< Προς Εφεσιους 3 >

1 τουτου χαριν εγω παυλοσ ο δεσμιοσ του χριστου ιησου υπερ υμων των εθνων
Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν
2 ειγε ηκουσατε την οικονομιαν τησ χαριτοσ του θεου τησ δοθεισησ μοι εισ υμασ
εἴγε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς,
3 οτι κατα αποκαλυψιν εγνωρισεν μοι το μυστηριον καθωσ προεγραψα εν ολιγω
ὅτι κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ,
4 προσ ο δυνασθε αναγινωσκοντεσ νοησαι την συνεσιν μου εν τω μυστηριω του χριστου
πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ,
5 ο ετεραισ γενεαισ ουκ εγνωρισθη τοισ υιοισ των ανθρωπων ωσ νυν απεκαλυφθη τοισ αγιοισ αποστολοισ αυτου και προφηταισ εν πνευματι
ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι,
6 ειναι τα εθνη συγκληρονομα και συσσωμα και συμμετοχα τησ επαγγελιασ αυτου εν τω χριστω δια του ευαγγελιου
εἶναι τὰ ἔθνη συνκληρονόμα καὶ σύνσωμα καὶ συνμέτοχα τῆς ἐπαγγελίας ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου,
7 ου εγενομην διακονοσ κατα την δωρεαν τησ χαριτοσ του θεου την δοθεισαν μοι κατα την ενεργειαν τησ δυναμεωσ αυτου
οὗ ἐγενήθην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ.
8 εμοι τω ελαχιστοτερω παντων αγιων εδοθη η χαρισ αυτη εν τοισ εθνεσιν ευαγγελισασθαι τον ανεξιχνιαστον πλουτον του χριστου
ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸ ἀνεξιχνίαστον πλοῦτος τοῦ Χριστοῦ,
9 και φωτισαι παντασ τισ η οικονομια του μυστηριου του αποκεκρυμμενου απο των αιωνων εν τω θεω τω τα παντα κτισαντι δια ιησου χριστου (aiōn g165)
καὶ φωτίσαι τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι, (aiōn g165)
10 ινα γνωρισθη νυν ταισ αρχαισ και ταισ εξουσιαισ εν τοισ επουρανιοισ δια τησ εκκλησιασ η πολυποικιλοσ σοφια του θεου
ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ,
11 κατα προθεσιν των αιωνων ην εποιησεν εν χριστω ιησου τω κυριω ημων (aiōn g165)
κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν τῷ Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, (aiōn g165)
12 εν ω εχομεν την παρρησιαν και την προσαγωγην εν πεποιθησει δια τησ πιστεωσ αυτου
ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ.
13 διο αιτουμαι μη εκκακειν εν ταισ θλιψεσιν μου υπερ υμων ητισ εστιν δοξα υμων
Διὸ αἰτοῦμαι μὴ ἐνκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶν δόξα ὑμῶν.
14 τουτου χαριν καμπτω τα γονατα μου προσ τον πατερα του κυριου ημων ιησου χριστου
τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα,
15 εξ ου πασα πατρια εν ουρανοισ και επι γησ ονομαζεται
ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται,
16 ινα δωη υμιν κατα τον πλουτον τησ δοξησ αυτου δυναμει κραταιωθηναι δια του πνευματοσ αυτου εισ τον εσω ανθρωπον
ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον,
17 κατοικησαι τον χριστον δια τησ πιστεωσ εν ταισ καρδιαισ υμων
κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν,
18 εν αγαπη ερριζωμενοι και τεθεμελιωμενοι ινα εξισχυσητε καταλαβεσθαι συν πασιν τοισ αγιοισ τι το πλατοσ και μηκοσ και βαθοσ και υψοσ
ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι, ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος,
19 γνωναι τε την υπερβαλλουσαν τησ γνωσεωσ αγαπην του χριστου ινα πληρωθητε εισ παν το πληρωμα του θεου
γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ.
20 τω δε δυναμενω υπερ παντα ποιησαι υπερ εκπερισσου ων αιτουμεθα η νοουμεν κατα την δυναμιν την ενεργουμενην εν ημιν
Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν,
21 αυτω η δοξα εν τη εκκλησια εν χριστω ιησου εισ πασασ τασ γενεασ του αιωνοσ των αιωνων αμην (aiōn g165)
αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ καὶ ἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων· ἀμήν. (aiōn g165)

< Προς Εφεσιους 3 >