< Προς Εφεσιους 2 >
1 και υμασ οντασ νεκρουσ τοισ παραπτωμασιν και ταισ αμαρτιαισ
Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἁμαρτίαις ὑμῶν,
2 εν αισ ποτε περιεπατησατε κατα τον αιωνα του κοσμου τουτου κατα τον αρχοντα τησ εξουσιασ του αεροσ του πνευματοσ του νυν ενεργουντοσ εν τοισ υιοισ τησ απειθειασ (aiōn )
ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· (aiōn )
3 εν οισ και ημεισ παντεσ ανεστραφημεν ποτε εν ταισ επιθυμιαισ τησ σαρκοσ ημων ποιουντεσ τα θεληματα τησ σαρκοσ και των διανοιων και ημεν τεκνα φυσει οργησ ωσ και οι λοιποι
ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἤμεθα τέκνα φύσει ὀργῆς ὡς καὶ οἱ λοιποί·
4 ο δε θεοσ πλουσιοσ ων εν ελεει δια την πολλην αγαπην αυτου ην ηγαπησεν ημασ
ὁ δὲ θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς,
5 και οντασ ημασ νεκρουσ τοισ παραπτωμασιν συνεζωοποιησεν τω χριστω χαριτι εστε σεσωσμενοι
καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν συνεζωοποίησεν τῷ Χριστῷ χάριτί ἐστε σεσῳσμένοι
6 και συνηγειρεν και συνεκαθισεν εν τοισ επουρανιοισ εν χριστω ιησου
καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ,
7 ινα ενδειξηται εν τοισ αιωσιν τοισ επερχομενοισ τον υπερβαλλοντα πλουτον τησ χαριτοσ αυτου εν χρηστοτητι εφ ημασ εν χριστω ιησου (aiōn )
ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις τὸ ὑπερβάλλον πλοῦτος τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ’ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. (aiōn )
8 τη γαρ χαριτι εστε σεσωσμενοι δια τησ πιστεωσ και τουτο ουκ εξ υμων θεου το δωρον
τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, θεοῦ τὸ δῶρον·
9 ουκ εξ εργων ινα μη τισ καυχησηται
οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται.
10 αυτου γαρ εσμεν ποιημα κτισθεντεσ εν χριστω ιησου επι εργοισ αγαθοισ οισ προητοιμασεν ο θεοσ ινα εν αυτοισ περιπατησωμεν
αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς οἷς προητοίμασεν ὁ θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.
11 διο μνημονευετε οτι υμεισ ποτε τα εθνη εν σαρκι οι λεγομενοι ακροβυστια υπο τησ λεγομενησ περιτομησ εν σαρκι χειροποιητου
Διὸ μνημονεύετε ὅτι ποτὲ ὑμεῖς τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου,
12 οτι ητε εν τω καιρω εκεινω χωρισ χριστου απηλλοτριωμενοι τησ πολιτειασ του ισραηλ και ξενοι των διαθηκων τησ επαγγελιασ ελπιδα μη εχοντεσ και αθεοι εν τω κοσμω
ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ·
13 νυνι δε εν χριστω ιησου υμεισ οι ποτε οντεσ μακραν εγγυσ εγενηθητε εν τω αιματι του χριστου
νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἵ ποτε ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ.
14 αυτοσ γαρ εστιν η ειρηνη ημων ο ποιησασ τα αμφοτερα εν και το μεσοτοιχον του φραγμου λυσασ
αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας,
15 την εχθραν εν τη σαρκι αυτου τον νομον των εντολων εν δογμασιν καταργησασ ινα τουσ δυο κτιση εν εαυτω εισ ενα καινον ανθρωπον ποιων ειρηνην
τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν αὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην,
16 και αποκαταλλαξη τουσ αμφοτερουσ εν ενι σωματι τω θεω δια του σταυρου αποκτεινασ την εχθραν εν αυτω
καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ.
17 και ελθων ευηγγελισατο ειρηνην υμιν τοισ μακραν και τοισ εγγυσ
καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ εἰρήνην τοῖς ἐγγύς,
18 οτι δι αυτου εχομεν την προσαγωγην οι αμφοτεροι εν ενι πνευματι προσ τον πατερα
ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα.
19 αρα ουν ουκετι εστε ξενοι και παροικοι αλλα συμπολιται των αγιων και οικειοι του θεου
ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ ἐστὲ συνπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ,
20 εποικοδομηθεντεσ επι τω θεμελιω των αποστολων και προφητων οντοσ ακρογωνιαιου αυτου ιησου χριστου
ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ,
21 εν ω πασα οικοδομη συναρμολογουμενη αυξει εισ ναον αγιον εν κυριω
ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ,
22 εν ω και υμεισ συνοικοδομεισθε εισ κατοικητηριον του θεου εν πνευματι
ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι.