< 1 Crónicas 25 >

1 Además, David y los jefes de los siervos del lugar santo seleccionaron a algunos de los hijos de Asaf y de Hemán y de Jedutún para la obra de los profetas, para hacer melodías con arpas salterios y platillos; y el número de hombres para el trabajo que tenían que hacer era:
καὶ ἔστησεν Δαυιδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ασαφ καὶ Αιμαν καὶ Ιδιθων τοὺς ἀποφθεγγομένους ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν κυμβάλοις καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ἐργαζομένων ἐν τοῖς ἔργοις αὐτῶν
2 De los hijos de Asaf: Zacur, José, y Netanias y Asarela; bajo la dirección de Asaf, actuando como un profeta bajo las órdenes del rey;
υἱοὶ Ασαφ Ζακχουρ καὶ Ιωσηφ καὶ Ναθανιας καὶ Εραηλ υἱοὶ Ασαφ ἐχόμενοι Ασαφ τοῦ προφήτου ἐχόμενοι τοῦ βασιλέως
3 De Jedutún: los seis hijos de Jedutún, Gedalías y Zeri y Jesaias, Simei, Hasabias y Matatias; bajo la dirección de su padre Jedutún quien, actuando como un profeta, acompañado de arpa, alabó y glorificó al Señor.
τῷ Ιδιθων υἱοὶ Ιδιθων Γοδολια καὶ Σουρι καὶ Ισαια καὶ Σεμεϊ καὶ Ασαβια καὶ Ματταθιας ἕξ μετὰ τὸν πατέρα αὐτῶν Ιδιθων ἐν κινύρᾳ ἀνακρουόμενοι ἐξομολόγησιν καὶ αἴνεσιν τῷ κυρίῳ
4 Los hijos de Hemán: Buquias, Matanias, Uziel, Sebuel, Jeremot, Hananias, Hanani, Eliata, Gidalti y Romanti-ezer, Josbecaza, Maloti, Hotir, Mahaziot;
τῷ Αιμανι υἱοὶ Αιμαν Βουκιας καὶ Μανθανιας καὶ Αζαραηλ καὶ Σουβαηλ καὶ Ιεριμωθ καὶ Ανανιας καὶ Ανανι καὶ Ηλιαθα καὶ Γοδολλαθι καὶ Ρωμεμθι‐ωδ καὶ Ιεσβακασα καὶ Μαλληθι καὶ Ωθηρι καὶ Μεαζωθ
5 Todos estos fueron hijos de Hemán, profeta del rey en las palabras de Dios. Y para hacer grande su poder, Dios le dio a Hemán catorce hijos y tres hijas.
πάντες οὗτοι υἱοὶ τῷ Αιμαν τῷ ἀνακρουομένῳ τῷ βασιλεῖ ἐν λόγοις θεοῦ ὑψῶσαι κέρας καὶ ἔδωκεν ὁ θεὸς τῷ Αιμαν υἱοὺς δέκα τέσσαρας καὶ θυγατέρας τρεῖς
6 Todos estos, bajo la dirección de su padre, hicieron música en la casa del Señor, con instrumentos de bronce y cuerdas, para la adoración de la casa de Dios; Asaf, Jedutún y Hemán están bajo las órdenes del rey.
πάντες οὗτοι μετὰ τοῦ πατρὸς αὐτῶν ὑμνῳδοῦντες ἐν οἴκῳ κυρίου ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις ἐχόμενα τοῦ βασιλέως καὶ Ασαφ καὶ Ιδιθων καὶ Αιμανι
7 Y el número de ellos, con sus hermanos que fueron entrenados y expertos en hacer melodías para el Señor, era de doscientos ochenta y ocho.
καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν μετὰ τοὺς ἀδελφοὺς αὐτῶν δεδιδαγμένοι ᾄδειν κυρίῳ πᾶς συνίων διακόσιοι ὀγδοήκοντα καὶ ὀκτώ
8 Y se hizo una selección de ellos para su trabajo especial, todos con iguales oportunidades, tanto pequeños como excelentes, el maestro como aprendiz.
καὶ ἔβαλον καὶ αὐτοὶ κλήρους ἐφημεριῶν κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν τελείων καὶ μανθανόντων
9 Ahora, del grupo de Asaf, el primer nombre que salió fue José; el segundo Gedalias; él y sus hermanos e hijos eran doce;
καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος υἱῶν αὐτοῦ καὶ ἀδελφῶν αὐτοῦ τῷ Ασαφ τῷ Ιωσηφ Γοδολια ὁ δεύτερος Ηνια ἀδελφοὶ αὐτοῦ καὶ υἱοὶ αὐτοῦ δέκα δύο
10 El tercer Zacur, con sus hijos y sus hermanos, doce;
ὁ τρίτος Ζακχουρ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
11 La cuarta Izri, con sus hijos y sus hermanos, doce;
ὁ τέταρτος Ιεσδρι υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
12 La quinta Netanias, con sus hijos y sus hermanos, doce;
ὁ πέμπτος Ναθανιας υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
13 El sexto Buquias, con sus hijos y sus hermanos, doce;
ὁ ἕκτος Βουκιας υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
14 El séptimo Jesarela, con sus hijos y sus hermanos, doce;
ὁ ἕβδομος Ισεριηλ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
15 El octavo Jesahias, con sus hijos y sus hermanos, doce;
ὁ ὄγδοος Ιωσια υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
16 El noveno Matanías, con sus hijos y sus hermanos, doce;
ὁ ἔνατος Μανθανιας υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
17 El décimo Simei, con sus hijos y sus hermanos, doce;
ὁ δέκατος Σεμεϊ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
18 El undécimo Azareel, con sus hijos y sus hermanos, doce;
ὁ ἑνδέκατος Αζαρια υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
19 El duodécimo Hasabias, con sus hijos y sus hermanos, doce;
ὁ δωδέκατος Ασαβια υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
20 El decimotercer Subael, con sus hijos y sus hermanos, doce;
ὁ τρισκαιδέκατος Σουβαηλ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
21 La decimocuarta Matatías, con sus hijos y sus hermanos, doce;
ὁ τεσσαρεσκαιδέκατος Ματταθιας υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
22 El decimoquinto Jeremot, con sus hijos y sus hermanos, doce;
ὁ πεντεκαιδέκατος Ιεριμωθ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
23 La decimosexta Hananías, con sus hijos y sus hermanos, doce;
ὁ ἑκκαιδέκατος Ανανιας υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
24 El decimoséptimo Josbecasa, con sus hijos y sus hermanos, doce;
ὁ ἑπτακαιδέκατος Ιεσβακασα υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
25 La decimoctava Hanani, con sus hijos y sus hermanos, doce;
ὁ ὀκτωκαιδέκατος Ανανι υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
26 El decimonoveno Maloti, con sus hijos y sus hermanos, doce;
ὁ ἐννεακαιδέκατος Μελληθι υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
27 La vigésima Eliata, con sus hijos y sus hermanos, doce;
ὁ εἰκοστὸς Ελιαθα υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
28 El vigésimo primero Hotir, con sus hijos y sus hermanos, doce;
ὁ εἰκοστὸς πρῶτος Ηθιρ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
29 El vigésimo segundo Gidalti, con sus hijos y sus hermanos, doce;
ὁ εἰκοστὸς δεύτερος Γοδολλαθι υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
30 El vigésimo tercer Mahaziot, con sus hijos y sus hermanos, doce;
ὁ τρίτος καὶ εἰκοστὸς Μεαζωθ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
31 El vigésimo cuarto Romanti-ezer, con sus hijos y sus hermanos, doce.
ὁ τέταρτος καὶ εἰκοστὸς Ρωμεμθι‐ωδ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο

< 1 Crónicas 25 >