165)
20 και ουτοι εισιν οι επι την γην την καλην σπαρεντεσ οιτινεσ ακουουσιν τον λογον και παραδεχονται και καρποφορουσιν εν τριακοντα και εν εξηκοντα και εν εκατον
καὶ (ἐκεῖνοί *N(k)O*) εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν (ἓν *N(K)O*) τριάκοντα καὶ (ἓν *N(K)O*) ἑξήκοντα καὶ (ἓν *N(K)O*) ἑκατόν.
21 και ελεγεν αυτοισ μητι ο λυχνοσ ερχεται ινα υπο τον μοδιον τεθη η υπο την κλινην ουχ ινα επι την λυχνιαν επιτεθη
Καὶ ἔλεγεν αὐτοῖς (ὅτι· *o*) μήτι ἔρχεται ὁ λύχνος ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην; οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν (τεθῇ; *N(k)O*)
22 ου γαρ εστιν τι κρυπτον ο εαν μη φανερωθη ουδε εγενετο αποκρυφον αλλ ινα εισ φανερον ελθη
οὐ γάρ ἐστιν (τί *k*) κρυπτόν (ὃ *k*) ἐὰν μὴ (ἵνα *NO*) φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ᾽ ἵνα ἔλθῃ εἰς φανερόν.
23 ει τισ εχει ωτα ακουειν ακουετω
εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.
24 και ελεγεν αυτοισ βλεπετε τι ακουετε εν ω μετρω μετρειτε μετρηθησεται υμιν και προστεθησεται υμιν τοισ ακουουσιν
Καὶ ἔλεγεν αὐτοῖς· βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν καὶ προστεθήσεται ὑμῖν (τοῖς ἀκούουσιν. *K*)
25 οσ γαρ αν εχη δοθησεται αυτω και οσ ουκ εχει και ο εχει αρθησεται απ αυτου
ὃς γὰρ (ἂν *k*) (ἔχει, *N(k)O*) δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ (ὃ *N(k)O*) ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ.
26 και ελεγεν ουτωσ εστιν η βασιλεια του θεου ωσ εαν ανθρωποσ βαλη τον σπορον επι τησ γησ
Καὶ ἔλεγεν· οὕτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, ὡς (ἐὰν *ko*) ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς
27 και καθευδη και εγειρηται νυκτα και ημεραν και ο σποροσ βλαστανη και μηκυνηται ωσ ουκ οιδεν αυτοσ
καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστᾷ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός.
28 αυτοματη γαρ η γη καρποφορει πρωτον χορτον ειτα σταχυν ειτα πληρη σιτον εν τω σταχυι
αὐτομάτη (γὰρ *k*) ἡ γῆ καρποφορεῖ πρῶτον χόρτον εἶτα στάχυν εἶτα πλήρης (σῖτον *NK(o)*) ἐν τῷ στάχυϊ.
29 οταν δε παραδω ο καρποσ ευθεωσ αποστελλει το δρεπανον οτι παρεστηκεν ο θερισμοσ
ὅταν δὲ παραδοῖ ὁ καρπός, εὐθὺς ἀποστέλλει τὸ δρέπανον ὅτι παρέστηκεν ὁ θερισμός.
30 και ελεγεν τινι ομοιωσωμεν την βασιλειαν του θεου η εν ποια παραβολη παραβαλωμεν αυτην
Καὶ ἔλεγεν· (πῶς *N(k)O*) ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ ἢ ἐν (τίνι *N(k)O*) αὐτὴν παραβολῇ (θῶμεν; *N(k)O*)
31 ωσ κοκκον σιναπεωσ οσ οταν σπαρη επι τησ γησ μικροτεροσ παντων των σπερματων εστιν των επι τησ γησ
ὡς (κόκκῳ *NK(o)*) σινάπεως ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, (μικρότερον ὂν *N(k)O*) πάντων τῶν σπερμάτων τῶν ἐπὶ τῆς γῆς.
32 και οταν σπαρη αναβαινει και γινεται παντων των λαχανων μειζων και ποιει κλαδουσ μεγαλουσ ωστε δυνασθαι υπο την σκιαν αυτου τα πετεινα του ουρανου κατασκηνουν
καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται (μεῖζον *N(k)O*) πάντων τῶν λαχάνων καὶ ποιεῖ κλάδους μεγάλους ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν.
33 και τοιαυταισ παραβολαισ πολλαισ ελαλει αυτοισ τον λογον καθωσ εδυναντο ακουειν
Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον καθὼς ἠδύναντο ἀκούειν.
34 χωρισ δε παραβολησ ουκ ελαλει αυτοισ κατ ιδιαν δε τοισ μαθηταισ αυτου επελυεν παντα
χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς· κατ᾽ ἰδίαν δὲ τοῖς (ἰδίοις *N(k)O*) μαθηταῖς ἐπέλυεν πάντα.
35 και λεγει αυτοισ εν εκεινη τη ημερα οψιασ γενομενησ διελθωμεν εισ το περαν
Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης· διέλθωμεν εἰς τὸ πέραν.
36 και αφεντεσ τον οχλον παραλαμβανουσιν αυτον ωσ ην εν τω πλοιω και αλλα δε πλοιαρια ην μετ αυτου
καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ, καὶ ἄλλα (δὲ *k*) (πλοῖα *N(k)O*) ἦν μετ᾽ αὐτοῦ.
37 και γινεται λαιλαψ ανεμου μεγαλη τα δε κυματα επεβαλλεν εισ το πλοιον ωστε αυτο ηδη γεμιζεσθαι
καὶ γίνεται λαῖλαψ μεγάλη ἀνέμου, (καὶ *no*) τὰ (δὲ *k*) κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον ὥστε ἤδη γεμίζεσθαι (τὸ *no*) (πλοῖον. *N(K)O*)
38 και ην αυτοσ επι τη πρυμνη επι το προσκεφαλαιον καθευδων και διεγειρουσιν αυτον και λεγουσιν αυτω διδασκαλε ου μελει σοι οτι απολλυμεθα
καὶ αὐτὸς ἦν (ἐν *N(k)O*) τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων. καὶ (ἐγείρουσιν *N(k)O*) αὐτὸν καὶ λέγουσιν αὐτῷ· διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα;
39 και διεγερθεισ επετιμησεν τω ανεμω και ειπεν τη θαλασση σιωπα πεφιμωσο και εκοπασεν ο ανεμοσ και εγενετο γαληνη μεγαλη
καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ· σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη.
40 και ειπεν αυτοισ τι δειλοι εστε ουτωσ πωσ ουκ εχετε πιστιν
Καὶ εἶπεν αὐτοῖς· τί δειλοί ἐστε; (οὔπω *N(K)O*) (πῶς οὐκ *K*) ἔχετε πίστιν;
41 και εφοβηθησαν φοβον μεγαν και ελεγον προσ αλληλουσ τισ αρα ουτοσ εστιν οτι και ο ανεμοσ και η θαλασσα υπακουουσιν αυτω
καὶ ἐφοβήθησαν φόβον μέγαν καὶ ἔλεγον πρὸς ἀλλήλους· τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα (ὑπακούει *N(k)O*) αὐτῷ;

< Κατα Μαρκον 4 >