< Βασιλειῶν Δʹ 1 >
1 καὶ ἠθέτησεν Μωαβ ἐν Ισραηλ μετὰ τὸ ἀποθανεῖν Αχααβ
Μετά δε τον θάνατον του Αχαάβ, επανεστάτησεν ο Μωάβ εναντίον του Ισραήλ.
2 καὶ ἔπεσεν Οχοζιας διὰ τοῦ δικτυωτοῦ τοῦ ἐν τῷ ὑπερῴῳ αὐτοῦ τῷ ἐν Σαμαρείᾳ καὶ ἠρρώστησεν καὶ ἀπέστειλεν ἀγγέλους καὶ εἶπεν πρὸς αὐτούς δεῦτε καὶ ἐπιζητήσατε ἐν τῇ Βααλ μυῖαν θεὸν Ακκαρων εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης καὶ ἐπορεύθησαν ἐπερωτῆσαι δῑ αὐτοῦ
Και έπεσεν ο Οχοζίας διά του δρυφράκτου του υπερώου αυτού, το οποίον ήτο εν Σαμαρεία, και ηρρώστησε· και απέστειλε μηνυτάς, ειπών προς αυτούς, Υπάγετε, ερωτήσατε τον Βέελ-ζεβούλ, τον θεόν της Ακκαρών, αν έχω να αναλάβω από της αρρωστίας ταύτης.
3 καὶ ἄγγελος κυρίου ἐλάλησεν πρὸς Ηλιου τὸν Θεσβίτην λέγων ἀναστὰς δεῦρο εἰς συνάντησιν τῶν ἀγγέλων Οχοζιου βασιλέως Σαμαρείας καὶ λαλήσεις πρὸς αὐτούς εἰ παρὰ τὸ μὴ εἶναι θεὸν ἐν Ισραηλ ὑμεῖς πορεύεσθε ἐπιζητῆσαι ἐν τῇ Βααλ μυῖαν θεὸν Ακκαρων
Αλλ' ο άγγελος Κυρίου είπε προς Ηλίαν τον Θεσβίτην, Σηκώθητι, ανάβα εις συνάντησιν των μηνυτών του βασιλέως της Σαμαρείας και ειπέ προς αυτούς, Επειδή δεν είναι Θεός εν τω Ισραήλ, διά τούτο υπάγετε να ερωτήσητε τον Βέελ-ζεβούλ, τον θεόν της Ακκαρών;
4 καὶ οὐχ οὕτως ὅτι τάδε λέγει κύριος ἡ κλίνη ἐφ’ ἧς ἀνέβης ἐκεῖ οὐ καταβήσῃ ἀπ’ αὐτῆς ὅτι ἐκεῖ θανάτῳ ἀποθανῇ καὶ ἐπορεύθη Ηλιου καὶ εἶπεν πρὸς αὐτούς
Τώρα λοιπόν ούτω λέγει ο Κύριος· Δεν θέλεις καταβή από της κλίνης, εις την οποίαν ανέβης, αλλ' εξάπαντος θέλεις αποθάνει. Και ανεχώρησεν ο Ηλίας.
5 καὶ ἐπεστράφησαν οἱ ἄγγελοι πρὸς αὐτόν καὶ εἶπεν πρὸς αὐτούς τί ὅτι ἐπεστρέψατε
Και επέστρεψαν οι μηνυταί προς αυτόν· ο δε είπε προς αυτούς, Διά τι επεστρέψατε;
6 καὶ εἶπαν πρὸς αὐτόν ἀνὴρ ἀνέβη εἰς συνάντησιν ἡμῶν καὶ εἶπεν πρὸς ἡμᾶς δεῦτε ἐπιστράφητε πρὸς τὸν βασιλέα τὸν ἀποστείλαντα ὑμᾶς καὶ λαλήσατε πρὸς αὐτόν τάδε λέγει κύριος εἰ παρὰ τὸ μὴ εἶναι θεὸν ἐν Ισραηλ σὺ πορεύῃ ζητῆσαι ἐν τῇ Βααλ μυῖαν θεὸν Ακκαρων οὐχ οὕτως ἡ κλίνη ἐφ’ ἧς ἀνέβης ἐκεῖ οὐ καταβήσῃ ἀπ’ αὐτῆς ὅτι θανάτῳ ἀποθανῇ
Και είπον προς αυτόν, Άνθρωπος τις ανέβη εις συνάντησιν ημών και είπε προς ημάς, Υπάγετε, επιστρέψατε προς τον βασιλέα, όστις σας απέστειλε, και είπατε προς αυτόν, ούτω λέγει Κύριος· Επειδή δεν είναι Θεός εν τω Ισραήλ, διά τούτο στέλλεις να ερωτήσης τον Βέελ-ζεβούλ, τον θεόν της Ακκαρών; δεν θέλεις λοιπόν καταβή από της κλίνης, εις την οποίαν ανέβης, αλλ' εξάπαντος θέλεις αποθάνει.
7 καὶ ἐλάλησεν πρὸς αὐτοὺς λέγων τίς ἡ κρίσις τοῦ ἀνδρὸς τοῦ ἀναβάντος εἰς συνάντησιν ὑμῖν καὶ λαλήσαντος πρὸς ὑμᾶς τοὺς λόγους τούτους
Και είπε προς αυτούς, Οποία ήτο η μορφή του ανθρώπου, όστις ανέβη εις συνάντησίν σας και ελάλησε προς εσάς τους λόγους τούτους;
8 καὶ εἶπον πρὸς αὐτόν ἀνὴρ δασὺς καὶ ζώνην δερματίνην περιεζωσμένος τὴν ὀσφὺν αὐτοῦ καὶ εἶπεν Ηλιου ὁ Θεσβίτης οὗτός ἐστιν
Και απεκρίθησαν προς αυτόν, Άνθρωπος δασύτριχος και περιεζωσμένος την οσφύν αυτού με ζώνην δερματίνην. Και είπεν, Ηλίας ο Θεσβίτης είναι.
9 καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἡγούμενον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ καὶ ἀνέβη καὶ ἦλθεν πρὸς αὐτόν καὶ ἰδοὺ Ηλιου ἐκάθητο ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν ἄνθρωπε τοῦ θεοῦ ὁ βασιλεὺς ἐκάλεσέν σε κατάβηθι
Τότε απέστειλεν ο βασιλεύς προς αυτόν πεντηκόνταρχον μετά των πεντήκοντα αυτού. Και ανέβη προς αυτόν· και ιδού, εκάθητο επί της κορυφής του όρους. Και είπε προς αυτόν, Άνθρωπε του Θεού, ο βασιλεύς είπε, Κατάβα.
10 καὶ ἀπεκρίθη Ηλιου καὶ εἶπεν πρὸς τὸν πεντηκόνταρχον καὶ εἰ ἄνθρωπος τοῦ θεοῦ ἐγώ καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ
Και αποκριθείς ο Ηλίας είπε προς τον πεντηκόνταρχον, Εάν εγώ ήμαι άνθρωπος του Θεού, ας καταβή πυρ εξ ουρανού και ας καταφάγη σε και τους πεντήκοντά σου. Και κατέβη πυρ εκ του ουρανού και κατέφαγεν αυτόν και τους πεντήκοντα αυτού.
11 καὶ προσέθετο ὁ βασιλεὺς καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἄλλον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ καὶ ἀνέβη καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν ἄνθρωπε τοῦ θεοῦ τάδε λέγει ὁ βασιλεύς ταχέως κατάβηθι
Και απέστειλε προς αυτόν πάλιν άλλον πεντηκόνταρχον μετά των πεντήκοντα αυτού. Και ελάλησε και είπε προς αυτόν, Άνθρωπε του Θεού, ούτω λέγει ο βασιλεύς· Ταχέως κατάβα.
12 καὶ ἀπεκρίθη Ηλιου καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν εἰ ἄνθρωπος τοῦ θεοῦ ἐγώ εἰμι καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ
Και αποκριθείς ο Ηλίας είπε προς αυτούς, Εάν εγώ ήμαι άνθρωπος του Θεού, ας καταβή πυρ εξ ουρανού και ας καταφάγη σε και τους πεντήκοντά σου. Και κατέβη πυρ Θεού εξ ουρανού και κατέφαγεν αυτόν και τους πεντήκοντα αυτού.
13 καὶ προσέθετο ὁ βασιλεὺς ἔτι ἀποστεῖλαι ἡγούμενον πεντηκόνταρχον τρίτον καὶ τοὺς πεντήκοντα αὐτοῦ καὶ ἦλθεν πρὸς αὐτὸν ὁ πεντηκόνταρχος ὁ τρίτος καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ κατέναντι Ηλιου καὶ ἐδεήθη αὐτοῦ καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν ἄνθρωπε τοῦ θεοῦ ἐντιμωθήτω δὴ ἡ ψυχή μου καὶ ἡ ψυχὴ τῶν δούλων σου τούτων τῶν πεντήκοντα ἐν ὀφθαλμοῖς σου
Και πάλιν απέστειλε τρίτον πεντηκόνταρχον μετά των πεντήκοντα αυτού. Και αναβάς ο τρίτος πεντηκόνταρχος ήλθε και εγονάτισεν έμπροσθεν του Ηλία και παρεκάλεσεν αυτόν και είπε προς αυτόν; Άνθρωπε του Θεού, ας σταθή, δέομαι, αξιοτίμητος εις τους οφθαλμούς σου η ζωή μου και η ζωή των δούλων σου τούτων των πεντήκοντα·
14 ἰδοὺ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν τοὺς δύο πεντηκοντάρχους τοὺς πρώτους καὶ τοὺς πεντήκοντα αὐτῶν καὶ νῦν ἐντιμωθήτω δὴ ἡ ψυχὴ τῶν δούλων σου ἐν ὀφθαλμοῖς σου
ιδού, κατέβη πυρ εξ ουρανού και κατέκαυσε τους δύο πρώτους πεντηκοντάρχους μετά των πεντήκοντα αυτών· ας σταθή λοιπόν η ζωή μου αξιοτίμητος εις τους οφθαλμούς σου.
15 καὶ ἐλάλησεν ἄγγελος κυρίου πρὸς Ηλιου καὶ εἶπεν κατάβηθι μετ’ αὐτοῦ μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν καὶ ἀνέστη Ηλιου καὶ κατέβη μετ’ αὐτοῦ πρὸς τὸν βασιλέα
Και είπεν ο άγγελος του Κυρίου προς τον Ηλίαν, Κατάβα μετ' αυτού· μη φοβηθής απ' αυτού. Και εσηκώθη και κατέβη μετ' αυτού προς τον βασιλέα.
16 καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν Ηλιου τάδε λέγει κύριος τί ὅτι ἀπέστειλας ἀγγέλους ζητῆσαι ἐν τῇ Βααλ μυῖαν θεὸν Ακκαρων οὐχ οὕτως ἡ κλίνη ἐφ’ ἧς ἀνέβης ἐκεῖ οὐ καταβήσῃ ἀπ’ αὐτῆς ὅτι θανάτῳ ἀποθανῇ
Και είπε προς αυτόν, Ούτω λέγει Κύριος· Επειδή απέστειλας μηνυτάς να ερωτήσωσι τον Βέελ-ζεβούλ, τον θεόν της Ακκαρών, ως εάν δεν ήτο Θεός εν τω Ισραήλ διά να ζητήσης τον λόγον αυτού, διά τούτο δεν θέλεις καταβή από της κλίνης, εις την οποίαν ανέβης, αλλ' εξάπαντος θέλεις αποθάνει.
17 καὶ ἀπέθανεν κατὰ τὸ ῥῆμα κυρίου ὃ ἐλάλησεν Ηλιου
Και απέθανε κατά τον λόγον του Κυρίου, τον οποίον ελάλησεν ο Ηλίας· εβασίλευσε δε αντ' αυτού ο Ιωράμ, εν τω δευτέρω έτει του Ιωράμ, υιού του Ιωσαφάτ, βασιλέως του Ιούδα· επειδή δεν είχεν υιόν.
18 καὶ τὰ λοιπὰ τῶν λόγων Οχοζιου ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ
Αι δε λοιπαί των πράξεων του Οχοζίου, όσας έκαμε, δεν είναι γεγραμμέναι εν τω βιβλίω των χρονικών των βασιλέων του Ισραήλ;