< Éxodo 24 >
1 Después [Dios] dijo a Moisés: Sube a Yavé con Aarón, Nadab, Abiú y 70 ancianos de Israel. Se postrarán a distancia.
καὶ Μωυσῇ εἶπεν ἀνάβηθι πρὸς κύριον σὺ καὶ Ααρων καὶ Ναδαβ καὶ Αβιουδ καὶ ἑβδομήκοντα τῶν πρεσβυτέρων Ισραηλ καὶ προσκυνήσουσιν μακρόθεν τῷ κυρίῳ
2 Solo Moisés se acercará a Yavé, pero ellos no se acercarán. Tampoco el pueblo subirá con él.
καὶ ἐγγιεῖ Μωυσῆς μόνος πρὸς τὸν θεόν αὐτοὶ δὲ οὐκ ἐγγιοῦσιν ὁ δὲ λαὸς οὐ συναναβήσεται μετ’ αὐτῶν
3 Moisés regresó y contó al pueblo todas las Palabras y las Ordenanzas de Yavé. Todo el pueblo respondió a una voz: Cumpliremos todas las Palabras que Yavé habló.
εἰσῆλθεν δὲ Μωυσῆς καὶ διηγήσατο τῷ λαῷ πάντα τὰ ῥήματα τοῦ θεοῦ καὶ τὰ δικαιώματα ἀπεκρίθη δὲ πᾶς ὁ λαὸς φωνῇ μιᾷ λέγοντες πάντας τοὺς λόγους οὓς ἐλάλησεν κύριος ποιήσομεν καὶ ἀκουσόμεθα
4 Moisés escribió todas las Palabras de Yavé. Al levantarse temprano por la mañana, construyó un altar y 12 estelas al pie de la Montaña, conforme a las 12 tribus de Israel.
καὶ ἔγραψεν Μωυσῆς πάντα τὰ ῥήματα κυρίου ὀρθρίσας δὲ Μωυσῆς τὸ πρωὶ ᾠκοδόμησεν θυσιαστήριον ὑπὸ τὸ ὄρος καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ισραηλ
5 Mandó a los jóvenes de los hijos de Israel que ofrecieran holocaustos y sacrificaran becerros como ofrendas de paz a Yavé.
καὶ ἐξαπέστειλεν τοὺς νεανίσκους τῶν υἱῶν Ισραηλ καὶ ἀνήνεγκαν ὁλοκαυτώματα καὶ ἔθυσαν θυσίαν σωτηρίου τῷ θεῷ μοσχάρια
6 Moisés tomó la mitad de la sangre y la echó en tazones, y la otra mitad de la sangre la derramó sobre el altar.
λαβὼν δὲ Μωυσῆς τὸ ἥμισυ τοῦ αἵματος ἐνέχεεν εἰς κρατῆρας τὸ δὲ ἥμισυ τοῦ αἵματος προσέχεεν πρὸς τὸ θυσιαστήριον
7 Luego tomó el rollo del Pacto y lo leyó a oídos del pueblo. Ellos dijeron: Haremos y obedeceremos todo lo que Yavé habló.
καὶ λαβὼν τὸ βιβλίον τῆς διαθήκης ἀνέγνω εἰς τὰ ὦτα τοῦ λαοῦ καὶ εἶπαν πάντα ὅσα ἐλάλησεν κύριος ποιήσομεν καὶ ἀκουσόμεθα
8 Entonces Moisés tomó la sangre, la roció sobre el pueblo y dijo: Aquí está la sangre del Pacto que Yavé hizo con ustedes de acuerdo con todas estas palabras.
λαβὼν δὲ Μωυσῆς τὸ αἷμα κατεσκέδασεν τοῦ λαοῦ καὶ εἶπεν ἰδοὺ τὸ αἷμα τῆς διαθήκης ἧς διέθετο κύριος πρὸς ὑμᾶς περὶ πάντων τῶν λόγων τούτων
9 Moisés subió con Aarón, Nadab, Abiú y 70 ancianos de Israel,
καὶ ἀνέβη Μωυσῆς καὶ Ααρων καὶ Ναδαβ καὶ Αβιουδ καὶ ἑβδομήκοντα τῆς γερουσίας Ισραηλ
10 y vieron al ʼElohim de Israel. Debajo de sus pies había como un enlozado de zafiro, semejante en claridad al mismo cielo.
καὶ εἶδον τὸν τόπον οὗ εἱστήκει ἐκεῖ ὁ θεὸς τοῦ Ισραηλ καὶ τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ ὡσεὶ ἔργον πλίνθου σαπφείρου καὶ ὥσπερ εἶδος στερεώματος τοῦ οὐρανοῦ τῇ καθαριότητι
11 No extendió su mano contra los ancianos de los hijos de Israel. Ellos vieron a ʼElohim, y [después] comieron y bebieron.
καὶ τῶν ἐπιλέκτων τοῦ Ισραηλ οὐ διεφώνησεν οὐδὲ εἷς καὶ ὤφθησαν ἐν τῷ τόπῳ τοῦ θεοῦ καὶ ἔφαγον καὶ ἔπιον
12 Entonces Yavé dijo a Moisés: Sube a la Montaña y permanece allí. Te daré las tablas de piedra con la Ley y el Mandamiento que escribí para la instrucción de ellos.
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ἀνάβηθι πρός με εἰς τὸ ὄρος καὶ ἴσθι ἐκεῖ καὶ δώσω σοι τὰ πυξία τὰ λίθινα τὸν νόμον καὶ τὰς ἐντολάς ἃς ἔγραψα νομοθετῆσαι αὐτοῖς
13 Moisés se levantó con su ayudante Josué, y Moisés subió a la Montaña de ʼElohim.
καὶ ἀναστὰς Μωυσῆς καὶ Ἰησοῦς ὁ παρεστηκὼς αὐτῷ ἀνέβησαν εἰς τὸ ὄρος τοῦ θεοῦ
14 Y él dijo a los ancianos: Espérennos aquí hasta que volvamos a ustedes. Y miren, Aarón y Hur están con ustedes, el que tenga alguna dificultad, acérquese a ellos.
καὶ τοῖς πρεσβυτέροις εἶπαν ἡσυχάζετε αὐτοῦ ἕως ἀναστρέψωμεν πρὸς ὑμᾶς καὶ ἰδοὺ Ααρων καὶ Ωρ μεθ’ ὑμῶν ἐάν τινι συμβῇ κρίσις προσπορευέσθωσαν αὐτοῖς
15 Entonces Moisés subió a la Montaña, y la nube la cubrió.
καὶ ἀνέβη Μωυσῆς καὶ Ἰησοῦς εἰς τὸ ὄρος καὶ ἐκάλυψεν ἡ νεφέλη τὸ ὄρος
16 La gloria de Yavé reposó sobre la Montaña Sinaí y la cubrió por seis días. Al séptimo día llamó a Moisés de en medio de la nube.
καὶ κατέβη ἡ δόξα τοῦ θεοῦ ἐπὶ τὸ ὄρος τὸ Σινα καὶ ἐκάλυψεν αὐτὸ ἡ νεφέλη ἓξ ἡμέρας καὶ ἐκάλεσεν κύριος τὸν Μωυσῆν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐκ μέσου τῆς νεφέλης
17 La apariencia de la gloria de Yavé en la cumbre de la Montaña era como fuego consumidor ante los ojos de los hijos de Israel.
τὸ δὲ εἶδος τῆς δόξης κυρίου ὡσεὶ πῦρ φλέγον ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους ἐναντίον τῶν υἱῶν Ισραηλ
18 Moisés entró en medio de la nube cuando subió a la Montaña. Y Moisés estuvo en la Montaña 40 días y 40 noches.
καὶ εἰσῆλθεν Μωυσῆς εἰς τὸ μέσον τῆς νεφέλης καὶ ἀνέβη εἰς τὸ ὄρος καὶ ἦν ἐκεῖ ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας