< 希伯來書 2 >

1 為此,我們必須更應注重所聽的道理,免得為潮流所沖去。
Διὰ τοῦτο, δεῖ περισσοτέρως προσέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσιν, μήποτε παραρυῶμεν.
2 如果藉著天使所傳示的話,發生了效力,凡違犯抗命的,都得了公平的報復;
Εἰ γὰρ ὁ διʼ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν,
3 那麼,我們這些忽視這樣偉大救恩的人,怎能逃脫懲罰呢﹖這救恩原是主親自開始宣講的,是那些聽講的人給我們證實的,
πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; Ἥτις ἀρχὴν λαβοῦσα, λαλεῖσθαι διὰ τοῦ ˚Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη,
4 又是天主以神蹟奇事和各種異能,以及照衪的旨意所分配的聖神的奇恩,所一同證實的。
συνεπιμαρτυροῦντος τοῦ ˚Θεοῦ σημείοις τε, καὶ τέρασιν, καὶ ποικίλαις δυνάμεσιν, καὶ ˚Πνεύματος Ἁγίου μερισμοῖς, κατὰ τὴν αὐτοῦ θέλησιν.
5 的確,天主沒有把我們所討論的未來的世界,隸屬於天使之下,
Οὐ γὰρ ἀγγέλοις ὑπέταξεν τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν.
6 但有一個人在聖經某處曾證明說:『人算什麼,你竟顧念衪;人子算什麼,你竟看顧衪﹖
Διεμαρτύρατο δέ πού τις λέγων, “Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνῄσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;
7 你使衪稍微遜於天使賜給衪尊崇和光榮當冠冕「令衪統治你手的造化」,
Ἠλάττωσας αὐτὸν, βραχύ τι παρʼ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν,
8 將一切放在衪的腳下。』「將一切放在衪的腳下」一句,是說天主沒有留下一樣,不隸屬於衪權下的;但是現今我們還沒有看見一切全隸屬於衪權下。
πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ.” Ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα.
9 我們卻看見了那位「稍微遜於天使」的耶穌,因所受的死亡之苦,接受了尊崇和光榮的冠冕;這原是出於天主的恩寵,使衪為每個人嘗到死味。
Τὸν δὲ βραχύ τι παρʼ ἀγγέλους ἠλαττωμένον, βλέπομεν ˚Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου, δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι ˚Θεοῦ, ὑπὲρ παντὸς γεύσηται θανάτου.
10 其實,那為萬物的終向和萬物根源的天主,既領導眾子進入光榮,藉苦難來成全拯救眾子的首領,也是適當的,
Ἔπρεπεν γὰρ αὐτῷ, διʼ ὃν τὰ πάντα, καὶ διʼ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν, διὰ παθημάτων τελειῶσαι.
11 因為,祝聖者與被祝聖者都是出於一源;為這個原故,耶穌稱衪們為弟兄,並不以為恥,說:
Ὅ τε γὰρ ἁγιάζων, καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες· διʼ ἣν αἰτίαν, οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν
12 『我要向我的弟兄,宣揚你的聖名;在集會中,我要讚揚你。』又說:『我要依靠天主。』
λέγων, “Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε.”
13 又說:『看,我和天主所賞給我的孩子。』
Καὶ πάλιν, “Ἐγὼ ἔσομαι πεποιθὼς ἐπʼ αὐτῷ.” Καὶ πάλιν, “Ἰδοὺ, ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ ˚Θεός.”
14 那麼,孩子既然都有同樣的血肉,衪照樣也取了一樣得的血肉,為能藉著死亡,毀滅那握有死亡的權勢者----魔鬼,
Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου, καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτʼ ἔστιν τὸν διάβολον,
15 並解救那些因死亡的恐怖,一生當奴隸的人。
καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου, διὰ παντὸς τοῦ ζῆν, ἔνοχοι ἦσαν δουλείας.
16 其實都知道,衪沒有援助天使,而援助了亞巴郎的後裔。
Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.
17 因此,衪應當在各方面相似弟兄們,好能在關於天主的事上,成為一個仁慈和忠信的大司祭,以補贖人民的罪惡。
Ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν ˚Θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ.
18 衪既然親自經過試探受了苦,也必能扶助受試探的人。
Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.

< 希伯來書 2 >