< 1 Corinthians 13 >
1 If Y speke with tungis of men and of aungels, and Y haue not charite, Y am maad as bras sownynge, or a cymbal tynkynge.
Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον.
2 And if Y haue prophecie, and knowe alle mysteries, and al kunnynge, and if Y haue al feith, so that Y meue hillis fro her place, and Y haue not charite, Y am nouyt.
καὶ ἐὰν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, κἂν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάναι, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι.
3 And if Y departe alle my goodis in to the metis of pore men, and yf Y bitake my bodi, so that Y brenne, and if Y haue not charite, it profitith to me no thing.
κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.
4 Charite is pacient, it is benygne; charite enuyeth not, it doith not wickidli, it is not blowun,
ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, [ἡ ἀγάπη] οὐ περπερεύεται, οὐ φυσιοῦται,
5 it is not coueytouse, it sekith not tho thingis that ben hise owne, it is not stirid to wraththe, it thenkith not yuel,
οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν,
6 it ioyeth not on wickidnesse, but it ioieth togidere to treuthe;
οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ,
7 it suffrith alle thingis, it bileueth alle thingis, it hopith alle thingis, it susteyneth alle thingis.
πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.
8 Charite fallith neuere doun, whether prophecies schulen be voidid, ethir langagis schulen ceesse, ethir science schal be distried.
ἡ ἀγάπη οὐδέποτε πίπτει. εἴτε [δὲ] προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται.
9 For a parti we knowun, and a parti we prophecien;
ἐκ μέρους γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν·
10 but whanne that schal come that is parfit, that thing that is of parti schal be auoidid.
ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται.
11 Whanne Y was a litil child, Y spak as a litil child, Y vndurstood as a litil child, Y thouyte as a litil child; but whanne Y was maad a man, Y auoidide tho thingis that weren of a litil child.
ὅτε ἤμην νήπιος, ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος· ὅτε γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου.
12 And we seen now bi a myrour in derknesse, but thanne face to face; now Y knowe of parti, but thanne Y schal knowe, as Y am knowun.
βλέπομεν γὰρ ἄρτι δι᾽ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην.
13 And now dwellen feith, hope, and charite, these thre; but the most of these is charite.
νυνὶ δὲ μένει πίστις ἐλπὶς ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη.