< Κατα Μαρκον 13 >
1 και εκπορευομενου αυτου εκ του ιερου λεγει αυτω εισ των μαθητων αυτου διδασκαλε ιδε ποταποι λιθοι και ποταπαι οικοδομαι
Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί.
2 και ο ιησουσ αποκριθεισ ειπεν αυτω βλεπεισ ταυτασ τασ μεγαλασ οικοδομασ ου μη αφεθη λιθοσ επι λιθω οσ ου μη καταλυθη
Καὶ ὁ Ἰησοῦς (ἀποκριθεὶς *k*) εἶπεν αὐτῷ· βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ (ὧδε *NO*) λίθος ἐπὶ (λίθον *N(k)O*) ὃς οὐ μὴ καταλυθῇ.
3 και καθημενου αυτου εισ το οροσ των ελαιων κατεναντι του ιερου επηρωτων αυτον κατ ιδιαν πετροσ και ιακωβοσ και ιωαννησ και ανδρεασ
Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ (ἐπηρώτα *N(k)O*) αὐτὸν κατ᾽ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας·
4 ειπε ημιν ποτε ταυτα εσται και τι το σημειον οταν μελλη παντα ταυτα συντελεισθαι
εἰπὸν ἡμῖν· πότε ταῦτα ἔσται καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα συντελεῖσθαι πάντα;
5 ο δε ιησουσ αποκριθεισ αυτοισ ηρξατο λεγειν βλεπετε μη τισ υμασ πλανηση
Ὁ δὲ Ἰησοῦς (ἀποκριθεὶς *k*) ἤρξατο λέγειν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ.
6 πολλοι γαρ ελευσονται επι τω ονοματι μου λεγοντεσ οτι εγω ειμι και πολλουσ πλανησουσιν
πολλοὶ (γὰρ *ko*) ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν.
7 οταν δε ακουσητε πολεμουσ και ακοασ πολεμων μη θροεισθε δει γαρ γενεσθαι αλλ ουπω το τελοσ
ὅταν δὲ (ἀκούσητε *NK(o)*) πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ (γὰρ *ko*) γενέσθαι, ἀλλ᾽ οὔπω τὸ τέλος.
8 εγερθησεται γαρ εθνοσ επι εθνοσ και βασιλεια επι βασιλειαν και εσονται σεισμοι κατα τοπουσ και εσονται λιμοι και ταραχαι αρχαι ωδινων ταυτα
ἐγερθήσεται γὰρ ἔθνος ἐπ᾽ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν· (καὶ *k*) ἔσονται σεισμοὶ κατὰ τόπους· (καὶ *ko*) ἔσονται λιμοί (καὶ ταραχαί· *K*) (ἀρχὴ *N(K)O*) ὠδίνων ταῦτα.
9 βλεπετε δε υμεισ εαυτουσ παραδωσουσιν γαρ υμασ εισ συνεδρια και εισ συναγωγασ δαρησεσθε και επι ηγεμονων και βασιλεων σταθησεσθε ενεκεν εμου εισ μαρτυριον αυτοισ
Βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσιν (γὰρ *ko*) ὑμᾶς εἰς συνέδρια, καὶ εἰς συναγωγὰς δαρήσεσθε καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς.
10 και εισ παντα τα εθνη δει πρωτον κηρυχθηναι το ευαγγελιον
καὶ εἰς πάντα τὰ ἔθνη πρῶτον δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον.
11 οταν δε αγαγωσιν υμασ παραδιδοντεσ μη προμεριμνατε τι λαλησητε μηδε μελετατε αλλ ο εαν δοθη υμιν εν εκεινη τη ωρα τουτο λαλειτε ου γαρ εστε υμεισ οι λαλουντεσ αλλα το πνευμα το αγιον
(καὶ *no*) ὅταν (δὲ *k*) (ἄγωσιν *N(k)O*) ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε (μηδὲ μελετᾶτε· *K*) ἀλλ᾽ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον.
12 παραδωσει δε αδελφοσ αδελφον εισ θανατον και πατηρ τεκνον και επαναστησονται τεκνα επι γονεισ και θανατωσουσιν αυτουσ
(καὶ *no*) παραδώσει (δὲ *k*) ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς.
13 και εσεσθε μισουμενοι υπο παντων δια το ονομα μου ο δε υπομεινασ εισ τελοσ ουτοσ σωθησεται
καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
14 οταν δε ιδητε το βδελυγμα τησ ερημωσεωσ το ρηθεν υπο δανιηλ του προφητου εστωσ οπου ου δει ο αναγινωσκων νοειτω τοτε οι εν τη ιουδαια φευγετωσαν εισ τα ορη
ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως (τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου *K*) (ἑστηκότα *N(k)(o)*) ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη·
15 ο δε επι του δωματοσ μη καταβατω εισ την οικιαν μηδε εισελθετω αραι τι εκ τησ οικιασ αυτου
ὁ δὲ ἐπὶ τοῦ δώματος μὴ καταβάτω (εἰς τὴν οἰκίαν *KO*) μηδὲ εἰσελθάτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ·
16 και ο εισ τον αγρον ων μη επιστρεψατω εισ τα οπισω αραι το ιματιον αυτου
καὶ ὁ εἰς τὸν ἀγρὸν (ὢν *k*) μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ.
17 ουαι δε ταισ εν γαστρι εχουσαισ και ταισ θηλαζουσαισ εν εκειναισ ταισ ημεραισ
οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
18 προσευχεσθε δε ινα μη γενηται η φυγη υμων χειμωνοσ
προσεύχεσθε δὲ ἵνα μὴ γένηται (ἡ φυγὴ ὑμῶν *K*) χειμῶνος.
19 εσονται γαρ αι ημεραι εκειναι θλιψισ οια ου γεγονεν τοιαυτη απ αρχησ κτισεωσ ησ εκτισεν ο θεοσ εωσ του νυν και ου μη γενηται
ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπ᾽ ἀρχῆς κτίσεως (ἣν *N(k)O*) ἔκτισεν ὁ θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται.
20 και ει μη κυριοσ εκολοβωσεν τασ ημερασ ουκ αν εσωθη πασα σαρξ αλλα δια τουσ εκλεκτουσ ουσ εξελεξατο εκολοβωσεν τασ ημερασ
καὶ εἰ μὴ ἐκολόβωσεν κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας.
21 τοτε εαν τισ υμιν ειπη ιδου ωδε ο χριστοσ η ιδου εκει μη πιστευετε
καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ· (ἴδε *N(k)O*) ὧδε ὁ χριστός (ἢ, *KO*) (ἴδε *N(k)O*) ἐκεῖ, μὴ (πιστεύετε. *N(k)O*)
22 εγερθησονται γαρ ψευδοχριστοι και ψευδοπροφηται και δωσουσιν σημεια και τερατα προσ το αποπλαναν ει δυνατον και τουσ εκλεκτουσ
ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν εἰ δυνατὸν (καὶ *ko*) τοὺς ἐκλεκτούς.
23 υμεισ δε βλεπετε ιδου προειρηκα υμιν παντα
ὑμεῖς δὲ βλέπετε· (ἰδού *K*) προείρηκα ὑμῖν πάντα.
24 αλλ εν εκειναισ ταισ ημεραισ μετα την θλιψιν εκεινην ο ηλιοσ σκοτισθησεται και η σεληνη ου δωσει το φεγγοσ αυτησ
Ἀλλ᾽ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,
25 και οι αστερεσ του ουρανου εσονται εκπιπτοντεσ και αι δυναμεισ αι εν τοισ ουρανοισ σαλευθησονται
καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ (πίπτοντες, *N(k)O*) καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.
26 και τοτε οψονται τον υιον του ανθρωπου ερχομενον εν νεφελαισ μετα δυναμεωσ πολλησ και δοξησ
καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης.
27 και τοτε αποστελει τουσ αγγελουσ αυτου και επισυναξει τουσ εκλεκτουσ αυτου εκ των τεσσαρων ανεμων απ ακρου γησ εωσ ακρου ουρανου
καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους (αὐτοῦ *K*) καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ᾽ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.
28 απο δε τησ συκησ μαθετε την παραβολην οταν αυτησ ηδη ο κλαδοσ απαλοσ γενηται και εκφυη τα φυλλα γινωσκετε οτι εγγυσ το θεροσ εστιν
ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς ἁπαλὸς γένηται, καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν.
29 ουτωσ και υμεισ οταν ταυτα ιδητε γινομενα γινωσκετε οτι εγγυσ εστιν επι θυραισ
οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
30 αμην λεγω υμιν οτι ου μη παρελθη η γενεα αυτη μεχρι ου παντα ταυτα γενηται
Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ ταῦτα πάντα γένηται.
31 ο ουρανοσ και η γη παρελευσεται οι δε λογοι μου ου μη παρελθωσιν
ὁ οὐρανὸς καὶ ἡ γῆ (παρελεύσονται, *NK(o)*) οἱ δὲ λόγοι μου οὐ μὴ (παρελεύσονται. *N(k)O*)
32 περι δε τησ ημερασ εκεινησ η ωρασ ουδεισ οιδεν ουδε οι αγγελοι οι εν ουρανω ουδε ο υιοσ ει μη ο πατηρ
Περὶ δὲ τῆς ἡμέρας ἐκείνης (ἢ *N(k)O*) τῆς ὥρας οὐδεὶς οἶδεν οὐδὲ οἱ ἄγγελοι (οἱ *k*) ἐν οὐρανῷ οὐδὲ ὁ υἱὸς εἰ μὴ ὁ πατήρ.
33 βλεπετε αγρυπνειτε και προσευχεσθε ουκ οιδατε γαρ ποτε ο καιροσ εστιν
Βλέπετε, ἀγρυπνεῖτε (καὶ προσεύχεσθε· *KO*) οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν.
34 ωσ ανθρωποσ αποδημοσ αφεισ την οικιαν αυτου και δουσ τοισ δουλοισ αυτου την εξουσιαν και εκαστω το εργον αυτου και τω θυρωρω ενετειλατο ινα γρηγορη
ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, (καὶ *k*) ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.
35 γρηγορειτε ουν ουκ οιδατε γαρ ποτε ο κυριοσ τησ οικιασ ερχεται οψε η μεσονυκτιου η αλεκτοροφωνιασ η πρωι
γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται (ἢ *no*) ὀψὲ ἢ (μεσονύκτιον *N(k)O*) ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ·
36 μη ελθων εξαιφνησ ευρη υμασ καθευδοντασ
μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας.
37 α δε υμιν λεγω πασιν λεγω γρηγορειτε
(ὃ *N(k)O*) δὲ ὑμῖν λέγω, πᾶσιν λέγω· γρηγορεῖτε.