< Προς Τιμοθεον Β΄ 1 >
1 παυλοσ αποστολοσ ιησου χριστου δια θεληματοσ θεου κατ επαγγελιαν ζωησ τησ εν χριστω ιησου
Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ κατ᾽ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ
2 τιμοθεω αγαπητω τεκνω χαρισ ελεοσ ειρηνη απο θεου πατροσ και χριστου ιησου του κυριου ημων
Τιμοθέῳ ἀγαπητῷ τέκνῳ· χάρις, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.
3 χαριν εχω τω θεω ω λατρευω απο προγονων εν καθαρα συνειδησει ωσ αδιαλειπτον εχω την περι σου μνειαν εν ταισ δεησεσιν μου νυκτοσ και ημερασ
Χάριν ἔχω τῷ θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσίν μου νυκτὸς καὶ ἡμέρας
4 επιποθων σε ιδειν μεμνημενοσ σου των δακρυων ινα χαρασ πληρωθω
ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ
5 υπομνησιν λαμβανων τησ εν σοι ανυποκριτου πιστεωσ ητισ ενωκησεν πρωτον εν τη μαμμη σου λωιδι και τη μητρι σου ευνικη πεπεισμαι δε οτι και εν σοι
ὑπόμνησιν (λαβὼν *N(k)O*) τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησεν πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι καὶ τῇ μητρί σου Εὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί.
6 δι ην αιτιαν αναμιμνησκω σε αναζωπυρειν το χαρισμα του θεου ο εστιν εν σοι δια τησ επιθεσεωσ των χειρων μου
Δι᾽ ἣν αἰτίαν ἀναμιμνῄσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου·
7 ου γαρ εδωκεν ημιν ο θεοσ πνευμα δειλιασ αλλα δυναμεωσ και αγαπησ και σωφρονισμου
οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δειλίας ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ.
8 μη ουν επαισχυνθησ το μαρτυριον του κυριου ημων μηδε εμε τον δεσμιον αυτου αλλα συγκακοπαθησον τω ευαγγελιω κατα δυναμιν θεου
Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν θεοῦ
9 του σωσαντοσ ημασ και καλεσαντοσ κλησει αγια ου κατα τα εργα ημων αλλα κατ ιδιαν προθεσιν και χαριν την δοθεισαν ημιν εν χριστω ιησου προ χρονων αιωνιων (aiōnios )
τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, (aiōnios )
10 φανερωθεισαν δε νυν δια τησ επιφανειασ του σωτηροσ ημων ιησου χριστου καταργησαντοσ μεν τον θανατον φωτισαντοσ δε ζωην και αφθαρσιαν δια του ευαγγελιου
φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Χριστοῦ Ἰησοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου,
11 εισ ο ετεθην εγω κηρυξ και αποστολοσ και διδασκαλοσ εθνων
εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος (ἐθνῶν· *KO*)
12 δι ην αιτιαν και ταυτα πασχω αλλ ουκ επαισχυνομαι οιδα γαρ ω πεπιστευκα και πεπεισμαι οτι δυνατοσ εστιν την παραθηκην μου φυλαξαι εισ εκεινην την ημεραν
δι᾽ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ᾽ οὐκ ἐπαισχύνομαι· οἶδα γὰρ ᾧ πεπίστευκα καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν.
13 υποτυπωσιν εχε υγιαινοντων λογων ων παρ εμου ηκουσασ εν πιστει και αγαπη τη εν χριστω ιησου
Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ᾽ ἐμοῦ ἤκουσας ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ·
14 την καλην παραθηκην φυλαξον δια πνευματοσ αγιου του ενοικουντοσ εν ημιν
τὴν καλὴν (παραθήκην *N(k)O*) φύλαξον διὰ πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν.
15 οιδασ τουτο οτι απεστραφησαν με παντεσ οι εν τη ασια ων εστιν φυγελοσ και ερμογενησ
Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστιν Φύγελος καὶ Ἑρμογένης.
16 δωη ελεοσ ο κυριοσ τω ονησιφορου οικω οτι πολλακισ με ανεψυξεν και την αλυσιν μου ουκ επαισχυνθη
δῴη ἔλεος ὁ κύριος τῷ Ὀνησιφόρου οἴκῳ· ὅτι πολλάκις με ἀνέψυξεν καὶ τὴν ἅλυσίν μου οὐκ (ἐπαισχύνθη, *N(k)O*)
17 αλλα γενομενοσ εν ρωμη σπουδαιοτερον εζητησεν με και ευρεν
ἀλλὰ γενόμενος ἐν Ῥώμῃ (σπουδαίως *N(k)O*) ἐζήτησέν με καὶ εὗρεν·
18 δωη αυτω ο κυριοσ ευρειν ελεοσ παρα κυριου εν εκεινη τη ημερα και οσα εν εφεσω διηκονησεν βελτιον συ γινωσκεισ
δῴη αὐτῷ ὁ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησεν, βέλτιον σὺ γινώσκεις.