< 馬太福音 18 >

1 在那時刻,門徒來到耶穌跟前說:「在天國裏究竟誰是最大的? 」
Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ ˚Ἰησοῦ λέγοντες, “Τίς ἄρα μείζων ἐστὶν ἐν τῇ Βασιλείᾳ τῶν Οὐρανῶν;”
2 耶穌就叫一個小孩子來,使他站在他們中間,
Καὶ προσκαλεσάμενος παιδίον, ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν
3 說:「我實在告訴你們:你們若不變成如同小孩子一樣,決不能進天國。
καὶ εἶπεν, “Ἀμὴν, λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν Βασιλείαν τῶν Οὐρανῶν.
4 所以,誰若自謙自卑如同這一個小孩,這人就是天國中最大的。」
Ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ Βασιλείᾳ τῶν Οὐρανῶν.
5 無論誰因我的名字,收留一個這樣的小孩,就是收留我;
Καὶ ὃς ἐὰν δέξηται ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται.
6 但無論誰使這些信我的小孩子中的一個跌倒,倒不如拿一塊驢拉的磨石繫在他的頸上,沉在海的深處更好。
Ὃς δʼ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης.
7 世界因了惡表是有禍的,惡表固然免不了要來,但那立惡表的人是禍的。
Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων! Ἀνάγκη γὰρ ἐστιν ἐλθεῖν τὰ σκάνδαλα, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ διʼ οὗ τὸ σκάνδαλον ἔρχεται!
8 為此,若你的手,或你的腳使你跌倒,砍下它來,從你身上扔掉,為你或殘或瘸進入生命,比有雙手雙腳而被投入火中更好。 (aiōnios g166)
Εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἔκκοψον αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν κυλλὸν ἢ χωλόν, ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα, βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. (aiōnios g166)
9 倘若你的眼使你跌倒,剜出它來,,從你身上扔掉,為你有一隻眼進入生命,比有雙眼而被投入永火中更好。 (Geenna g1067)
Καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν Γέενναν τοῦ πυρός. (Geenna g1067)
10 你們小心,不要輕視這些小子中的一個,因為我告訴你們:他們的天使在天下常見我在又之父的面。
Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς, διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου, τοῦ ἐν οὐρανοῖς.
11 [因為人子來是為救那喪亡了的。]
12 他們以為如何?如果一個人有一百隻羊,其中一隻迷失了路,他豈不把那九十九隻留在山上,而去尋找那迷隻失了路的嗎?
Τί ὑμῖν δοκεῖ; Ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα, καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ἀφεὶς τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη, καὶ πορευθεὶς ζητεῖ τὸ πλανώμενον;
13 如果他幸運找著了,我實在你們:他為這一隻,比為那九十九隻沒有迷路的,更覺歡喜;
Καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν, λέγω ὑμῖν ὅτι χαίρει ἐπʼ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις.
14 同樣,使這些小子中的一個喪亡,決不是你們在天之父的意願。
Οὕτως οὐκ ἔστιν θέλημα ἔμπροσθεν τοῦ Πατρὸς ὑμῶν, τοῦ ἐν οὐρανοῖς, ἵνα ἀπόληται ἓν τῶν μικρῶν τούτων.
15 如果你的弟兄得罪了你,要在你和他獨處的時候,規勸他;如果他聽從了你,你便賺得了的你兄弟;
Ἐὰν δὲ ἁμαρτήσῃ ὁ ἀδελφός σου, ὕπαγε ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου.
16 但如果不聽,你就另帶上一個或兩個人,為叫任何事情,憑兩個或三個人的口供,得以成立。
Ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι, ἕνα ἢ δύο, ἵνα ‘ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν, σταθῇ πᾶν ῥῆμα’.
17 若是他仍不聽從他們,你們告訴教會;如果他連教會也不聽從,你就將他看作外邦人或稅吏。
Ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ ἐκκλησίᾳ. Ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης.
18 我實在告訴你們:凡你們在地上所束縳的,在天上也要被束縳;凡你們在地上所釋放的,在天上也要被釋放。
Ἀμὴν, λέγω ὑμῖν, ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν οὐρανῷ, καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν οὐρανῷ.
19 我實在告訴你們:若他們中二人,在地上同心合意,無論為什麼事祈禱,我在天之父,必要給他們成就,
Πάλιν ἀμὴν, λέγω ὑμῖν ὅτι ἐὰν δύο συμφωνήσωσιν ἐξ ὑμῶν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος, οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ Πατρός μου, τοῦ ἐν οὐρανοῖς.
20 因為那裏有兩個或三個人,因我的名字聚在一起,我就在他們中間。」
Οὗ γάρ εἰσιν δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.”
21 那時,伯多祿來對耶穌說:「主啊!若我的弟兄得罪了我,我該寬恕他多少次? 直到七次嗎? 」
Τότε προσελθὼν, ὁ Πέτρος εἶπεν αὐτῷ, “˚Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; Ἕως ἑπτάκις;”
22 耶穌對他說:「我不對你說:直到七次。
Λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλὰ ἕως ἑβδομηκοντάκις ἑπτά!
23 為此天國好比一個君王,要同他的僕人算賬。
Διὰ τοῦτο ὡμοιώθη ἡ Βασιλεία τῶν Οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ.
24 他開始算賬的時候,給他送來一個欠他一萬「塔冷通」的,
Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν, προσήχθη εἷς αὐτῷ ὀφειλέτης μυρίων ταλάντων.
25 因他沒有可還的,主人就下令,要他把自己和妻子兒女,以及他所有的一切,都變賣來還債。
Μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι, ἐκέλευσεν αὐτὸν ὁ κύριος πραθῆναι, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ πάντα ὅσα εἶχεν, καὶ ἀποδοθῆναι.
26 那僕人就俯伏在地叩拜他說:主啊!容忍我吧!一切我都要還給你。
Πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων, ‘Κύριε, μακροθύμησον ἐπʼ ἐμοί, καὶ πάντα ἀποδώσω σοι.’
27 那僕人的主人就動心把釋放了,並且也赦免了他的債。
Σπλαγχνισθεὶς δὲ, ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ.
28 那僕人正出去時,遇見一個欠他一百「德納」的同伴,他就抓住他,扼住他的喉嚨說:還你欠的債!
Ἐξελθὼν δὲ, ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγεν λέγων, ‘Ἀπόδος εἴ τι ὀφείλεις.’
29 他的同伴就俯伏在地哀求他說:容忍我吧!我必還給你。
Πεσὼν οὖν, ὁ σύνδουλος αὐτοῦ παρεκάλει αὐτὸν λέγων, ‘Μακροθύμησον ἐπʼ ἐμοί, καὶ ἀποδώσω σοι.’
30 可是他不願意,且把他下在監裏,直到他他還清了欠債。
Ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν, ἔβαλεν αὐτὸν εἰς φυλακὴν, ἕως ἀποδῷ τὸ ὀφειλόμενον.
31 他的同伴看見所發生事,非常悲憤,遂去把所發生的一告訴了主人。
Ἰδόντες οὖν οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα, ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα.
32 於是主人把那僕人叫來,對他說:惡僕!因為你哀求了我,我赦免了你那一切的債;
Τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ, ‘Δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με.
33 難道你不該憐憫你的同伴,如同失憐憫了你一樣嗎!
Οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς κἀγὼ σὲ ἠλέησα;’
34 他的主人大怒,遂把他交給刑役,直到他還清他所欠的一切。
Καὶ ὀργισθεὶς, ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὑτῷ.
35 如果你們不各自從心裏寬恕自己的弟兄,我的天父也要這樣對待你們。」
Οὕτως καὶ ὁ Πατήρ μου ὁ οὐράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν.”

< 馬太福音 18 >