< Nehemija 13 >

1 U to vrijeme èita se knjiga Mojsijeva narodu, i u njoj se naðe napisano da ne ulazi Amonac ni Moavac u sabor Božji dovijeka;
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεγνώσθη ἐν βιβλίῳ Μωυσῆ ἐν ὠσὶν τοῦ λαοῦ καὶ εὑρέθη γεγραμμένον ἐν αὐτῷ ὅπως μὴ εἰσέλθωσιν Αμμανῖται καὶ Μωαβῖται ἐν ἐκκλησίᾳ θεοῦ ἕως αἰῶνος
2 Jer ne sretoše sinova Izrailjevijeh s hljebom i vodom, nego najmiše na njih Valama da ih prokune, ali Bog naš obrati onu kletvu u blagoslov.
ὅτι οὐ συνήντησαν τοῖς υἱοῖς Ισραηλ ἐν ἄρτῳ καὶ ἐν ὕδατι καὶ ἐμισθώσαντο ἐπ’ αὐτὸν τὸν Βαλααμ καταράσασθαι καὶ ἔστρεψεν ὁ θεὸς ἡμῶν τὴν κατάραν εἰς εὐλογίαν
3 A kad èuše taj zakon, odluèiše od Izrailja sve tuðince.
καὶ ἐγένετο ὡς ἤκουσαν τὸν νόμον καὶ ἐχωρίσθησαν πᾶς ἐπίμικτος ἐν Ισραηλ
4 A prije toga Elijasiv sveštenik, koji bješe nad klijetima doma Boga našega, oprijatelji se s Tovijom,
καὶ πρὸ τούτου Ελιασιβ ὁ ἱερεὺς οἰκῶν ἐν γαζοφυλακίῳ οἴκου θεοῦ ἡμῶν ἐγγίων Τωβια
5 I naèini mu veliku klijet, gdje se prije ostavljahu dari i kad i sudovi i desetak od žita, vina i ulja, odreðeni Levitima i pjevaèima i vratarima, i prinosi za sveštenike.
καὶ ἐποίησεν αὐτῷ γαζοφυλάκιον μέγα καὶ ἐκεῖ ἦσαν πρότερον διδόντες τὴν μανααν καὶ τὸν λίβανον καὶ τὰ σκεύη καὶ τὴν δεκάτην τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου ἐντολὴν τῶν Λευιτῶν καὶ τῶν ᾀδόντων καὶ τῶν πυλωρῶν καὶ ἀπαρχὰς τῶν ἱερέων
6 A kad to sve bivaše, ne bjeh u Jerusalimu, jer trideset druge godine Artakserksa cara Vavilonskoga vratih se k caru, i poslije nekoliko godina izmolih se opet u cara.
καὶ ἐν παντὶ τούτῳ οὐκ ἤμην ἐν Ιερουσαλημ ὅτι ἐν ἔτει τριακοστῷ καὶ δευτέρῳ τοῦ Αρθασασθα βασιλέως Βαβυλῶνος ἦλθον πρὸς τὸν βασιλέα καὶ μετὰ τέλος ἡμερῶν ᾐτησάμην παρὰ τοῦ βασιλέως
7 I kad doðoh u Jerusalim, vidjeh zlo što uèini Elijasiv radi Tovije naèinivši mu klijet u trijemu doma Božijega.
καὶ ἦλθον εἰς Ιερουσαλημ καὶ συνῆκα ἐν τῇ πονηρίᾳ ᾗ ἐποίησεν Ελισουβ τῷ Τωβια ποιῆσαι αὐτῷ γαζοφυλάκιον ἐν αὐλῇ οἴκου τοῦ θεοῦ
8 I bi mi vrlo mrsko, te izbacih sve pokuæstvo Tovijino napolje iz klijeti.
καὶ πονηρόν μοι ἐφάνη σφόδρα καὶ ἔρριψα πάντα τὰ σκεύη οἴκου Τωβια ἔξω ἀπὸ τοῦ γαζοφυλακίου
9 I zapovjedih, te oèistiše klijeti; i unesoh u njih opet posuðe doma Božijega, dare i kad.
καὶ εἶπα καὶ ἐκαθάρισαν τὰ γαζοφυλάκια καὶ ἐπέστρεψα ἐκεῖ σκεύη οἴκου τοῦ θεοῦ τὴν μαναα καὶ τὸν λίβανον
10 Potom doznah da se Levitima nijesu davali dijelovi, te su se razbjegli svaki na svoju njivu i Leviti i pjevaèi, koji raðahu posao.
καὶ ἔγνων ὅτι μερίδες τῶν Λευιτῶν οὐκ ἐδόθησαν καὶ ἐφύγοσαν ἀνὴρ εἰς ἀγρὸν αὐτοῦ οἱ Λευῖται καὶ οἱ ᾄδοντες ποιοῦντες τὸ ἔργον
11 I ukorih starješine i rekoh: zašto je ostavljen dom Božji? I sabrah ih opet i postavih na njihovo mjesto.
καὶ ἐμαχεσάμην τοῖς στρατηγοῖς καὶ εἶπα διὰ τί ἐγκατελείφθη ὁ οἶκος τοῦ θεοῦ καὶ συνήγαγον αὐτοὺς καὶ ἔστησα αὐτοὺς ἐπὶ τῇ στάσει αὐτῶν
12 I svi Judejci donosiše desetke od žita i vina i ulja u spreme.
καὶ πᾶς Ιουδα ἤνεγκαν δεκάτην τοῦ πυροῦ καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου εἰς τοὺς θησαυροὺς
13 I postavih nastojnike nad spremama, Selemiju sveštenika i Sadoka književnika, i izmeðu Levita Fedaju, i uz njih Anana sina Zahura sina Matanijina, jer se za vjerne držahu; i bijaše im posao dijeliti braæi svojoj.
ἐπὶ χεῖρα Σελεμια τοῦ ἱερέως καὶ Σαδδουκ τοῦ γραμματέως καὶ Φαδαια ἀπὸ τῶν Λευιτῶν καὶ ἐπὶ χεῖρα αὐτῶν Αναν υἱὸς Ζακχουρ υἱὸς Μαθανια ὅτι πιστοὶ ἐλογίσθησαν ἐπ’ αὐτοὺς μερίζειν τοῖς ἀδελφοῖς αὐτῶν
14 Pomeni me, Bože moj, za to, i nemoj izbrisati dobara mojih koja uèinih domu Boga svojega i službi njegovoj.
μνήσθητί μου ὁ θεός ἐν ταύτῃ καὶ μὴ ἐξαλειφθήτω ἔλεός μου ὃ ἐποίησα ἐν οἴκῳ κυρίου τοῦ θεοῦ
15 U to vrijeme vidjeh u Judeji gdje gaze u kacama u subotu i nose snopove natovarivši na magarce, i vino, grožðe i smokve i svakojake tovare, i nose u Jerusalim u subotu, i prekorih ih onaj dan kad prodavahu žitak.
ἐν ταῖς ἡμέραις ἐκείναις εἶδον ἐν Ιουδα πατοῦντας ληνοὺς ἐν τῷ σαββάτῳ καὶ φέροντας δράγματα καὶ ἐπιγεμίζοντας ἐπὶ τοὺς ὄνους καὶ οἶνον καὶ σταφυλὴν καὶ σῦκα καὶ πᾶν βάσταγμα καὶ φέροντας εἰς Ιερουσαλημ ἐν ἡμέρᾳ τοῦ σαββάτου καὶ ἐπεμαρτυράμην ἐν ἡμέρᾳ πράσεως αὐτῶν
16 I Tirci koji življahu u Jerusalimu donošahu ribu i svakojaki trg i prodavahu u subotu sinovima Judinijem u Jerusalimu.
καὶ ἐκάθισαν ἐν αὐτῇ φέροντες ἰχθὺν καὶ πᾶσαν πρᾶσιν πωλοῦντες ἐν τῷ σαββάτῳ τοῖς υἱοῖς Ιουδα καὶ ἐν Ιερουσαλημ
17 Zato prekorih glavare Judejske i rekoh im: kako je to zlo što èinite te skvrnite subotu?
καὶ ἐμαχεσάμην τοῖς υἱοῖς Ιουδα τοῖς ἐλευθέροις καὶ εἶπα αὐτοῖς τίς ὁ λόγος οὗτος ὁ πονηρός ὃν ὑμεῖς ποιεῖτε καὶ βεβηλοῦτε τὴν ἡμέραν τοῦ σαββάτου
18 Nijesu li tako èinili oci vaši, te Bog naš pusti na nas i na ovaj grad sve ovo zlo? I vi još umnožavate gnjev na Izrailja skvrneæi subotu.
οὐχὶ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν καὶ ἤνεγκεν ἐπ’ αὐτοὺς ὁ θεὸς ἡμῶν καὶ ἐφ’ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα καὶ ἐπὶ τὴν πόλιν ταύτην καὶ ὑμεῖς προστίθετε ὀργὴν ἐπὶ Ισραηλ βεβηλῶσαι τὸ σάββατον
19 I kad doðe sjen na vrata Jerusalimska uoèi subote, zapovjedih te zatvoriše vrata, i zapovjedih da ih ne otvoraju do poslije subote; i postavih nekoliko svojih momaka na vratima da se ne unosi nikakav tovar u subotu.
καὶ ἐγένετο ἡνίκα κατέστησαν πύλαι Ιερουσαλημ πρὸ τοῦ σαββάτου καὶ εἶπα καὶ ἔκλεισαν τὰς πύλας καὶ εἶπα ὥστε μὴ ἀνοιγῆναι αὐτὰς ἕως ὀπίσω τοῦ σαββάτου καὶ ἐκ τῶν παιδαρίων μου ἔστησα ἐπὶ τὰς πύλας ὥστε μὴ αἴρειν βαστάγματα ἐν ἡμέρᾳ τοῦ σαββάτου
20 I prenoæiše trgovci i koji prodavahu svakojaki trg iza Jerusalima jednom i drugom.
καὶ ηὐλίσθησαν πάντες καὶ ἐποίησαν πρᾶσιν ἔξω Ιερουσαλημ ἅπαξ καὶ δίς
21 I opomenuh ih i rekoh im: zašto noæujete oko zida? Ako još jednom to uèinite, uložiæu na vas. Od tada ne dolaziše u subotu.
καὶ διεμαρτυράμην ἐν αὐτοῖς καὶ εἶπα πρὸς αὐτούς διὰ τί ὑμεῖς αὐλίζεσθε ἀπέναντι τοῦ τείχους ἐὰν δευτερώσητε ἐκτενῶ τὴν χεῖρά μου ἐν ὑμῖν ἀπὸ τοῦ καιροῦ ἐκείνου οὐκ ἤλθοσαν ἐν σαββάτῳ
22 A Levitima zapovjedih da se oèiste i da doðu i èuvaju vrata da bude svet dan subotni. I za ovo pomeni me, Bože moj, i oprosti mi po velikoj milosti svojoj.
καὶ εἶπα τοῖς Λευίταις οἳ ἦσαν καθαριζόμενοι καὶ ἐρχόμενοι φυλάσσοντες τὰς πύλας ἁγιάζειν τὴν ἡμέραν τοῦ σαββάτου πρὸς ταῦτα μνήσθητί μου ὁ θεός καὶ φεῖσαί μου κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου
23 Još vidjeh u to vrijeme Judejce koji se bijahu oženili Azoæankama, Amonkama i Moavkama.
καὶ ἐν ταῖς ἡμέραις ἐκείναις εἶδον τοὺς Ιουδαίους οἳ ἐκάθισαν γυναῖκας Ἀζωτίας Αμμανίτιδας Μωαβίτιδας
24 I sinovi njihovi govorahu pola Azotski, i ne umijahu govoriti Judejski nego jezikom i jednoga i drugoga naroda.
καὶ οἱ υἱοὶ αὐτῶν ἥμισυ λαλοῦντες Ἀζωτιστὶ καὶ οὔκ εἰσιν ἐπιγινώσκοντες λαλεῖν Ιουδαϊστί
25 Zato ih karah i psovah, i neke izmeðu njih bih i èupah, i zakleh ih Bogom da ne daju kæeri svojih sinovima njihovijem niti da uzimaju kæeri njihovijeh za sinove svoje ili za sebe.
καὶ ἐμαχεσάμην μετ’ αὐτῶν καὶ κατηρασάμην αὐτοὺς καὶ ἐπάταξα ἐν αὐτοῖς ἄνδρας καὶ ἐμαδάρωσα αὐτοὺς καὶ ὥρκισα αὐτοὺς ἐν τῷ θεῷ ἐὰν δῶτε τὰς θυγατέρας ὑμῶν τοῖς υἱοῖς αὐτῶν καὶ ἐὰν λάβητε ἀπὸ τῶν θυγατέρων αὐτῶν τοῖς υἱοῖς ὑμῶν
26 Nije li tijem zgriješio Solomun car Izrailjev, ako i ne bješe u mnogim narodima cara njemu ravna i mio bješe Bogu svojemu i Bog ga bješe postavio carem nad svijem Izrailjem? pa opet ga navratiše na grijeh žene tuðinke.
οὐχ οὕτως ἥμαρτεν Σαλωμων βασιλεὺς Ισραηλ καὶ ἐν ἔθνεσιν πολλοῖς οὐκ ἦν βασιλεὺς ὅμοιος αὐτῷ καὶ ἀγαπώμενος τῷ θεῷ ἦν καὶ ἔδωκεν αὐτὸν ὁ θεὸς εἰς βασιλέα ἐπὶ πάντα Ισραηλ καὶ τοῦτον ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι
27 A vama li æemo dopustiti da èinite to sve veliko zlo i griješite Bogu našemu uzimajuæi žene tuðinke?
καὶ ὑμῶν μὴ ἀκουσόμεθα ποιῆσαι τὴν πᾶσαν πονηρίαν ταύτην ἀσυνθετῆσαι ἐν τῷ θεῷ ἡμῶν καθίσαι γυναῖκας ἀλλοτρίας
28 I od sinova Jojade sina Elijasiva poglavara sveštenièkoga jedan bješe zet Sanavalatu Oronjaninu, kojega otjerah od sebe.
καὶ ἀπὸ υἱῶν Ιωαδα τοῦ Ελισουβ τοῦ ἱερέως τοῦ μεγάλου νυμφίου τοῦ Σαναβαλλατ τοῦ Ωρωνίτου καὶ ἐξέβρασα αὐτὸν ἀπ’ ἐμοῦ
29 Pomeni ih, Bože moj, što oskvrniše sveštenstvo i zavjet sveštenièki i Levitski.
μνήσθητι αὐτοῖς ὁ θεός ἐπὶ ἀγχιστείᾳ τῆς ἱερατείας καὶ διαθήκης τῆς ἱερατείας καὶ τοὺς Λευίτας
30 I tako ih oèistih od svijeh tuðinaca, i opet postavih redove sveštenièke i Levitske, svakoga na posao njegov,
καὶ ἐκαθάρισα αὐτοὺς ἀπὸ πάσης ἀλλοτριώσεως καὶ ἔστησα ἐφημερίας τοῖς ἱερεῦσιν καὶ τοῖς Λευίταις ἀνὴρ ὡς τὸ ἔργον αὐτοῦ
31 I da se donose drva za žrtve na rokove, i prvine. Pomeni me, Bože moj, na dobro.
καὶ τὸ δῶρον τῶν ξυλοφόρων ἐν καιροῖς ἀπὸ χρόνων καὶ ἐν τοῖς βακχουρίοις μνήσθητί μου ὁ θεὸς ἡμῶν εἰς ἀγαθωσύνην

< Nehemija 13 >