< Βασιλειῶν Αʹ 6 >
1 καὶ ἦν ἡ κιβωτὸς ἐν ἀγρῷ τῶν ἀλλοφύλων ἑπτὰ μῆνας καὶ ἐξέζεσεν ἡ γῆ αὐτῶν μύας
Και ήτο η κιβωτός του Κυρίου εν τη γη των Φιλισταίων επτά μήνας.
2 καὶ καλοῦσιν ἀλλόφυλοι τοὺς ἱερεῖς καὶ τοὺς μάντεις καὶ τοὺς ἐπαοιδοὺς αὐτῶν λέγοντες τί ποιήσωμεν τῇ κιβωτῷ κυρίου γνωρίσατε ἡμῖν ἐν τίνι ἀποστελοῦμεν αὐτὴν εἰς τὸν τόπον αὐτῆς
Και έκραξαν οι Φιλισταίοι τους ιερείς και τους μάντεις, λέγοντες, Τι να κάμωμεν εις την κιβωτόν του Κυρίου; φανερώσατε εις ημάς τίνι τρόπω θέλομεν αποστείλει αυτήν εις τον τόπον αυτής.
3 καὶ εἶπαν εἰ ἐξαπεστέλλετε ὑμεῖς τὴν κιβωτὸν διαθήκης κυρίου θεοῦ Ισραηλ μὴ δὴ ἐξαποστείλητε αὐτὴν κενήν ἀλλὰ ἀποδιδόντες ἀπόδοτε αὐτῇ τῆς βασάνου καὶ τότε ἰαθήσεσθε καὶ ἐξιλασθήσεται ὑμῖν μὴ οὐκ ἀποστῇ ἡ χεὶρ αὐτοῦ ἀφ’ ὑμῶν
Οι δε είπον, Εάν εξαποστείλητε την κιβωτόν του Θεού του Ισραήλ, μη αποστείλητε αυτήν κενήν· αλλά κατά πάντα τρόπον απόδοτε εις αυτόν προσφοράν περί ανομίας· τότε θέλετε ιαθή και θέλετε γνωρίσει διά τι η χειρ αυτού δεν απεσύρθη από σας.
4 καὶ λέγουσιν τί τὸ τῆς βασάνου ἀποδώσομεν αὐτῇ καὶ εἶπαν κατ’ ἀριθμὸν τῶν σατραπῶν τῶν ἀλλοφύλων πέντε ἕδρας χρυσᾶς ὅτι πταῖσμα ἓν ὑμῖν καὶ τοῖς ἄρχουσιν ὑμῶν καὶ τῷ λαῷ
Και είπον, Ποία είναι η περί ανομίας προσφορά, την οποίαν θέλομεν αποδώσει εις αυτόν; Οι δε απεκρίθησαν, Κατά τον αριθμόν των σατραπών των Φιλισταίων, πέντε αιμορροΐδες χρυσαί και πέντε χρυσοί ποντικοί· διότι η αυτή πληγή ήτο επί πάντας υμάς και επί τους σατράπας υμών·
5 καὶ μῦς χρυσοῦς ὁμοίωμα τῶν μυῶν ὑμῶν τῶν διαφθειρόντων τὴν γῆν καὶ δώσετε τῷ κυρίῳ δόξαν ὅπως κουφίσῃ τὴν χεῖρα αὐτοῦ ἀφ’ ὑμῶν καὶ ἀπὸ τῶν θεῶν ὑμῶν καὶ ἀπὸ τῆς γῆς ὑμῶν
διά τούτο θέλετε κάμει ομοιώματα των αιμορροΐδων σας και ομοιώματα των ποντικών σας των φθειρόντων την γήν· και θέλετε δώσει δόξαν εις τον Θεόν του Ισραήλ· ίσως ελαφρύνη την χείρα αυτού αφ' υμών και από των θεών υμών και από της γης υμών·
6 καὶ ἵνα τί βαρύνετε τὰς καρδίας ὑμῶν ὡς ἐβάρυνεν Αἴγυπτος καὶ Φαραω τὴν καρδίαν αὐτῶν οὐχὶ ὅτε ἐνέπαιξεν αὐτοῖς ἐξαπέστειλαν αὐτούς καὶ ἀπῆλθον
διά τι λοιπόν σκληρύνετε τας καρδίας σας, καθώς οι Αιγύπτιοι και ο Φαραώ εσκλήρυναν τας καρδίας αυτών; ότε έκαμε τεράστια εν τω μέσω αυτών, δεν αφήκαν αυτούς να υπάγωσι, και αυτοί ανεχώρησαν;
7 καὶ νῦν λάβετε καὶ ποιήσατε ἅμαξαν καινὴν καὶ δύο βόας πρωτοτοκούσας ἄνευ τῶν τέκνων καὶ ζεύξατε τὰς βόας ἐν τῇ ἁμάξῃ καὶ ἀπαγάγετε τὰ τέκνα ἀπὸ ὄπισθεν αὐτῶν εἰς οἶκον
τώρα λοιπόν λάβετε και ετοιμάσατε μίαν άμαξαν νέαν και δύο βους θηλαζούσας, εις τας οποίας δεν επεβλήθη ζυγός, και ζεύξατε τας βους εις την άμαξαν, τους δε μόσχους αυτών επαναφέρετε απ' όπισθεν αυτών εις τον οίκον·
8 καὶ λήμψεσθε τὴν κιβωτὸν καὶ θήσετε αὐτὴν ἐπὶ τὴν ἅμαξαν καὶ τὰ σκεύη τὰ χρυσᾶ ἀποδώσετε αὐτῇ τῆς βασάνου καὶ θήσετε ἐν θέματι βερσεχθαν ἐκ μέρους αὐτῆς καὶ ἐξαποστελεῖτε αὐτὴν καὶ ἀπελάσατε αὐτήν καὶ ἀπελεύσεται
και λάβετε την κιβωτόν του Κυρίου και θέσατε αυτήν επί της αμάξης· και τα σκεύη τα χρυσά, τα οποία αποδίδετε εις αυτόν προσφοράν περί ανομίας, θέσατε εν κιβωτίω εις τα πλάγια αυτής· και εξαποστείλατε αυτήν να υπάγη·
9 καὶ ὄψεσθε εἰ εἰς ὁδὸν ὁρίων αὐτῆς πορεύσεται κατὰ Βαιθσαμυς αὐτὸς πεποίηκεν ἡμῖν τὴν κακίαν ταύτην τὴν μεγάλην καὶ ἐὰν μή καὶ γνωσόμεθα ὅτι οὐ χεὶρ αὐτοῦ ἧπται ἡμῶν ἀλλὰ σύμπτωμα τοῦτο γέγονεν ἡμῖν
και βλέπετε, εάν αναβαίνη διά της οδού των ορίων αυτής εις Βαιθ-σεμές, αυτός έκαμεν εις ημάς το μέγα τούτο κακόν· εάν δε μη, τότε θέλομεν γνωρίσει ότι δεν επάταξεν ημάς η χειρ αυτού, αλλ' ότι τούτο εστάθη τυχαίον εις ημάς.
10 καὶ ἐποίησαν οἱ ἀλλόφυλοι οὕτως καὶ ἔλαβον δύο βόας πρωτοτοκούσας καὶ ἔζευξαν αὐτὰς ἐν τῇ ἁμάξῃ καὶ τὰ τέκνα αὐτῶν ἀπεκώλυσαν εἰς οἶκον
Και έκαμον ούτως οι άνδρες, και λαβόντες δύο βους θηλαζούσας, έζευξαν αυτάς εις την άμαξαν, τους δε μόσχους αυτών απέκλεισαν εν τω οίκω.
11 καὶ ἔθεντο τὴν κιβωτὸν ἐπὶ τὴν ἅμαξαν καὶ τὸ θέμα εργαβ καὶ τοὺς μῦς τοὺς χρυσοῦς
Και έθεσαν την κιβωτόν του Κυρίου επί της αμάξης και το κιβώτιον μετά των χρυσών ποντικών και των ομοιωμάτων των αιμορροΐδων αυτών.
12 καὶ κατεύθυναν αἱ βόες ἐν τῇ ὁδῷ εἰς ὁδὸν Βαιθσαμυς ἐν τρίβῳ ἑνὶ ἐπορεύοντο καὶ ἐκοπίων καὶ οὐ μεθίσταντο δεξιὰ οὐδὲ ἀριστερά καὶ οἱ σατράπαι τῶν ἀλλοφύλων ἐπορεύοντο ὀπίσω αὐτῆς ἕως ὁρίων Βαιθσαμυς
Και διευθύνθησαν αι βους εις την οδόν την εις Βαιθ-σεμές· την αυτήν οδόν εξηκολούθουν, μυκώμεναι ενώ υπήγαινον, και δεν μετεστρέφοντο δεξιά ή αριστερά· οι δε σατράπαι των Φιλισταίων επορεύοντο κατόπιν αυτών έως των ορίων της Βαιθ-σεμές.
13 καὶ οἱ ἐν Βαιθσαμυς ἐθέριζον θερισμὸν πυρῶν ἐν κοιλάδι καὶ ἦραν ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον κιβωτὸν κυρίου καὶ ηὐφράνθησαν εἰς ἀπάντησιν αὐτῆς
Και οι Βαιθ-σεμίται εθέριζον τον σίτον αυτών εν τη κοιλάδι και υψώσαντες τους οφθαλμούς αυτών, είδον την κιβωτόν και ιδόντες υπερεχάρησαν.
14 καὶ ἡ ἅμαξα εἰσῆλθεν εἰς ἀγρὸν Ωσηε τὸν ἐν Βαιθσαμυς καὶ ἔστησαν ἐκεῖ παρ’ αὐτῇ λίθον μέγαν καὶ σχίζουσιν τὰ ξύλα τῆς ἁμάξης καὶ τὰς βόας ἀνήνεγκαν εἰς ὁλοκαύτωσιν τῷ κυρίῳ
Και εισήλθεν η άμαξα εις τον αγρόν Ιησού του Βαιθ-σεμίτου και εστάθη εκεί, όπου ήτο λίθος μέγας· και έσχισαν τα ξύλα της αμάξης, και προσέφεραν τας βους ολοκαύτωμα εις τον Κύριον.
15 καὶ οἱ Λευῖται ἀνήνεγκαν τὴν κιβωτὸν τοῦ κυρίου καὶ τὸ θέμα εργαβ μετ’ αὐτῆς καὶ τὰ ἐπ’ αὐτῆς σκεύη τὰ χρυσᾶ καὶ ἔθεντο ἐπὶ τοῦ λίθου τοῦ μεγάλου καὶ οἱ ἄνδρες Βαιθσαμυς ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ θυσίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῷ κυρίῳ
Και οι Λευΐται κατεβίβασαν την κιβωτόν του Κυρίου και το κιβώτιον το μετ' αυτής, το περιέχον τα χρυσά σκεύη, και έθεσαν επί του λίθου του μεγάλου· και οι άνδρες της Βαιθ-σεμές προσέφεραν ολοκαυτώματα και έθυσαν θυσίας εις τον Κύριον την αυτήν ημέραν.
16 καὶ οἱ πέντε σατράπαι τῶν ἀλλοφύλων ἑώρων καὶ ἀνέστρεψαν εἰς Ἀσκαλῶνα τῇ ἡμέρᾳ ἐκείνῃ
Και αφού οι πέντε σατράπαι των Φιλισταίων είδον, επέστρεψαν εις Ακκαρών την αυτήν ημέραν.
17 καὶ αὗται αἱ ἕδραι αἱ χρυσαῖ ἃς ἀπέδωκαν οἱ ἀλλόφυλοι τῆς βασάνου τῷ κυρίῳ τῆς Ἀζώτου μίαν τῆς Γάζης μίαν τῆς Ἀσκαλῶνος μίαν τῆς Γεθ μίαν τῆς Ακκαρων μίαν
Αύται δε ήσαν αι αιμορροΐδες αι χρυσαί, τας οποίας οι Φιλισταίοι απέδωκαν προσφοράν περί ανομίας εις τον Κύριον· της Αζώτου μία, της Γάζης μία, της Ασκαλώνος μία, της Γαθ μία, της Ακκαρών μία·
18 καὶ μῦς οἱ χρυσοῖ κατ’ ἀριθμὸν πασῶν πόλεων τῶν ἀλλοφύλων τῶν πέντε σατραπῶν ἐκ πόλεως ἐστερεωμένης καὶ ἕως κώμης τοῦ Φερεζαίου καὶ ἕως λίθου τοῦ μεγάλου οὗ ἐπέθηκαν ἐπ’ αὐτοῦ τὴν κιβωτὸν διαθήκης κυρίου τοῦ ἐν ἀγρῷ Ωσηε τοῦ Βαιθσαμυσίτου
και οι ποντικοί οι χρυσοί κατά τον αριθμόν πασών των πόλεων των Φιλισταίων, των πέντε σατραπών, από πόλεων περιτετειχισμένων και κωμών απεριτειχίστων, έως μάλιστα του λίθου του μεγάλου, Αβέλ, επί του οποίου κατέθεσαν την κιβωτόν του Κυρίου· όστις σώζεται έως της ημέρας ταύτης εν τω αγρώ Ιησού του Βαιθ-σεμίτου.
19 καὶ οὐκ ἠσμένισαν οἱ υἱοὶ Ιεχονιου ἐν τοῖς ἀνδράσιν Βαιθσαμυς ὅτι εἶδαν κιβωτὸν κυρίου καὶ ἐπάταξεν ἐν αὐτοῖς ἑβδομήκοντα ἄνδρας καὶ πεντήκοντα χιλιάδας ἀνδρῶν καὶ ἐπένθησεν ὁ λαός ὅτι ἐπάταξεν κύριος ἐν τῷ λαῷ πληγὴν μεγάλην σφόδρα
Και επάταξεν ο Κύριος τους άνδρας της Βαιθ-σεμές, διότι ενέβλεψαν εις την κιβωτόν του Κυρίου· και επάταξεν εκ του λαού άνδρας πεντήκοντα χιλιάδας και εβδομήκοντα· και επένθησεν ο λαός, διότι επάταξεν αυτόν ο Κύριος εν πληγή μεγάλη.
20 καὶ εἶπαν οἱ ἄνδρες οἱ ἐκ Βαιθσαμυς τίς δυνήσεται διελθεῖν ἐνώπιον κυρίου τοῦ ἁγίου τούτου καὶ πρὸς τίνα ἀναβήσεται κιβωτὸς κυρίου ἀφ’ ἡμῶν
Και είπαν οι άνδρες της Βαιθ-σεμές, Τις δύναται να σταθή ενώπιον του Κυρίου, του αγίου τούτου Θεού; και προς τίνα θέλει αναβή αφ' ημών;
21 καὶ ἀποστέλλουσιν ἀγγέλους πρὸς τοὺς κατοικοῦντας Καριαθιαριμ λέγοντες ἀπεστρόφασιν ἀλλόφυλοι τὴν κιβωτὸν κυρίου κατάβητε καὶ ἀναγάγετε αὐτὴν πρὸς ἑαυτούς
Και απέστειλαν μηνυτάς προς τους κατοίκους της Κιριάθ ιαρείμ, λέγοντες, Οι Φιλισταίοι έφεραν οπίσω την κιβωτόν του Κυρίου· κατάβητε, αναβιβάσατε αυτήν προς εαυτούς.