< 2 Tarihler 10 >
1 Rehavam Şekem'e gitti. Çünkü bütün İsrailliler kendisini kral ilan etmek için orada toplanmışlardı.
καὶ ἦλθεν Ροβοαμ εἰς Συχεμ ὅτι εἰς Συχεμ ἤρχετο πᾶς Ισραηλ βασιλεῦσαι αὐτόν
2 Kral Süleyman'dan kaçıp Mısır'a yerleşen Nevat oğlu Yarovam bunu duyunca Mısır'dan döndü.
καὶ ἐγένετο ὡς ἤκουσεν Ιεροβοαμ υἱὸς Ναβατ καὶ αὐτὸς ἐν Αἰγύπτῳ ὡς ἔφυγεν ἀπὸ προσώπου Σαλωμων τοῦ βασιλέως καὶ κατῴκησεν Ιεροβοαμ ἐν Αἰγύπτῳ καὶ ἀπέστρεψεν Ιεροβοαμ ἐξ Αἰγύπτου
3 İsrailliler Yarovam'ı çağırttılar. Birlikte gidip Rehavam'a şöyle dediler:
καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτόν καὶ ἦλθεν Ιεροβοαμ καὶ πᾶσα ἡ ἐκκλησία Ισραηλ πρὸς Ροβοαμ λέγοντες
4 “Baban üzerimize ağır bir boyunduruk koydu. Ama babanın üzerimize yüklediği ağır yükü ve boyunduruğu hafifletirsen sana kul köle oluruz.”
ὁ πατήρ σου ἐσκλήρυνεν τὸν ζυγὸν ἡμῶν καὶ νῦν ἄφες ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς καὶ ἀπὸ τοῦ ζυγοῦ αὐτοῦ τοῦ βαρέος οὗ ἔδωκεν ἐφ’ ἡμᾶς καὶ δουλεύσομέν σοι
5 Rehavam, “Üç gün sonra yine gelin” yanıtını verince halk yanından ayrıldı.
καὶ εἶπεν αὐτοῖς πορεύεσθε ἕως τριῶν ἡμερῶν καὶ ἔρχεσθε πρός με καὶ ἀπῆλθεν ὁ λαός
6 Kral Rehavam, babası Süleyman'a sağlığında danışmanlık yapan ileri gelenlere, “Bu halka nasıl yanıt vermemi öğütlersiniz?” diye sordu.
καὶ συνήγαγεν ὁ βασιλεὺς Ροβοαμ τοὺς πρεσβυτέρους τοὺς ἑστηκότας ἐναντίον Σαλωμων τοῦ πατρὸς αὐτοῦ ἐν τῷ ζῆν αὐτὸν λέγων πῶς ὑμεῖς βουλεύεσθε τοῦ ἀποκριθῆναι τῷ λαῷ τούτῳ λόγον
7 İleri gelenler, “Halka iyi davranır, onları hoşnut eder, olumlu yanıt verirsen, sana her zaman kul köle olurlar” diye karşılık verdiler.
καὶ ἐλάλησαν αὐτῷ λέγοντες ἐὰν ἐν τῇ σήμερον γένῃ εἰς ἀγαθὸν τῷ λαῷ τούτῳ καὶ εὐδοκήσῃς καὶ λαλήσῃς αὐτοῖς λόγους ἀγαθούς καὶ ἔσονταί σοι παῖδες πάσας τὰς ἡμέρας
8 Ne var ki, Rehavam ileri gelenlerin öğüdünü reddederek birlikte büyüdüğü genç görevlilerine danıştı:
καὶ κατέλιπεν τὴν βουλὴν τῶν πρεσβυτέρων οἳ συνεβουλεύσαντο αὐτῷ καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν συνεκτραφέντων μετ’ αὐτοῦ τῶν ἑστηκότων ἐναντίον αὐτοῦ
9 “Siz ne yapmamı öğütlersiniz? ‘Babanın üzerimize koyduğu boyunduruğu hafiflet’ diyen bu halka nasıl bir yanıt verelim?”
καὶ εἶπεν αὐτοῖς τί ὑμεῖς βουλεύεσθε καὶ ἀποκριθήσομαι λόγον τῷ λαῷ τούτῳ οἳ ἐλάλησαν πρός με λέγοντες ἄνες ἀπὸ τοῦ ζυγοῦ οὗ ἔδωκεν ὁ πατήρ σου ἐφ’ ἡμᾶς
10 Birlikte büyüdüğü gençler ona şu karşılığı verdiler: “Sana, ‘Babanın üzerimize koyduğu boyunduruğu hafiflet’ diyen halka de ki, ‘Benim küçük parmağım, babamın belinden daha kalındır.
καὶ ἐλάλησαν αὐτῷ τὰ παιδάρια τὰ ἐκτραφέντα μετ’ αὐτοῦ οὕτως λαλήσεις τῷ λαῷ τῷ λαλήσαντι πρὸς σὲ λέγων ὁ πατήρ σου ἐβάρυνεν τὸν ζυγὸν ἡμῶν καὶ σὺ ἄφες ἀφ’ ἡμῶν οὕτως ἐρεῖς ὁ μικρὸς δάκτυλός μου παχύτερος τῆς ὀσφύος τοῦ πατρός μου
11 Babam size ağır bir boyunduruk yüklediyse, ben boyunduruğunuzu daha da ağırlaştıracağım. Babam sizi kırbaçla yola getirdiyse, ben sizi akreplerle yola getireceğim.’”
καὶ νῦν ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ζυγῷ βαρεῖ καὶ ἐγὼ προσθήσω ἐπὶ τὸν ζυγὸν ὑμῶν ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιγξιν καὶ ἐγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις
12 Yarovam'la bütün halk, kralın, “Üç gün sonra yine gelin” sözü üzerine, üçüncü gün Rehavam'ın yanına geldiler.
καὶ ἦλθεν Ιεροβοαμ καὶ πᾶς ὁ λαὸς πρὸς Ροβοαμ τῇ ἡμέρᾳ τῇ τρίτῃ ὡς ἐλάλησεν ὁ βασιλεὺς λέγων ἐπιστρέψατε πρός με τῇ ἡμέρᾳ τῇ τρίτῃ
13 İleri gelenlerin öğüdünü reddeden Kral Rehavam, gençlerin öğüdüne uyarak halka sert bir yanıt verdi: “Babamın size yüklediği boyunduruğu ben daha da ağırlaştıracağım. Babam sizi kırbaçla yola getirdiyse, ben sizi akreplerle yola getireceğim.”
καὶ ἀπεκρίθη ὁ βασιλεὺς σκληρά καὶ ἐγκατέλιπεν ὁ βασιλεὺς Ροβοαμ τὴν βουλὴν τῶν πρεσβυτέρων
καὶ ἐλάλησεν πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν νεωτέρων λέγων ὁ πατήρ μου ἐβάρυνεν τὸν ζυγὸν ὑμῶν καὶ ἐγὼ προσθήσω ἐπ’ αὐτόν ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιγξιν καὶ ἐγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις
15 Kral halkı dinlemedi. Bu Tanrı'dandı. Çünkü Şilolu Ahiya aracılığıyla Nevat oğlu Yarovam'a verdiği sözü yerine getirmek için RAB bu olayı düzenlemişti.
καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ ὅτι ἦν μεταστροφὴ παρὰ τοῦ θεοῦ λέγων ἀνέστησεν κύριος τὸν λόγον αὐτοῦ ὃν ἐλάλησεν ἐν χειρὶ Αχια τοῦ Σηλωνίτου περὶ Ιεροβοαμ υἱοῦ Ναβατ
16 Kralın kendilerini dinlemediğini görünce, bütün İsrailliler, “İşay oğlu Davut'la ne ilgimiz, Ne de payımız var!” diye bağırdılar, “Ey İsrail halkı, haydi evimize dönelim! Davut'un soyu başının çaresine baksın.” Böylece herkes evine döndü.
καὶ παντὸς Ισραηλ ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτῶν καὶ ἀπεκρίθη ὁ λαὸς πρὸς τὸν βασιλέα λέγων τίς ἡμῖν μερὶς ἐν Δαυιδ καὶ κληρονομία ἐν υἱῷ Ιεσσαι εἰς τὰ σκηνώματά σου Ισραηλ νῦν βλέπε τὸν οἶκόν σου Δαυιδ καὶ ἐπορεύθη πᾶς Ισραηλ εἰς τὰ σκηνώματα αὐτοῦ
17 Rehavam da yalnızca Yahuda kentlerinde yaşayan İsrailliler'e krallık yapmaya başladı.
καὶ ἄνδρες Ισραηλ οἱ κατοικοῦντες ἐν πόλεσιν Ιουδα καὶ ἐβασίλευσεν ἐπ’ αὐτῶν Ροβοαμ
18 İsrailliler Kral Rehavam'ın gönderdiği angaryacıbaşı Hadoram'ı taşa tutup öldürdüler. Bunun üzerine Kral Rehavam savaş arabasına atlayıp Yeruşalim'e kaçtı.
καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ροβοαμ τὸν Αδωνιραμ τὸν ἐπὶ τοῦ φόρου καὶ ἐλιθοβόλησαν αὐτὸν οἱ υἱοὶ Ισραηλ λίθοις καὶ ἀπέθανεν καὶ ὁ βασιλεὺς Ροβοαμ ἔσπευσεν τοῦ ἀναβῆναι εἰς τὸ ἅρμα τοῦ φυγεῖν εἰς Ιερουσαλημ
19 İsrail halkı, Davut soyundan gelenlere hep başkaldırdı.
καὶ ἠθέτησεν Ισραηλ ἐν τῷ οἴκῳ Δαυιδ ἕως τῆς ἡμέρας ταύτης