< Βασιλειῶν Αʹ 23 >

1 καὶ ἀπηγγέλη τῷ Δαυιδ λέγοντες ἰδοὺ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν τῇ Κεϊλα καὶ αὐτοὶ διαρπάζουσιν καταπατοῦσιν τοὺς ἅλω
Απήγγειλαν δε προς τον Δαβίδ, λέγοντες, Ιδού, οι Φιλισταίοι πολεμούσιν εν Κεειλά και διαρπάζουσι τα αλώνια.
2 καὶ ἐπηρώτησεν Δαυιδ διὰ τοῦ κυρίου λέγων εἰ πορευθῶ καὶ πατάξω τοὺς ἀλλοφύλους τούτους καὶ εἶπεν κύριος πορεύου καὶ πατάξεις ἐν τοῖς ἀλλοφύλοις τούτοις καὶ σώσεις τὴν Κεϊλα
Και ηρώτησεν ο Δαβίδ τον Κύριον, λέγων, Να υπάγω και να πατάξω τους Φιλισταίους τούτους; Και είπεν ο Κύριος προς τον Δαβίδ, Ύπαγε και πάταξον τους Φιλισταίους και σώσον την Κεειλά.
3 καὶ εἶπαν οἱ ἄνδρες τοῦ Δαυιδ πρὸς αὐτόν ἰδοὺ ἡμεῖς ἐνταῦθα ἐν τῇ Ιουδαίᾳ φοβούμεθα καὶ πῶς ἔσται ἐὰν πορευθῶμεν εἰς Κεϊλα εἰς τὰ σκῦλα τῶν ἀλλοφύλων εἰσπορευσόμεθα
Και είπον οι άνδρες του Δαβίδ προς αυτόν, Ιδού, ημείς ενταύθα εν τη Ιουδαία φοβούμεθα· πόσω δε μάλλον, εάν υπάγωμεν εις Κεειλά εναντίον των στρατευμάτων των Φιλισταίων;
4 καὶ προσέθετο Δαυιδ ἐρωτῆσαι ἔτι διὰ τοῦ κυρίου καὶ ἀπεκρίθη αὐτῷ κύριος καὶ εἶπεν πρὸς αὐτόν ἀνάστηθι καὶ κατάβηθι εἰς Κεϊλα ὅτι ἐγὼ παραδίδωμι τοὺς ἀλλοφύλους εἰς χεῖράς σου
Και ηρώτησε πάλιν ο Δαβίδ εκ δευτέρου τον Κύριον. Και απεκρίθη προς αυτόν ο Κύριος και είπε, Σηκώθητι, κατάβα εις Κεειλά· διότι θέλω παραδώσει τους Φιλισταίους εις την χείρα σου.
5 καὶ ἐπορεύθη Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ εἰς Κεϊλα καὶ ἐπολέμησεν ἐν τοῖς ἀλλοφύλοις καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ καὶ ἀπήγαγεν τὰ κτήνη αὐτῶν καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην καὶ ἔσωσεν Δαυιδ τοὺς κατοικοῦντας Κεϊλα
Τότε ήλθεν ο Δαβίδ και οι άνδρες αυτού εις Κεειλά, και επολέμησε προς τους Φιλισταίους και έλαβε τα κτήνη αυτών και επάταξεν αυτούς εν σφαγή μεγάλη. Και έσωσεν ο Δαβίδ τους κατοίκους της Κεειλά.
6 καὶ ἐγένετο ἐν τῷ φυγεῖν Αβιαθαρ υἱὸν Αβιμελεχ πρὸς Δαυιδ καὶ αὐτὸς μετὰ Δαυιδ εἰς Κεϊλα κατέβη ἔχων εφουδ ἐν τῇ χειρὶ αὐτοῦ
Ότε δε Αβιάθαρ ο υιός του Αχιμέλεχ έφυγε προς τον Δαβίδ εις Κεειλά, αυτός είχε καταβή με εφόδ εν τη χειρί αυτού.
7 καὶ ἀπηγγέλη τῷ Σαουλ ὅτι ἥκει Δαυιδ εἰς Κεϊλα καὶ εἶπεν Σαουλ πέπρακεν αὐτὸν ὁ θεὸς εἰς χεῖράς μου ὅτι ἀποκέκλεισται εἰσελθὼν εἰς πόλιν θυρῶν καὶ μοχλῶν
Και απηγγέλθη προς τον Σαούλ ότι ήλθεν ο Δαβίδ εις Κεειλά. Και είπεν ο Σαούλ, Ο Θεός παρέδωκεν αυτόν εις την χείρα μου· διότι απεκλείσθη, εισελθών εις πόλιν έχουσαν πύλας και μοχλούς.
8 καὶ παρήγγειλεν Σαουλ παντὶ τῷ λαῷ εἰς πόλεμον καταβαίνειν εἰς Κεϊλα συνέχειν τὸν Δαυιδ καὶ τοὺς ἄνδρας αὐτοῦ
Και συνεκάλεσεν ο Σαούλ πάντα τον λαόν εις πόλεμον, διά να καταβή εις Κεειλά, να πολιορκήση τον Δαβίδ και τους άνδρας αυτού.
9 καὶ ἔγνω Δαυιδ ὅτι οὐ παρασιωπᾷ Σαουλ περὶ αὐτοῦ τὴν κακίαν καὶ εἶπεν Δαυιδ πρὸς Αβιαθαρ τὸν ἱερέα προσάγαγε τὸ εφουδ κυρίου
Και έμαθεν ο Δαβίδ ότι ο Σαούλ εμηχανεύετο κακόν εναντίον αυτού· και είπε προς τον Αβιάθαρ τον ιερέα, Φέρε ενταύθα το εφόδ.
10 καὶ εἶπεν Δαυιδ κύριε ὁ θεὸς Ισραηλ ἀκούων ἀκήκοεν ὁ δοῦλός σου ὅτι ζητεῖ Σαουλ ἐλθεῖν ἐπὶ Κεϊλα διαφθεῖραι τὴν πόλιν δῑ ἐμέ
Και είπεν ο Δαβίδ, Κύριε Θεέ του Ισραήλ, μετά βεβαιότητος ήκουσεν ο δούλός σου ότι ο Σαούλ ζητεί να έλθη εις Κεειλά, διά να εξολοθρεύση την πόλιν εξ αιτίας μου·
11 εἰ ἀποκλεισθήσεται καὶ νῦν εἰ καταβήσεται Σαουλ καθὼς ἤκουσεν ὁ δοῦλός σου κύριε ὁ θεὸς Ισραηλ ἀπάγγειλον τῷ δούλῳ σου καὶ εἶπεν κύριος ἀποκλεισθήσεται
θέλουσι με παραδώσει εις αυτόν οι άνδρες της Κεειλά; θέλει καταβή ο Σαούλ, καθώς ήκουσεν ο δούλός σου; Κύριε Θεέ του Ισραήλ, φανέρωσον, δέομαι, προς τον δούλον σου. Και είπεν ο Κύριος, Θέλει καταβή.
Είπε πάλιν ο Δαβίδ, Θέλουσι παραδώσει οι άνδρες της Κεειλά εμέ και τους άνδρας μου εις την χείρα του Σαούλ; Και είπεν ο Κύριος, Θέλουσι παραδώσει.
13 καὶ ἀνέστη Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ ὡς τετρακόσιοι καὶ ἐξῆλθον ἐκ Κεϊλα καὶ ἐπορεύοντο οὗ ἐὰν ἐπορεύθησαν καὶ τῷ Σαουλ ἀπηγγέλη ὅτι διασέσωται Δαυιδ ἐκ Κεϊλα καὶ ἀνῆκεν τοῦ ἐξελθεῖν
Τότε ο Δαβίδ και οι άνδρες αυτού, έως εξακόσιοι, εσηκώθησαν και εξήλθον από Κεειλά και υπήγον όπου ηδύναντο. Και απηγγέλθη προς τον Σαούλ, ότι διεσώθη ο Δαβίδ από Κεειλά· όθεν απέσχε του να εξέλθη.
14 καὶ ἐκάθισεν Δαυιδ ἐν τῇ ἐρήμῳ ἐν Μασερεμ ἐν τοῖς στενοῖς καὶ ἐκάθητο ἐν τῇ ἐρήμῳ ἐν τῷ ὄρει Ζιφ ἐν τῇ γῇ τῇ αὐχμώδει καὶ ἐζήτει αὐτὸν Σαουλ πάσας τὰς ἡμέρας καὶ οὐ παρέδωκεν αὐτὸν κύριος εἰς τὰς χεῖρας αὐτοῦ
Ο δε Δαβίδ εκάθησεν εν τη ερήμω, εν τόποις οχυροίς, και έμενεν επί τινός όρους εν τη ερήμω Ζιφ. Και αυτόν εζήτει ο Σαούλ πάσας τας ημέρας· ο Θεός όμως δεν παρέδωκεν αυτόν εις την χείρα αυτού.
15 καὶ εἶδεν Δαυιδ ὅτι ἐξέρχεται Σαουλ τοῦ ζητεῖν τὸν Δαυιδ καὶ Δαυιδ ἐν τῷ ὄρει τῷ αὐχμώδει ἐν τῇ Καινῇ Ζιφ
Και είδεν ο Δαβίδ ότι εξήλθεν ο Σαούλ διά να ζητή την ζωήν αυτού και ήτο ο Δαβίδ εν τη ερήμω Ζιφ, εντός του δάσους.
16 καὶ ἀνέστη Ιωναθαν υἱὸς Σαουλ καὶ ἐπορεύθη πρὸς Δαυιδ εἰς Καινὴν καὶ ἐκραταίωσεν τὰς χεῖρας αὐτοῦ ἐν κυρίῳ
Τότε εσηκώθη Ιωνάθαν, ο υιός του Σαούλ, και υπήγε προς τον Δαβίδ εις το δάσος, και ενίσχυσε την χείρα αυτού εν τω Θεώ.
17 καὶ εἶπεν πρὸς αὐτόν μὴ φοβοῦ ὅτι οὐ μὴ εὕρῃ σε ἡ χεὶρ Σαουλ τοῦ πατρός μου καὶ σὺ βασιλεύσεις ἐπὶ Ισραηλ καὶ ἐγὼ ἔσομαί σοι εἰς δεύτερον καὶ Σαουλ ὁ πατήρ μου οἶδεν οὕτως
Και είπε προς αυτόν, Μη φοβού· διότι δεν θέλει σε ευρεί η χειρ Σαούλ του πατρός μου· και συ θέλεις βασιλεύσει επί τον Ισραήλ, και εγώ θέλω είσθαι δεύτερός σου· μάλιστα και Σαούλ ο πατήρ μου εξεύρει τούτο.
18 καὶ διέθεντο ἀμφότεροι διαθήκην ἐνώπιον κυρίου καὶ ἐκάθητο Δαυιδ ἐν Καινῇ καὶ Ιωναθαν ἀπῆλθεν εἰς οἶκον αὐτοῦ
Και έκαμον αμφότεροι συνθήκην ενώπιον του Κυρίου· και εκάθητο ο Δαβίδ εντός του δάσους, ο δε Ιωνάθαν ανεχώρησεν εις τον οίκον αυτού.
19 καὶ ἀνέβησαν οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς Σαουλ ἐπὶ τὸν βουνὸν λέγοντες οὐκ ἰδοὺ Δαυιδ κέκρυπται παρ’ ἡμῖν ἐν Μεσσαρα ἐν τοῖς στενοῖς ἐν τῇ Καινῇ ἐν τῷ βουνῷ τοῦ Εχελα τοῦ ἐκ δεξιῶν τοῦ Ιεσσαιμουν
Ανέβησαν δε οι Ζιφαίοι προς τον Σαούλ εις Γαβαά, λέγοντες, Δεν είναι κεκρυμμένος ο Δαβίδ εις ημάς εν οχυρώμασι εντός του δάσους, επί του βουνού Εχελά, του προς τα δεξιά Γεσιμών;
20 καὶ νῦν πᾶν τὸ πρὸς ψυχὴν τοῦ βασιλέως εἰς κατάβασιν καταβαινέτω πρὸς ἡμᾶς κεκλείκασιν αὐτὸν εἰς τὰς χεῖρας τοῦ βασιλέως
τώρα λοιπόν, βασιλεύ, κατάβα, καθ' όλην την επιθυμίαν της ψυχής σου εις το να καταβής· και ημών έργον θέλει είσθαι να παραδώσωμεν αυτόν εις την χείρα του βασιλέως.
21 καὶ εἶπεν αὐτοῖς Σαουλ εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ ὅτι ἐπονέσατε περὶ ἐμοῦ
Και είπεν ο Σαούλ, Ευλογημένοι σεις παρά Κυρίου, διότι ελάβετε συμπάθειαν προς εμέ·
22 πορεύθητε δὴ καὶ ἑτοιμάσατε ἔτι καὶ γνῶτε τὸν τόπον αὐτοῦ οὗ ἔσται ὁ ποὺς αὐτοῦ ἐν τάχει ἐκεῖ οὗ εἴπατε μήποτε πανουργεύσηται
υπάγετε λοιπόν, βεβαιώθητε ακριβέστερα και μάθετε και ιδέτε τον τόπον αυτού, που κρύπτεται, τις είδεν αυτόν εκεί· διότι μοι είπον ότι μηχανεύεται πανουργίας·
23 καὶ ἴδετε καὶ γνῶτε καὶ πορευσόμεθα μεθ’ ὑμῶν καὶ ἔσται εἰ ἔστιν ἐπὶ τῆς γῆς καὶ ἐξερευνήσω αὐτὸν ἐν πάσαις χιλιάσιν Ιουδα
ιδέτε λοιπόν και μάθετε εν τίνι εκ πάντων των αποκρύφων τόπων είναι κεκρυμμένος, και επιστρέψατε προς εμέ αφού βεβαιωθήτε· και θέλω υπάγει με σάς· και εάν ήναι εν τη γη ταύτη, βεβαίως θέλω εξιχνιάσει αυτόν μεταξύ πασών των χιλιάδων του Ιούδα.
24 καὶ ἀνέστησαν οἱ Ζιφαῖοι καὶ ἐπορεύθησαν ἔμπροσθεν Σαουλ καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ἐρήμῳ τῇ Μααν καθ’ ἑσπέραν ἐκ δεξιῶν τοῦ Ιεσσαιμουν
Και εσηκώθησαν και υπήγον εις Ζιφ προ του Σαούλ· ο Δαβίδ όμως και οι άνδρες αυτού ήσαν εν τη ερήμω Μαών, εν τη πεδιάδι κατά τα δεξιά του Γεσιμών.
25 καὶ ἐπορεύθη Σαουλ καὶ οἱ ἄνδρες αὐτοῦ ζητεῖν αὐτόν καὶ ἀπήγγειλαν τῷ Δαυιδ καὶ κατέβη εἰς τὴν πέτραν τὴν ἐν τῇ ἐρήμῳ Μααν καὶ ἤκουσεν Σαουλ καὶ κατεδίωξεν ὀπίσω Δαυιδ εἰς τὴν ἔρημον Μααν
Υπήγε δε ο Σαούλ και οι άνδρες αυτού να ζητήσωσιν αυτόν. Και απηγγέλθη τούτο προς τον Δαβίδ· όθεν κατέβη εις την πέτραν και εκάθητο εν τη ερήμω Μαών. Και ακούσας ο Σαούλ, έτρεξε κατόπιν του Δαβίδ εις την έρημον Μαών.
26 καὶ πορεύονται Σαουλ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου καὶ ἦν Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου καὶ ἦν Δαυιδ σκεπαζόμενος πορεύεσθαι ἀπὸ προσώπου Σαουλ καὶ Σαουλ καὶ οἱ ἄνδρες αὐτοῦ παρενέβαλον ἐπὶ Δαυιδ καὶ τοὺς ἄνδρας αὐτοῦ συλλαβεῖν αὐτούς
Και ο μεν Σαούλ επορεύετο κατά τούτο το μέρος του όρους, ο δε Δαβίδ και οι άνδρες αυτού κατ' εκείνο το μέρος του όρους· και έσπευσεν ο Δαβίδ να φύγη από προσώπου του Σαούλ· πλην ο Σαούλ και οι άνδρες αυτού περιεκύκλωσαν τον Δαβίδ και τους άνδρας αυτού, διά να συλλάβωσιν αυτούς.
27 καὶ ἄγγελος πρὸς Σαουλ ἦλθεν λέγων σπεῦδε καὶ δεῦρο ὅτι ἐπέθεντο οἱ ἀλλόφυλοι ἐπὶ τὴν γῆν
Ήλθε δε μηνυτής προς τον Σαούλ, λέγων, Σπεύσον και ελθέ, διότι οι Φιλισταίοι εφώρμησαν εις την γην.
28 καὶ ἀνέστρεψεν Σαουλ μὴ καταδιώκειν ὀπίσω Δαυιδ καὶ ἐπορεύθη εἰς συνάντησιν τῶν ἀλλοφύλων διὰ τοῦτο ἐπεκλήθη ὁ τόπος ἐκεῖνος Πέτρα ἡ μερισθεῖσα
Όθεν επέστρεψεν ο Σαούλ από του να διώκη κατόπιν του Δαβίδ, και υπήγεν εις συνάντησιν των Φιλισταίων· διά τούτο ωνόμασαν εκείνον τον τόπον, Σελά-αμμαλεκώθ.
29 καὶ ἀνέβη Δαυιδ ἐκεῖθεν καὶ ἐκάθισεν ἐν τοῖς στενοῖς Εγγαδδι
Ανέβη δε ο Δαβίδ εκείθεν και εκάθησεν εν οχυροίς τόποις της Εν-γαδδί.

< Βασιλειῶν Αʹ 23 >