< 馬太福音 17 >
1 天以後,耶穌帶著伯多祿,雅各伯和他的兄弟若望,單獨帶領他們上了一座高山,
Καὶ μεθʼ ἡμέρας ἓξ, παραλαμβάνει ὁ ˚Ἰησοῦς τὸν Πέτρον, καὶ Ἰάκωβον, καὶ Ἰωάννην, τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατʼ ἰδίαν.
2 在他們面前變了容貌發光有如太陽,他的衣服潔白如光。
Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς.
3 忽然,梅瑟和厄里亞也顯現給他們,正在同耶穌談論。
Καὶ ἰδοὺ, ὤφθη αὐτοῖς Μωϋσῆς καὶ Ἠλίας συλλαλοῦντες μετʼ αὐτοῦ.
4 伯多祿就開口對耶穌說:「主啊! 我們在這裏真好!你若願意,我就在這裏搭三個帳棚:一個為你,一個為梅瑟,一個為厄里亞。」
Ἀποκριθεὶς δὲ, ὁ Πέτρος εἶπεν τῷ ˚Ἰησοῦ, “˚Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι. Εἰ θέλεις, ποιήσω ὧδε τρεῖς σκηνάς, σοὶ μίαν, καὶ Μωϋσεῖ μίαν, καὶ Ἠλίᾳ μίαν.”
5 他還在說話的時候,忽然有一片光耀的雲彩遮敝了他們,並且雲中有聲因說:「這是我的愛子,我所喜悅的,你們要聽從他!」
Ἔτι αὐτοῦ λαλοῦντος, ἰδοὺ, νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ, φωνὴ ἐκ τῆς νεφέλης λέγουσα, “Οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἀγαπητός ἐν ᾧ εὐδόκησα· ἀκούετε αὐτοῦ!”
Καὶ ἀκούσαντες, οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα.
Καὶ προσῆλθεν ὁ ˚Ἰησοῦς καὶ ἁψάμενος αὐτῶν εἶπεν, “Ἐγέρθητε καὶ μὴ φοβεῖσθε.”
8 他們舉目一看,任誰都不見了,只有耶穌獨自一人。
Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν, οὐδένα εἶδον εἰ μὴ αὐτὸν ˚Ἰησοῦν μόνον.
9 他們從山上下來的時候,耶穌囑咐他們說:「非等人子由死者中復活,你們不要將所見告的告訴任何人」
Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους, ἐνετείλατο αὐτοῖς ὁ ˚Ἰησοῦς λέγων, “Μηδενὶ εἴπητε τὸ ὅραμα, ἕως οὗ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.”
10 門徒便問耶穌說:「那麼,為什麼經師說:厄里亞應該先來呢?」
Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, “Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;”
11 耶穌回答說:「厄里亞的確要來,且要重整一切;
Ὁ δὲ ἀποκριθεὶς εἶπεν, “Ἠλίας μὲν ἔρχεται καὶ ἀποκαταστήσει πάντα·
12 但我告訴你們:厄里亞已經來了,人們卻不認識他,反兒任意待了他;照樣,人子也要受他們的磨難。」
λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθεν καὶ οὐκ ἐπέγνωσαν αὐτὸν, ἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν. Οὕτως καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου μέλλει πάσχειν ὑπʼ αὐτῶν.”
13 門徒這纔明白耶穌給他們所說的,是指的洗者若翰。
Τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ Βαπτιστοῦ εἶπεν αὐτοῖς.
14 當他們來到群眾那裏時,有一個人來到耶穌跟前,跪下說:
Καὶ ἐλθόντων πρὸς τὸν ὄχλον, προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν
15 「主啊,可憐我的兒子罷!他患癲癇病很苦,屢次跌在火中,又屢次跌在水裏。
καὶ λέγων, “˚Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς ἔχει, πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ, καὶ πολλάκις εἰς τὸ ὕδωρ.
16 我把他帶到你的們徒跟前,他們卻不能治好他。」
Καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι.”
17 耶穌回答說:「哎!無信敗壞的世代,我同你們在一起要到幾時呢? 我容忍你們要到幾時呢?把他給我帶到這裏來!」
Ἀποκριθεὶς δὲ ὁ ˚Ἰησοῦς εἶπεν, “Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε μεθʼ ὑμῶν ἔσομαι; Ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετέ μοι αὐτὸν ὧδε.”
18 耶穌遂叱責魔鬼,魔鬼就從還子身上出去了;從那時刻,孩子就好了。
Καὶ ἐπετίμησεν αὐτῷ ὁ ˚Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπʼ αὐτοῦ τὸ δαιμόνιον, καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.
19 以後,門徒前來私下對耶穌說:「為什麼我們不能逐出這魔鬼呢?」
Τότε προσελθόντες οἱ μαθηταὶ τῷ ˚Ἰησοῦ κατʼ ἰδίαν εἶπον, “Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;”
20 耶穌對他們說:「由於你們缺少信德;我實在告訴你們:假如你們有像芥子那麼大的信德,你們向這座山說:從這邊移到那邊去!它必會移過去的;為你們沒有不可能的事。
Ὁ δὲ λέγει αὐτοῖς, “Διὰ τὴν ὀλιγοπιστίαν ὑμῶν. Ἀμὴν, γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, ‘Μετάβα ἔνθεν ἐκεῖ’, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.”
21 『但這類魔鬼非用祈禱和禁食,是不能趕出去的。』
22 當耶穌同門徒在加里肋亞周遊時,耶穌對他們說:「人子將被交於人們手中。
Συστρεφομένων δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ, εἶπεν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Μέλλει ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων,
23 他們要殺害他,第三天他必要復活。門徒就非常憂鬱。
καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται.” Καὶ ἐλυπήθησαν σφόδρα.
24 他們來到葛法翁時,收殿稅的人來到伯多祿跟前說:「你們的師傅不納殿稅嗎?」
Ἐλθόντων δὲ αὐτῶν εἰς Καφαρναοὺμ, προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπον, “Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα;”
25 伯多碌說:「自然納的。」他一進到屋裏,耶穌就先對他說:「西滿!你以為怎樣?地上的君王向誰征收關稅或丁稅呢?向自己的兒子,或是向外人?
Λέγει, “Ναί.” Καὶ ἐλθόντα εἰς τὴν οἰκίαν, προέφθασεν αὐτὸν ὁ ˚Ἰησοῦς λέγων, “Τί σοι δοκεῖ, Σίμων; Οἱ βασιλεῖς τῆς γῆς, ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον; Ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων;”
26 伯多碌說:「向外人。」耶穌對他說:「所以兒子是免稅的了。
λέγει αὐτῷ ὁ Πέτρος “Ἀπὸ τῶν ἀλλοτρίων.” Εἰπόντος δέ, “Ἀπὸ τῶν ἀλλοτρίων”, ἔφη αὐτῷ ὁ ˚Ἰησοῦς, “Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί.
27 但是,為避免使他們疑怪,你往海邊去垂釣,拿釣上來的第一條魚,開了它的口,就會找到一塊「斯塔特。」拿去交給他們,當作我和你的殿稅。」
Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς θάλασσαν, βάλε ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν, δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.”