< Poslovice 14 >
1 Mudra žena zida kuæu svoju, a luda svojim rukama raskopava.
σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους ἡ δὲ ἄφρων κατέσκαψεν ταῖς χερσὶν αὐτῆς
2 Ko hodi pravo, boji se Gospoda; a ko je opak na svojim putovima, prezire ga.
ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν κύριον ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται
3 U ustima je bezbožnikovijem prut oholosti, a mudre èuvaju usta njihova.
ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως χείλη δὲ σοφῶν φυλάσσει αὐτούς
4 Gdje nema volova, èiste su jasle; a obilata je ljetina od sile volovske.
οὗ μή εἰσιν βόες φάτναι καθαραί οὗ δὲ πολλὰ γενήματα φανερὰ βοὸς ἰσχύς
5 Istinit svjedok ne laže, a lažan svjedok govori laž.
μάρτυς πιστὸς οὐ ψεύδεται ἐκκαίει δὲ ψεύδη μάρτυς ἄδικος
6 Potsmjevaè traži mudrost, i ne nahodi je; a razumnomu je znanje lako naæi.
ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής
7 Idi od èovjeka bezumna, jer neæeš èuti pametne rijeèi.
πάντα ἐναντία ἀνδρὶ ἄφρονι ὅπλα δὲ αἰσθήσεως χείλη σοφά
8 Mudrost je pametnoga da pazi na put svoj, a bezumlje je bezumnijeh prijevara.
σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ
9 Bezumnima je šala grijeh, a meðu pravednima je dobra volja.
οἰκίαι παρανόμων ὀφειλήσουσιν καθαρισμόν οἰκίαι δὲ δικαίων δεκταί
10 Srce svaèije zna jad duše svoje; i u veselje njegovo ne miješa se drugi.
καρδία ἀνδρὸς αἰσθητική λυπηρὰ ψυχὴ αὐτοῦ ὅταν δὲ εὐφραίνηται οὐκ ἐπιμείγνυται ὕβρει
11 Dom bezbožnièki raskopaæe se, a koliba pravednijeh cvjetaæe.
οἰκίαι ἀσεβῶν ἀφανισθήσονται σκηναὶ δὲ κατορθούντων στήσονται
12 Neki se put èini èovjeku prav, a kraj mu je put k smrti.
ἔστιν ὁδὸς ἣ δοκεῖ ὀρθὴ εἶναι παρὰ ἀνθρώποις τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾅδου
13 I od smijeha boli srce, i veselju kraj biva žalost.
ἐν εὐφροσύναις οὐ προσμείγνυται λύπη τελευταία δὲ χαρὰ εἰς πένθος ἔρχεται
14 Putova svojih nasitiæe se ko je izopaèena srca, ali ga se kloni èovjek dobar.
τῶν ἑαυτοῦ ὁδῶν πλησθήσεται θρασυκάρδιος ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαθός
15 Lud vjeruje svašta, a pametan pazi na svoje korake.
ἄκακος πιστεύει παντὶ λόγῳ πανοῦργος δὲ ἔρχεται εἰς μετάνοιαν
16 Mudar se boji i uklanja se od zla, a bezuman navire i slobodan je.
σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ ὁ δὲ ἄφρων ἑαυτῷ πεποιθὼς μείγνυται ἀνόμῳ
17 Nagao èovjek èini bezumlje, a pakostan je èovjek mrzak.
ὀξύθυμος πράσσει μετὰ ἀβουλίας ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει
18 Ludi našljeðuje bezumlje, a razboriti vjenèava se znanjem.
μεριοῦνται ἄφρονες κακίαν οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως
19 Klanjaju se zli pred dobrima i bezbožni na vratima pravednoga.
ὀλισθήσουσιν κακοὶ ἔναντι ἀγαθῶν καὶ ἀσεβεῖς θεραπεύσουσιν θύρας δικαίων
20 Ubogi je mrzak i prijatelju svom, a bogati imaju mnogo prijatelja.
φίλοι μισήσουσιν φίλους πτωχούς φίλοι δὲ πλουσίων πολλοί
21 Ko prezire bližnjega svojega griješi; a ko je milostiv ubogima, blago njemu.
ὁ ἀτιμάζων πένητας ἁμαρτάνει ἐλεῶν δὲ πτωχοὺς μακαριστός
22 Koji smišljaju zlo, ne lutaju li? a milost i vjera biæe onima koji smišljaju dobro.
πλανώμενοι τεκταίνουσι κακά ἔλεον δὲ καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακῶν ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαθοῖς
23 U svakom trudu ima dobitka, a govor usnama samo je siromaštvo.
ἐν παντὶ μεριμνῶντι ἔνεστιν περισσόν ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδείᾳ ἔσται
24 Mudrima je vijenac bogatstvo njihovo, a bezumlje bezumnijeh ostaje bezumlje.
στέφανος σοφῶν πανοῦργος ἡ δὲ διατριβὴ ἀφρόνων κακή
25 Istinit svjedok izbavlja duše, a lažan govori prijevaru.
ῥύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός ἐκκαίει δὲ ψεύδη δόλιος
26 U strahu je Gospodnjem jako pouzdanje, i sinovima je utoèište.
ἐν φόβῳ κυρίου ἐλπὶς ἰσχύος τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα
27 Strah je Gospodnji izvor životu da se èovjek saèuva od prugala smrtnijeh.
πρόσταγμα κυρίου πηγὴ ζωῆς ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου
28 U mnoštvu je naroda slava caru; a kad nestaje naroda, propast je vladaocu.
ἐν πολλῷ ἔθνει δόξα βασιλέως ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου
29 Ko je spor na gnjev, velika je razuma; a ko je nagao pokazuje ludost.
μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει ὁ δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων
30 Život je tijelu srce zdravo, a zavist je trulež u kostima.
πραΰθυμος ἀνὴρ καρδίας ἰατρός σὴς δὲ ὀστέων καρδία αἰσθητική
31 Ko èini krivo ubogome, sramoti stvoritelja njegova; a poštuje ga ko je milostiv siromahu.
ὁ συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν ὁ δὲ τιμῶν αὐτὸν ἐλεᾷ πτωχόν
32 Za zlo svoje povrgnuæe se bezbožnik, a pravednik nada se i na smrti.
ἐν κακίᾳ αὐτοῦ ἀπωσθήσεται ἀσεβής ὁ δὲ πεποιθὼς τῇ ἑαυτοῦ ὁσιότητι δίκαιος
33 Mudrost poèiva u srcu razumna èovjeka, a što je u bezumnima poznaje se.
ἐν καρδίᾳ ἀγαθῇ ἀνδρὸς σοφία ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται
34 Pravda podiže narod, a grijeh je sramota narodima.
δικαιοσύνη ὑψοῖ ἔθνος ἐλασσονοῦσι δὲ φυλὰς ἁμαρτίαι
35 Mio je caru razuman sluga, ali na sramotna gnjevi se.
δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν