< Βασιλειῶν Γʹ 3 >

1
Έκαμε δε ο Σολομών επιγαμίαν μετά του Φαραώ, βασιλέως της Αιγύπτου, και έλαβε την θυγατέρα του Φαραώ· και έφερεν αυτήν εις την πόλιν Δαβίδ, εωσού ετελείωσε να οικοδομή τον οίκον αυτού και τον οίκον του Κυρίου και το τείχος της Ιερουσαλήμ κύκλω.
2 πλὴν ὁ λαὸς ἦσαν θυμιῶντες ἐπὶ τοῖς ὑψηλοῖς ὅτι οὐκ ᾠκοδομήθη οἶκος τῷ ὀνόματι κυρίου ἕως νῦν
Πλην ο λαός εθυσίαζεν επί τους υψηλούς τόπους, επειδή δεν ήτο ωκοδομημένος οίκος εις το όνομα του Κυρίου, έως των ημερών εκείνων.
3 καὶ ἠγάπησεν Σαλωμων τὸν κύριον πορεύεσθαι ἐν τοῖς προστάγμασιν Δαυιδ τοῦ πατρὸς αὐτοῦ πλὴν ἐν τοῖς ὑψηλοῖς ἔθυεν καὶ ἐθυμία
Και ηγάπησεν ο Σολομών τον Κύριον, περιπατών εις τα προστάγματα Δαβίδ του πατρός αυτού· μόνον εθυσίαζε και εθυμίαζεν επί τους υψηλούς τόπους.
4 καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Γαβαων θῦσαι ἐκεῖ ὅτι αὐτὴ ὑψηλοτάτη καὶ μεγάλη χιλίαν ὁλοκαύτωσιν ἀνήνεγκεν Σαλωμων ἐπὶ τὸ θυσιαστήριον ἐν Γαβαων
Και υπήγεν ο βασιλεύς εις Γαβαών, διά να θυσιάση εκεί· διότι εκείνος ήτο ο υψηλός τόπος ο μέγας· χίλια ολοκαυτώματα προσέφερεν ο Σολομών επί το θυσιαστήριον εκείνο.
5 καὶ ὤφθη κύριος τῷ Σαλωμων ἐν ὕπνῳ τὴν νύκτα καὶ εἶπεν κύριος πρὸς Σαλωμων αἴτησαί τι αἴτημα σαυτῷ
Εφάνη δε ο Κύριος εν Γαβαών εις τον Σολομώντα καθ' ύπνον διά νυκτός· και είπεν ο Θεός, Ζήτησον τι να σοι δώσω.
6 καὶ εἶπεν Σαλωμων σὺ ἐποίησας μετὰ τοῦ δούλου σου Δαυιδ τοῦ πατρός μου ἔλεος μέγα καθὼς διῆλθεν ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ καὶ ἐν εὐθύτητι καρδίας μετὰ σοῦ καὶ ἐφύλαξας αὐτῷ τὸ ἔλεος τὸ μέγα τοῦτο δοῦναι τὸν υἱὸν αὐτοῦ ἐπὶ τοῦ θρόνου αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη
Ο δε Σολομών είπε, Συ έκαμες μέγα έλεος προς τον δούλον σου Δαβίδ τον πατέρα μου, επειδή περιεπάτησεν ενώπιόν σου εν αληθεία και εν δικαιοσύνη και εν ευθύτητι καρδίας μετά σού· και εφύλαξας εις αυτόν το μέγα τούτο έλεος και έδωκας εις αυτόν υιόν καθήμενον επί του θρόνου αυτού, καθώς την ημέραν ταύτην·
7 καὶ νῦν κύριε ὁ θεός μου σὺ ἔδωκας τὸν δοῦλόν σου ἀντὶ Δαυιδ τοῦ πατρός μου καὶ ἐγώ εἰμι παιδάριον μικρὸν καὶ οὐκ οἶδα τὴν ἔξοδόν μου καὶ τὴν εἴσοδόν μου
και τώρα, Κύριε Θεέ μου, συ έκαμες τον δούλον σου βασιλέα αντί Δαβίδ του πατρός μου· και εγώ είμαι παιδάριον μικρόν· δεν εξεύρω πως να εξέρχωμαι και να εισέρχωμαι·
8 ὁ δὲ δοῦλός σου ἐν μέσῳ τοῦ λαοῦ σου ὃν ἐξελέξω λαὸν πολύν ὃς οὐκ ἀριθμηθήσεται
και ο δούλός σου είναι εν μέσω του λαού σου, τον οποίον εξέλεξας, λαού μεγάλου, όστις εκ του πλήθους δεν δύναται να αριθμηθή ουδέ να λογαριασθή·
9 καὶ δώσεις τῷ δούλῳ σου καρδίαν ἀκούειν καὶ διακρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ τοῦ συνίειν ἀνὰ μέσον ἀγαθοῦ καὶ κακοῦ ὅτι τίς δυνήσεται κρίνειν τὸν λαόν σου τὸν βαρὺν τοῦτον
δος λοιπόν εις τον δούλον σου καρδίαν νοήμονα εις το να κρίνη τον λαόν σου, διά να διακρίνω μεταξύ καλού και κακού· διότι τις δύναται να κρίνη τον λαόν σου τούτον τον μέγαν;
10 καὶ ἤρεσεν ἐνώπιον κυρίου ὅτι ᾐτήσατο Σαλωμων τὸ ῥῆμα τοῦτο
Και ήρεσεν ο λόγος εις τον Κύριον, ότι ο Σολομών εζήτησε το πράγμα τούτο.
11 καὶ εἶπεν κύριος πρὸς αὐτόν ἀνθ’ ὧν ᾐτήσω παρ’ ἐμοῦ τὸ ῥῆμα τοῦτο καὶ οὐκ ᾐτήσω σαυτῷ ἡμέρας πολλὰς καὶ οὐκ ᾐτήσω πλοῦτον οὐδὲ ᾐτήσω ψυχὰς ἐχθρῶν σου ἀλλ’ ᾐτήσω σαυτῷ σύνεσιν τοῦ εἰσακούειν κρίμα
Και είπεν ο Θεός προς αυτόν, Επειδή εζήτησας το πράγμα τούτο, και δεν εζήτησας εις σεαυτόν πολυζωΐαν, και δεν εζήτησας εις σεαυτόν πλούτη, και δεν εζήτησας την ζωήν των εχθρών σου, αλλ' εζήτησας εις σεαυτόν σύνεσιν διά να εννοής κρίσιν,
12 ἰδοὺ πεποίηκα κατὰ τὸ ῥῆμά σου ἰδοὺ δέδωκά σοι καρδίαν φρονίμην καὶ σοφήν ὡς σὺ οὐ γέγονεν ἔμπροσθέν σου καὶ μετὰ σὲ οὐκ ἀναστήσεται ὅμοιός σοι
ιδού, έκαμα κατά τους λόγους σου· ιδού, έδωκα εις σε καρδίαν σοφήν και συνετήν, ώστε δεν εστάθη πρότερόν σου όμοιός σου, ουδέ μετά σε θέλει αναστηθή όμοιός σου·
13 καὶ ἃ οὐκ ᾐτήσω δέδωκά σοι καὶ πλοῦτον καὶ δόξαν ὡς οὐ γέγονεν ἀνὴρ ὅμοιός σοι ἐν βασιλεῦσιν
έτι δε έδωκα εις σε και ό, τι δεν εζήτησας, και πλούτον και δόξαν, ώστε μεταξύ των βασιλέων δεν θέλει είσθαι ουδείς όμοιός σου καθ' όλας τας ημέρας σου·
14 καὶ ἐὰν πορευθῇς ἐν τῇ ὁδῷ μου φυλάσσειν τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου ὡς ἐπορεύθη Δαυιδ ὁ πατήρ σου καὶ πληθυνῶ τὰς ἡμέρας σου
και εάν περιπατής εις τας οδούς μου, φυλάττων τα διατάγματά μου και τας εντολάς μου, καθώς περιεπάτησε Δαβίδ ο πατήρ σου, τότε θέλω μακρύνει τας ημέρας σου.
15 καὶ ἐξυπνίσθη Σαλωμων καὶ ἰδοὺ ἐνύπνιον καὶ ἀνέστη καὶ παραγίνεται εἰς Ιερουσαλημ καὶ ἔστη κατὰ πρόσωπον τοῦ θυσιαστηρίου τοῦ κατὰ πρόσωπον κιβωτοῦ διαθήκης κυρίου ἐν Σιων καὶ ἀνήγαγεν ὁλοκαυτώσεις καὶ ἐποίησεν εἰρηνικὰς καὶ ἐποίησεν πότον μέγαν ἑαυτῷ καὶ πᾶσιν τοῖς παισὶν αὐτοῦ
Και εξύπνησεν ο Σολομών· και ιδού, ήτο ενύπνιον. Και ήλθεν εις Ιερουσαλήμ και εστάθη ενώπιον της κιβωτού της διαθήκης του Κυρίου, και προσέφερεν ολοκαυτώματα και έκαμεν ειρηνικάς προσφοράς και έκαμε συμπόσιον εις πάντας τους δούλους αυτού.
16 τότε ὤφθησαν δύο γυναῖκες πόρναι τῷ βασιλεῖ καὶ ἔστησαν ἐνώπιον αὐτοῦ
Τότε ήλθον δύο γυναίκες πόρναι προς τον βασιλέα και εστάθησαν έμπροσθεν αυτού.
17 καὶ εἶπεν ἡ γυνὴ ἡ μία ἐν ἐμοί κύριε ἐγὼ καὶ ἡ γυνὴ αὕτη οἰκοῦμεν ἐν οἴκῳ ἑνὶ καὶ ἐτέκομεν ἐν τῷ οἴκῳ
Και είπεν η μία γυνή, Ω, κύριέ μου εγώ και η γυνή αύτη κατοικούμεν εν τη αυτή οικία, και εγέννησα συγκατοικούσα μετ' αυτής·
18 καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ τεκούσης μου καὶ ἔτεκεν καὶ ἡ γυνὴ αὕτη καὶ ἡμεῖς κατὰ τὸ αὐτό καὶ οὐκ ἔστιν οὐθεὶς μεθ’ ἡμῶν πάρεξ ἀμφοτέρων ἡμῶν ἐν τῷ οἴκῳ
την δε τρίτην ημέραν αφού εγώ εγέννησα, εγέννησε και η γυνή αύτη· και ήμεθα ομού· δεν ήτο ξένος μεθ' ημών εν τη οικία· μόνον ημείς αι δύο ήμεθα εν τη οικία·
19 καὶ ἀπέθανεν ὁ υἱὸς τῆς γυναικὸς ταύτης τὴν νύκτα ὡς ἐπεκοιμήθη ἐπ’ αὐτόν
και την νύκτα απέθανεν ο υιός της γυναικός ταύτης, επειδή εκοιμήθη επ' αυτόν·
20 καὶ ἀνέστη μέσης τῆς νυκτὸς καὶ ἔλαβεν τὸν υἱόν μου ἐκ τῶν ἀγκαλῶν μου καὶ ἐκοίμισεν αὐτὸν ἐν τῷ κόλπῳ αὐτῆς καὶ τὸν υἱὸν αὐτῆς τὸν τεθνηκότα ἐκοίμισεν ἐν τῷ κόλπῳ μου
και αυτή σηκωθείσα το μεσονύκτιον, έλαβε τον υιόν μου εκ του πλαγίου μου, ενώ η δούλη σου εκοιμάτο, και έβαλεν αυτόν εις τον κόλπον αυτής· τον δε υιόν αυτής τον νεκρόν έβαλεν εις τον κόλπον μου·
21 καὶ ἀνέστην τὸ πρωὶ θηλάσαι τὸν υἱόν μου καὶ ἐκεῖνος ἦν τεθνηκώς καὶ ἰδοὺ κατενόησα αὐτὸν πρωί καὶ ἰδοὺ οὐκ ἦν ὁ υἱός μου ὃν ἔτεκον
και ότε εσηκώθην το πρωΐ, διά να θηλάσω τον υιόν μου, ιδού, ήτο νεκρός· πλην αφού το πρωΐ παρετήρησα αυτό, ιδού, δεν ήτο ο υιός μου τον οποίον εγέννησα.
22 καὶ εἶπεν ἡ γυνὴ ἡ ἑτέρα οὐχί ἀλλὰ ὁ υἱός μου ὁ ζῶν ὁ δὲ υἱός σου ὁ τεθνηκώς καὶ ἐλάλησαν ἐνώπιον τοῦ βασιλέως
Η δε άλλη γυνή είπεν, Ουχί, αλλ' ο ζων είναι ο υιός μου, ο δε νεκρός είναι ο υιός σου. Η δε είπεν, Ουχί, αλλ' ο νεκρός είναι ο υιός σου, ο δε ζων είναι ο υιός μου. Ούτως ελάλησαν ενώπιον του βασιλέως.
23 καὶ εἶπεν ὁ βασιλεὺς αὐταῖς σὺ λέγεις οὗτος ὁ υἱός μου ὁ ζῶν καὶ ὁ υἱὸς ταύτης ὁ τεθνηκώς καὶ σὺ λέγεις οὐχί ἀλλὰ ὁ υἱός μου ὁ ζῶν καὶ ὁ υἱός σου ὁ τεθνηκώς
Και είπεν ο βασιλεύς, Η μεν λέγει, Ούτος ο ζων είναι ο υιός μου, ο δε νεκρός είναι ο υιός σου· η δε λέγει, Ουχί, αλλ' ο νεκρός είναι ο υιός σου, ο δε ζων είναι ο υιός μου.
24 καὶ εἶπεν ὁ βασιλεύς λάβετέ μοι μάχαιραν καὶ προσήνεγκαν τὴν μάχαιραν ἐνώπιον τοῦ βασιλέως
Και είπεν ο βασιλεύς, φέρετέ μοι μάχαιραν. Και έφεραν την μάχαιραν έμπροσθεν του βασιλέως.
25 καὶ εἶπεν ὁ βασιλεύς διέλετε τὸ παιδίον τὸ θηλάζον τὸ ζῶν εἰς δύο καὶ δότε τὸ ἥμισυ αὐτοῦ ταύτῃ καὶ τὸ ἥμισυ αὐτοῦ ταύτῃ
Και είπεν ο βασιλεύς, Διαιρέσατε εις δύο το παιδίον το ζων, και δότε το ήμισυ εις την μίαν και το ήμισυ εις την άλλην.
26 καὶ ἀπεκρίθη ἡ γυνή ἧς ἦν ὁ υἱὸς ὁ ζῶν καὶ εἶπεν πρὸς τὸν βασιλέα ὅτι ἐταράχθη ἡ μήτρα αὐτῆς ἐπὶ τῷ υἱῷ αὐτῆς καὶ εἶπεν ἐν ἐμοί κύριε δότε αὐτῇ τὸ παιδίον καὶ θανάτῳ μὴ θανατώσητε αὐτόν καὶ αὕτη εἶπεν μήτε ἐμοὶ μήτε αὐτῇ ἔστω διέλετε
Τότε η γυνή, της οποίας ήτο ο υιός ο ζων, ελάλησε προς τον βασιλέα, διότι τα σπλάγχνα αυτής επόνεσαν διά τον υιόν αυτής, και είπεν, Ω, κύριέ μου, δος εις αυτήν το παιδίον το ζων, και κατ' ουδένα τρόπον μη θανατώσης αυτό. Η δε άλλη είπε, Μήτε ιδικόν μου ας ήναι, μήτε ιδικόν σου· διαιρέσατε αυτό.
27 καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν δότε τὸ παιδίον τῇ εἰπούσῃ δότε αὐτῇ αὐτὸ καὶ θανάτῳ μὴ θανατώσητε αὐτόν αὐτὴ ἡ μήτηρ αὐτοῦ
Τότε αποκριθείς ο βασιλεύς, είπε, Δότε εις αυτήν το παιδίον το ζων, και κατ' ουδένα τρόπον μη θανατώσητε αυτό· αύτη είναι μήτηρ αυτού.
28 καὶ ἤκουσαν πᾶς Ισραηλ τὸ κρίμα τοῦτο ὃ ἔκρινεν ὁ βασιλεύς καὶ ἐφοβήθησαν ἀπὸ προσώπου τοῦ βασιλέως ὅτι εἶδον ὅτι φρόνησις θεοῦ ἐν αὐτῷ τοῦ ποιεῖν δικαίωμα
Και ήκουσε πας ο Ισραήλ περί της κρίσεως, την οποίαν ο βασιλεύς έκρινε, και εφοβήθησαν τον βασιλέα· διότι είδον ότι σοφία Θεού ήτο εν αυτώ διά να κάμνη κρίσιν·

< Βασιλειῶν Γʹ 3 >