< 加拉太書 6 >

1 弟兄們,如果見一個人陷於某種過犯,你們既是屬神的人,就該以柔和的心神矯正他;但你們自己要小心,免得他陷入誘惑。
Ἀδελφοί, ἐὰν καὶ προλημφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς, οἱ πνευματικοὶ, καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραΰτητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς.
2 你們應彼此協助背負重擔,這樣,你們就滿全了基督的法律。
Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ ˚Χριστοῦ.
3 人本來不算什麼,但若自以為算什麼,就是欺騙自己。
Εἰ γὰρ δοκεῖ τις εἶναί τι, μηδὲν ὤν, φρεναπατᾷ ἑαυτόν.
4 各只該考驗自己的行為,這樣,對自己也許有可誇耀之處,但不是對別人誇耀,
Τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον.
5 因為各人要背負自己的重擔。
Ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.
6 學習真道的,應讓教師分享自己的一切財物。
Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον, τῷ κατηχοῦντι, ἐν πᾶσιν ἀγαθοῖς.
7 你們切不要錯了,天主是嘲笑不得的:人種什麼,就收什麼。
Μὴ πλανᾶσθε, ˚Θεὸς οὐ μυκτηρίζεται. Ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει.
8 那隨從肉情撒種的,必由肉情收獲敗壞; 然而那隨從聖神撒種的,必由聖神收獲永生。 (aiōnios g166)
Ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ, ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ ˚Πνεῦμα, ἐκ τοῦ ˚Πνεύματος θερίσει ζωὴν αἰώνιον. (aiōnios g166)
9 為此,我們行善不要厭倦;如果不鬆懈,到了適當的時節,必可收穫。
Τὸ δὲ καλὸν ποιοῦντες, μὴ ἐγκακῶμεν, καιρῷ γὰρ ἰδίῳ, θερίσομεν μὴ ἐκλυόμενοι.
10 所以,我們一有機會,就應向眾人行善,尤其應向有同樣信德的家人。
Ἄρα οὖν, ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.
11 你們看,我親手給你們寫的是多麼大的字!
Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί.
12 那些逼迫你們受割損的人,是想以外表的禮節來圖人稱讚,免得因基督的十字架遭受迫害;
Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα τῷ σταυρῷ τοῦ ˚Χριστοῦ ˚Ἰησοῦ μὴ διώκωνται.
13 其實,他們雖然受了割損,卻也不遵守法律;他們只是願意你們受割損,為能因在你們的肉身上所行的禮儀而誇耀。
Οὐδὲ γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται.
14 至於我,我只以我們的主耶穌基督的十字架來誇耀,因為藉著基督,世界於我已被釘十字架上了;我於世界也被釘在十字架上了。
Ἐμοὶ δὲ, μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, διʼ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ κόσμῳ.
15 其實,割損或不割損都算不得什麼,要緊的是新受造的人。
Οὔτε γὰρ περιτομή τί ἐστιν, οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις.
16 凡以此為規律而行的,願平安與憐憫降在他們身上,即降在天主的新以色列身上!
Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπʼ αὐτοὺς, καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ ˚Θεοῦ.
17 從今以後,我切切願沒有人再煩擾我,因為在我身上,我帶有耶穌的格印。
Τοῦ λοιποῦ, κόπους μοι μηδεὶς παρεχέτω, ἐγὼ γὰρ τὰ στίγματα τοῦ ˚Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.
18 弟兄們! 願我們的主耶穌基督的恩寵,常與你們的心靈同在! 阿們。
Ἡ χάρις τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί. Ἀμήν!

< 加拉太書 6 >