< San Lucas 14 >
1 Él entró en [la] casa de uno de los principales fariseos a comer pan un sábado. Ellos lo observaban detenidamente.
Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν.
2 Entonces un hombre que era hidrópico estaba delante de Él.
καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ.
3 Y Jesús preguntó a los doctores de la Ley y a los fariseos: ¿Es lícito sanar en sábado o no?
καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων· ⸀Ἔξεστιντῷ σαββάτῳ ⸂θεραπεῦσαι ἢ οὔ;
4 Pero ellos callaron. Lo tomó, lo sanó y lo despidió.
οἱ δὲ ἡσύχασαν. καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν.
5 Les dijo: ¿A quién de ustedes se le cae un hijo o un buey en un pozo y no se apresura a sacarlo en sábado?
⸀καὶπρὸς αὐτοὺς εἶπεν· Τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ ⸀πεσεῖται καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ⸀ἐνἡμέρᾳ τοῦ σαββάτου;
6 Y no pudieron responderle.
καὶ οὐκ ἴσχυσαν ⸀ἀνταποκριθῆναιπρὸς ταῦτα.
7 Al ver que ellos escogían los puestos de honor, les narró una parábola:
Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς·
8 Cuando seas invitado a una fiesta de bodas, no te reclines en el puesto de honor, no sea que otro más honorable que tú sea invitado por él,
Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπʼ αὐτοῦ
9 y al llegar el que te invitó [a ti] y a él, te diga: Da lugar a éste, y entonces ocuparás avergonzado el último lugar.
καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι· Δὸς τούτῳ τόπον, καὶ τότε ἄρξῃ μετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν.
10 Pero cuando seas invitado, reclínate en el último lugar, para que cuando llegue el que te invitó, te diga: Amigo, pasa más adelante. Entonces serás honrado delante de todos los que se reclinan contigo.
ἀλλʼ ὅταν κληθῇς πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε ⸀ἐρεῖσοι· Φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον ⸀πάντωντῶν συνανακειμένων σοι.
11 Porque todo el que se enaltece será humillado, y el que se humilla será enaltecido.
ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
12 Decía también al que lo invitó: Cuando ofrezcas una comida o una cena, no invites a tus amigos, hermanos, parientes, ni vecinos ricos, no sea que también ellos a su vez te inviten y tengas recompensa.
Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν· Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοὶ ⸂ἀντικαλέσωσίν σε καὶ γένηται ⸂ἀνταπόδομά σοι.
13 Pero cuando hagas un banquete, invita a pobres, mancos, cojos, ciegos,
ἀλλʼ ὅταν ⸂δοχὴν ποιῇς, κάλει πτωχούς, ἀναπείρους, χωλούς, τυφλούς·
14 y serás inmensamente feliz, pues no tienen cómo retribuirte, pero te será recompensado en la resurrección de los justos.
καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι, ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.
15 Al oírlo, uno de los reclinados le dijo: Inmensamente feliz cualquiera que coma pan en el reino de Dios.
Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ· Μακάριος ⸀ὅστιςφάγεται ⸀ἄρτονἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
16 Él le contestó: Un hombre preparaba una gran cena e invitó a muchos.
ὁ δὲ εἶπεν αὐτῷ· Ἄνθρωπός τις ⸀ἐποίειδεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς,
17 A la hora de la cena envió a su esclavo a decir a los invitados: ¡Vengan, porque ya está preparada!
καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ⸀ἐστιν
18 Pero todos igualmente comenzaron a excusarse. El primero le dijo: Compré un campo y necesito ir a verlo. Te ruego que me disculpes.
καὶ ἤρξαντο ἀπὸ μιᾶς ⸂πάντες παραιτεῖσθαι. ὁ πρῶτος εἶπεν αὐτῷ· Ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην ⸀ἐξελθὼνἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
19 Otro dijo: Compré cinco yuntas de bueyes y voy a probarlas. Te ruego que me disculpes.
καὶ ἕτερος εἶπεν· Ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
20 Y otro dijo: Me casé, y por esto no puedo ir.
καὶ ἕτερος εἶπεν· Γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν.
21 Cuando el esclavo regresó, informó esto a su señor. Entonces el amo de casa se enojó y dijo a su esclavo: ¡Sal pronto por las calles y callejones de la ciudad y trae acá a los pobres, mancos, ciegos y cojos!
καὶ παραγενόμενος ὁ ⸀δοῦλοςἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ· Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπείρους καὶ ⸂τυφλοὺς καὶ χωλοὺς εἰσάγαγε ὧδε.
22 Luego el esclavo dijo: Señor, hice lo que ordenaste y aún hay lugar.
καὶ εἶπεν ὁ δοῦλος· Κύριε, γέγονεν ⸀ὃἐπέταξας, καὶ ἔτι τόπος ἐστίν.
23 Y el señor ordenó al esclavo: Vé por los caminos y senderos. Impúlsalos a entrar para que se llene mi casa.
καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ⸂μου ὁ οἶκος·
24 Porque les digo que ninguno de aquellos que fueron invitados probará mi cena.
λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ ⸀δείπνου
25 Iba con Él una gran multitud, y al dar la vuelta, les dijo:
Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί, καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς·
26 Si alguno viene a Mí, y no aborrece a padre y madre, esposa e hijos, hermanos y hermanas, y aun su propia vida, no puede ser mi discípulo.
Εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα ⸀ἑαυτοῦκαὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι ⸀τεκαὶ τὴν ⸂ψυχὴν ἑαυτοῦ, οὐ δύναται ⸂εἶναί μου μαθητής.
27 Cualquiera que no levanta su cruz y me sigue, no puede ser mi discípulo.
⸀ὅστιςοὐ βαστάζει τὸν σταυρὸν ⸀ἑαυτοῦκαὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής.
28 Porque ¿quién de ustedes que quiere edificar una torre, no se sienta primero y calcula el costo, si tiene para terminarla?
τίς γὰρ ἐξ ⸀ὑμῶνθέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ⸀ἔχειεἰς ἀπαρτισμόν;
29 No sea que, después de poner el cimiento, y no poder terminarla, todos los que observan comiencen a burlarse:
ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωροῦντες ἄρξωνται ⸂αὐτῷ ἐμπαίζειν
30 Este hombre comenzó a edificar, pero no pudo terminar.
λέγοντες ὅτι Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι.
31 ¿O cuál rey que marcha a enfrentar en batalla a otro rey, no se sienta primero a planificar si es capaz de enfrentar con 10.000 al que viene contra él con 20.000?
ἢ τίς βασιλεὺς πορευόμενος ⸂ἑτέρῳ βασιλεῖ συμβαλεῖν εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον ⸀βουλεύσεταιεἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ⸀ὑπαντῆσαιτῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπʼ αὐτόν;
32 Y si no puede, cuando aún está lejos de él, le envía una delegación y solicita condiciones de paz.
εἰ δὲ μήγε, ἔτι ⸂αὐτοῦ πόρρω ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ ⸀τὰπρὸς εἰρήνην.
33 Así pues, cualquiera de ustedes que no se despoje de todas sus posesiones no puede ser mi discípulo.
οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται ⸂εἶναί μου μαθητής.
34 Buena es la sal, pero si la sal se desvanece, ¿con qué será sazonada?
Καλὸν ⸀οὖντὸ ἅλας· ἐὰν δὲ ⸀καὶτὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται;
35 Ni para una tierra, ni para una pila de abono es útil. La botan. El que tiene oídos para oír, escuche.
οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.