< Ῥούθ 1 >

1 καὶ ἐγένετο ἐν τῷ κρίνειν τοὺς κριτὰς καὶ ἐγένετο λιμὸς ἐν τῇ γῇ καὶ ἐπορεύθη ἀνὴρ ἀπὸ Βαιθλεεμ τῆς Ιουδα τοῦ παροικῆσαι ἐν ἀγρῷ Μωαβ αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ
Και εν ταις ημέραις καθ' ας οι κριταί έκρινον, έγεινε πείνα εν τη γη. Και υπήγεν άνθρωπός τις από Βηθλεέμ Ιούδα να παροικήση εν γη Μωάβ, αυτός και η γυνή αυτού και οι δύο υιοί αυτού.
2 καὶ ὄνομα τῷ ἀνδρὶ Αβιμελεχ καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Νωεμιν καὶ ὄνομα τοῖς δυσὶν υἱοῖς αὐτοῦ Μααλων καὶ Χελαιων Εφραθαῖοι ἐκ Βαιθλεεμ τῆς Ιουδα καὶ ἤλθοσαν εἰς ἀγρὸν Μωαβ καὶ ἦσαν ἐκεῖ
Το δε όνομα του ανθρώπου ήτο Ελιμέλεχ, και το όνομα της γυναικός αυτού Ναομί, και το όνομα των δύο υιών αυτού Μααλών και Χελαιών, Εφραθαίοι εκ Βηθλεέμ Ιούδα. Και ήλθον εις γην Μωάβ και ήσαν εκεί.
3 καὶ ἀπέθανεν Αβιμελεχ ὁ ἀνὴρ τῆς Νωεμιν καὶ κατελείφθη αὐτὴ καὶ οἱ δύο υἱοὶ αὐτῆς
Και απέθανεν Ελιμέλεχ ο ανήρ της Ναομί· και έμεινεν αυτή και οι δύο υιοί αυτής.
4 καὶ ἐλάβοσαν ἑαυτοῖς γυναῖκας Μωαβίτιδας ὄνομα τῇ μιᾷ Ορφα καὶ ὄνομα τῇ δευτέρᾳ Ρουθ καὶ κατῴκησαν ἐκεῖ ὡς δέκα ἔτη
Και ούτοι έλαβον εις εαυτούς γυναίκας Μωαβίτιδας· το όνομα της μιας Ορφά και το όνομα της άλλης Ρούθ· και κατώκησαν εκεί έως δέκα έτη.
5 καὶ ἀπέθανον καί γε ἀμφότεροι Μααλων καὶ Χελαιων καὶ κατελείφθη ἡ γυνὴ ἀπὸ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἀπὸ τῶν δύο υἱῶν αὐτῆς
Απέθανον δε αμφότεροι, ο Μααλών και ο Χελαιών· και εστερήθη η γυνή των δύο υιών αυτής και του ανδρός αυτής.
6 καὶ ἀνέστη αὐτὴ καὶ αἱ δύο νύμφαι αὐτῆς καὶ ἀπέστρεψαν ἐξ ἀγροῦ Μωαβ ὅτι ἤκουσαν ἐν ἀγρῷ Μωαβ ὅτι ἐπέσκεπται κύριος τὸν λαὸν αὐτοῦ δοῦναι αὐτοῖς ἄρτους
Τότε εσηκώθη αυτή και αι νύμφαι αυτής και επέστρεψαν εκ της γης Μωάβ· διότι ήκουσεν εν γη Μωάβ, ότι επεσκέφθη ο Κύριος τον λαόν αυτού δίδων εις αυτούς άρτον.
7 καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου οὗ ἦν ἐκεῖ καὶ αἱ δύο νύμφαι αὐτῆς μετ’ αὐτῆς καὶ ἐπορεύοντο ἐν τῇ ὁδῷ τοῦ ἐπιστρέψαι εἰς τὴν γῆν Ιουδα
Και εξήλθεν εκ του τόπου όπου ήτο, και αι δύο νύμφαι αυτής μετ' αυτής και επορεύοντο την οδόν διά να επιστρέψωσιν εις γην Ιούδα.
8 καὶ εἶπεν Νωεμιν ταῖς νύμφαις αὐτῆς πορεύεσθε δὴ ἀποστράφητε ἑκάστη εἰς οἶκον μητρὸς αὐτῆς ποιήσαι κύριος μεθ’ ὑμῶν ἔλεος καθὼς ἐποιήσατε μετὰ τῶν τεθνηκότων καὶ μετ’ ἐμοῦ
Είπε δε η Ναομί προς τας δύο νύμφας αυτής, Υπάγετε, επιστρέψατε εκάστη εις τον οίκον της μητρός αυτής. Ο Κύριος να κάμη έλεος εις εσάς, καθώς σεις εκάμετε εις τους αποθανόντας και εις εμέ·
9 δῴη κύριος ὑμῖν καὶ εὕροιτε ἀνάπαυσιν ἑκάστη ἐν οἴκῳ ἀνδρὸς αὐτῆς καὶ κατεφίλησεν αὐτάς καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν
ο Κύριος να σας δώση να εύρητε ανάπαυσιν, εκάστη εν τω οίκω του ανδρός αυτής. Και εφίλησεν αυτάς· και αυταί ύψωσαν την φωνήν αυτών και έκλαυσαν.
10 καὶ εἶπαν αὐτῇ μετὰ σοῦ ἐπιστρέφομεν εἰς τὸν λαόν σου
Και είπον προς αυτήν, Ουχί· αλλά μετά σου θέλομεν επιστρέψει εις τον λαόν σου.
11 καὶ εἶπεν Νωεμιν ἐπιστράφητε δή θυγατέρες μου καὶ ἵνα τί πορεύεσθε μετ’ ἐμοῦ μὴ ἔτι μοι υἱοὶ ἐν τῇ κοιλίᾳ μου καὶ ἔσονται ὑμῖν εἰς ἄνδρας
Και είπεν η Ναομί, Επιστρέψατε, θυγατέρες μου· διά τι να έλθητε μετ' εμού; μήπως έχω έτι υιούς εν τη κοιλία μου, διά να γείνωσιν άνδρες σας;
12 ἐπιστράφητε δή θυγατέρες μου διότι γεγήρακα τοῦ μὴ εἶναι ἀνδρί ὅτι εἶπα ὅτι ἔστιν μοι ὑπόστασις τοῦ γενηθῆναί με ἀνδρὶ καὶ τέξομαι υἱούς
επιστρέψατε, θυγατέρες μου, υπάγετε· διότι εγήρασα και δεν είμαι διά άνδρα· εάν έλεγον, Έχω ελπίδα, εάν μάλιστα υπανδρευόμην ταύτην την νύκτα και εγέννων έτι υιούς,
13 μὴ αὐτοὺς προσδέξεσθε ἕως οὗ ἁδρυνθῶσιν ἢ αὐτοῖς κατασχεθήσεσθε τοῦ μὴ γενέσθαι ἀνδρί μὴ δή θυγατέρες μου ὅτι ἐπικράνθη μοι ὑπὲρ ὑμᾶς ὅτι ἐξῆλθεν ἐν ἐμοὶ χεὶρ κυρίου
σεις ηθέλετε προσμένει αυτούς εωσού μεγαλώσωσιν; ηθέλετε δι' αυτούς αναβάλει το να υπανδρευθήτε; μη, θυγατέρες μου· επειδή επικράνθην πολύ πλέον παρά σεις, ότι η χειρ του Κυρίου εξήλθε κατ' εμού.
14 καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν ἔτι καὶ κατεφίλησεν Ορφα τὴν πενθερὰν αὐτῆς καὶ ἐπέστρεψεν εἰς τὸν λαὸν αὐτῆς Ρουθ δὲ ἠκολούθησεν αὐτῇ
Εκείναι δε ύψωσαν την φωνήν αυτών και έκλαυσαν πάλιν· και κατεφίλησεν η Ορφά την πενθεράν αυτής· η δε Ρούθ επροσκολλήθη εις αυτήν.
15 καὶ εἶπεν Νωεμιν πρὸς Ρουθ ἰδοὺ ἀνέστρεψεν ἡ σύννυμφός σου πρὸς λαὸν αὐτῆς καὶ πρὸς τοὺς θεοὺς αὐτῆς ἐπιστράφητι δὴ καὶ σὺ ὀπίσω τῆς συννύμφου σου
Και είπεν η Ναομί, Ιδού, η σύννυμφός σου επέστρεψε προς τον λαόν αυτής και προς τους θεούς αυτής· επίστρεψον και συ κατόπιν της συννύμφου σου.
16 εἶπεν δὲ Ρουθ μὴ ἀπαντήσαι ἐμοὶ τοῦ καταλιπεῖν σε ἢ ἀποστρέψαι ὄπισθέν σου ὅτι σὺ ὅπου ἐὰν πορευθῇς πορεύσομαι καὶ οὗ ἐὰν αὐλισθῇς αὐλισθήσομαι ὁ λαός σου λαός μου καὶ ὁ θεός σου θεός μου
Αλλ' η Ρούθ είπε, Μη με ανάγκαζε να σε αφήσω, διά να αναχωρήσω απ' όπισθέν σου· διότι όπου αν συ υπάγης, και εγώ θέλω υπάγει· και όπου αν συ παραμείνης, και εγώ θέλω παραμείνει· ο λαός σου, λαός μου, και ο Θεός σου, Θεός μου·
17 καὶ οὗ ἐὰν ἀποθάνῃς ἀποθανοῦμαι κἀκεῖ ταφήσομαι τάδε ποιήσαι μοι κύριος καὶ τάδε προσθείη ὅτι θάνατος διαστελεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ
όπου αν αποθάνης, θέλω αποθάνει και εκεί θέλω ταφή· ούτω να κάμη ο Κύριος εις εμέ και ούτω να προσθέση, εάν άλλο τι παρά τον θάνατον χωρίση εμέ από σου.
18 ἰδοῦσα δὲ Νωεμιν ὅτι κραταιοῦται αὐτὴ τοῦ πορεύεσθαι μετ’ αὐτῆς ἐκόπασεν τοῦ λαλῆσαι πρὸς αὐτὴν ἔτι
Ιδούσα δε η Ναομί ότι αυτή διϊσχυρίζετο να υπάγη μετ' αυτής, έπαυσε να λαλή προς αυτήν.
19 ἐπορεύθησαν δὲ ἀμφότεραι ἕως τοῦ παραγενέσθαι αὐτὰς εἰς Βαιθλεεμ καὶ ἤχησεν πᾶσα ἡ πόλις ἐπ’ αὐταῖς καὶ εἶπον αὕτη ἐστὶν Νωεμιν
Περιεπάτησαν δε αμφότεραι, εωσού έφθασαν εις Βηθλεέμ. Και ότε έφθασαν εις Βηθλεέμ, πάσα η πόλις συνεκινήθη δι' αυτάς, και αι γυναίκες έλεγον, Αύτη είναι η Ναομί;
20 καὶ εἶπεν πρὸς αὐτάς μὴ δὴ καλεῖτέ με Νωεμιν καλέσατέ με Πικράν ὅτι ἐπικράνθη ἐν ἐμοὶ ὁ ἱκανὸς σφόδρα
Και αυτή είπε προς αυτάς, Μη με ονομάζετε Ναομί· ονομάζετέ με Μαρά· διότι ο Παντοδύναμος με επίκρανε σφόδρα·
21 ἐγὼ πλήρης ἐπορεύθην καὶ κενὴν ἀπέστρεψέν με ὁ κύριος καὶ ἵνα τί καλεῖτέ με Νωεμιν καὶ κύριος ἐταπείνωσέν με καὶ ὁ ἱκανὸς ἐκάκωσέν με
εγώ πλήρης ανεχώρησα, και κενήν επανήγαγέ με ο Κύριος· διά τι με ονομάζετε Ναομί, αφού ο Κύριος εμαρτύρησε κατ' εμού και ο Παντοδύναμος με κατέθλιψεν;
22 καὶ ἐπέστρεψεν Νωεμιν καὶ Ρουθ ἡ Μωαβῖτις ἡ νύμφη αὐτῆς ἐπιστρέφουσα ἐξ ἀγροῦ Μωαβ αὐταὶ δὲ παρεγενήθησαν εἰς Βαιθλεεμ ἐν ἀρχῇ θερισμοῦ κριθῶν
Επέστρεψε λοιπόν η Ναομί, και μετ' αυτής Ρούθ η Μωαβίτις η νύμφη αυτής ελθούσα εκ γης Μωάβ· και αύται έφθασαν εις Βηθλεέμ εν τη αρχή του θερισμού των κριθών.

< Ῥούθ 1 >