< 1 Corinthians 12 >

1 But of spiritual thingis, britheren, Y nyle that ye vnknowun.
Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν.
2 For ye witen, that whanne ye weren hethene men, hou ye weren led goynge to doumbe maumetis.
οἴδατε ὅτι ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι.
3 Therfor Y make knowun to you, that no man spekynge in the spirit of God, seith departyng fro Jhesu; and no man may seie the Lord Jhesu, but in the Hooli Goost.
διὸ γνωρίζω ὑμῖν, ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει Ἀνάθεμα Ἰησοῦς, καὶ οὐδεὶς δύναται εἰπεῖν Κύριος Ἰησοῦς, εἰ μὴ ἐν πνεύματι ἁγίῳ.
4 And dyuerse graces ther ben, but it is al oon Spirit;
διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα·
5 and dyuerse seruyces ther ben, but it is al oon Lord; and dyuerse worchingis ther ben,
καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς κύριος·
6 but `al is oon God, that worchith alle thingis in alle thingis.
καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.
7 And to ech man the schewyng of spirit is youun to profit. The word of wisdom is youun to oon bi spirit;
Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον.
8 to another the word of kunnyng, bi the same spirit;
ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα,
9 feith to another, in the same spirit; to anothere, grace of helthis, in o spirit;
ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ πνεύματι,
10 to another, the worchyng of vertues; to another, profecie; to another, very knowyng of spiritis; to another, kyndis of langagis; to another, expownyng of wordis.
ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ προφητεία, ἄλλῳ διακρίσεις πνευμάτων, ἑτέρῳ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν·
11 And oon and the same spirit worchith alle these thingis, departynge to ech bi hem silf as he wole.
πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.
12 For as ther is o body, and hath many membris, and alle the membris of the bodi whanne tho ben manye, ben o bodi, so also Crist.
Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη πολ λὰ ἔχει, πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα ἕν ἐστιν σῶμα, οὕτως καὶ ὁ χριστός.
13 For in o spirit alle we ben baptisid `in to o bodi, ether Jewis, ether hethene, ether seruauntis, ether free; and alle we ben fillid with drink in o spirit.
καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, καὶ πάντες ἓν πνεῦμα ἐποτίσθημεν.
14 For the bodi is not o membre, but manye.
καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος, ἀλλὰ πολλά.
15 If the foot seith, For Y am not the hoond, Y am not of the bodi; not therfor it is not of the bodi.
ἐὰν εἴπῃ ὁ πούς, Ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος;
16 And if the ere seith, For Y am not the iye, Y am not of the bodi; not therfor it is not of the bodi.
καὶ ἐὰν εἴπῃ τὸ οὖς, Ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος;
17 If al the bodi is the iye, where is heryng? and if al the bodi is heryng, where is smellyng?
εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις;
18 But now God hath set membris, and ech of hem in the bodi, as he wolde.
νῦν δὲ ὁ θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι καθὼς ἠθέλησεν.
19 That if alle weren o membre, where were the bodi?
εἰ δὲ ἦν [τὰ] πάντα ἓν μέλος, ποῦ τὸ σῶμα;
20 But now ther ben many membris, but o bodi.
νῦν δὲ πολλὰ [μὲν] μέλη, ἓν δὲ σῶμα.
21 And the iye may not seie to the hond, Y haue no nede to thi werkis; or eft the heed to the feet, Ye ben not necessarie to me.
οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί, Χρείαν σου οὐκ ἔχω, ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν, Χρείαν ὑμῶν οὐκ ἔχω·
22 But myche more tho that ben seyn to be the lowere membris of the bodi, ben more nedeful;
ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν,
23 and thilke that we gessen to be the vnworthier membris of the bodi, we yyuen more honour `to hem; and tho membris that ben vnonest, han more oneste.
καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν, καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει·
24 For oure oneste membris han nede of noon; but God tempride the bodi, yyuynge more worschip to it, to whom it failide,
τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει. ἀλλὰ ὁ θεὸς συνεκέρασεν τὸ σῶμα, τῷ ὑστερουμένῳ περισσοτέραν δοὺς τιμήν,
25 that debate be not in the bodi, but that the membris be bisi in to the same thing ech for othere.
ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσιν τὰ μέλη·
26 And if o membre suffrith ony thing, alle membris suffren therwith; ethir if o membre ioieth, alle membris ioien togidere.
καὶ εἴ τι πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται μέλος, συγχαίρει πάντα τὰ μέλη.
27 And ye ben the bodi of Crist, and membris of membre.
ὑμεῖς δέ ἐστε σῶμα χριστοῦ καὶ μέλη ἐκ μέρους.
28 But God sette sum men in the chirche, fyrst apostlis, the secunde tyme prophetis, the thridde techeris, aftirward vertues, aftirward graces of heelyngis, helpyngis, gouernails, kyndis of langagis, interpretaciouns of wordis.
Καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήμψεις, κυβερνήσεις, γένη γλωσσῶν.
29 Whether alle apostlis? whethir alle prophetis? whether alle techeris? whether alle vertues?
μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις;
30 whether alle men han grace of heelyngis? whether alle speken with langagis? whether alle expownen?
μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσιν; μὴ πάντες διερμηνεύουσιν;
31 But sue ye the betere goostli yiftis. And yit Y schewe to you a more exellent weye.
ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ μείζονα· καὶ ἔτι καθ᾽ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.

< 1 Corinthians 12 >