< Luki 5 >

1 Jedanput pak kad narod naleže k njemu da slušaju rijeè Božiju on stajaše kod jezera Genisaretskoga,
Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ τοῦ ἀκούειν τὸν λόγον τοῦ Θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ,
2 I vidje dvije laðe gdje stoje u kraju, a ribari bijahu izišli iz njih i ispirahu mreže:
καὶ εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ᾽ αὐτῶν ἀπέπλυναν τὰ δίκτυα.
3 I uljeze u jednu od laði koja bješe Simonova, i zamoli ga da malo odmakne od kraja; i sjedavši uèaše narod iz laðe.
ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους.
4 A kad presta govoriti, reèe Simonu: hajde na dubinu, i bacite mreže svoje te lovite.
ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν.
5 I odgovarajuæi Simon reèe mu: uèitelju! svu noæ smo se trudili, i ništa ne uhvatismo: ali po tvojoj rijeèi baciæu mrežu.
καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ· ἐπιστάτα, δι᾽ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον.
6 I uèinivši to uhvatiše veliko mnoštvo riba, i mreže im se prodriješe.
καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν.
7 I namagoše na društvo koje bješe na drugoj laði da doðu da im pomognu; i doðoše, i napuniše obje laðe tako da se gotovo potope.
καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά.
8 A kad vidje Simon Petar, pripade ka koljenima Isusovijem govoreæi: iziði od mene, Gospode! ja sam èovjek griješan.
ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν Ἰησοῦ λέγων· ἔξελθε ἀπ᾽ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε·
9 Jer bijaše ušao strah u njega i u sve koji bijahu s njim od mnoštva riba koje uhvatiše;
θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον,
10 A tako i u Jakova i Jovana, sinove Zevedejeve, koji bijahu drugovi Simonovi. I reèe Isus Simonu: ne boj se; otsele æeš ljude loviti.
ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς· μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν.
11 I izvukavši obje laðe na zemlju ostaviše sve, i otidoše za njim.
καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ.
12 I kad bješe Isus u jednom gradu, i gle, èovjek sav u gubi: i vidjevši Isusa pade nièice moleæi mu se i govoreæi: Gospode! ako hoæeš možeš me oèistiti.
Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας· καὶ ἰδὼν τὸν Ἰησοῦν, πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.
13 I pruživši ruku dohvati ga se, i reèe: hoæu, oèisti se. I odmah guba spade s njega.
καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ εἰπών· θέλω, καθαρίσθητι. καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ᾽ αὐτοῦ.
14 I on mu zapovjedi da nikom ne kazuje: nego idi i pokaži se svešteniku, i prinesi dar za oèišæenje svoje, kako je zapovjedio Mojsije za svjedoèanstvo njima.
καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν, ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξε Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.
15 Ali se glas o njemu još veæma razlažaše, i mnoštvo naroda stjecaše se da ga slušaju i da ih iscjeljuje od njihovijeh bolesti.
διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ, καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ θεραπεύεσθαι ὑπ᾽ αὐτοῦ ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν·
16 A on odlažaše u pustinju i moljaše se Bogu.
αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος.
17 I jedan dan uèaše on, i ondje sjeðahu fariseji i zakonici koji bijahu došli iz sviju sela Galilejskijeh i Judejskijeh i iz Jerusalima; i sila Gospodnja iscjeljivaše ih.
Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἦν διδάσκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἱερουσαλήμ· καὶ δύναμις Κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτούς.
18 I gle, ljudi donesoše na odru èovjeka koji bješe uzet, i tražahu da ga unesu i metnu preda nj;
καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι ἐνώπιον αὐτοῦ.
19 I ne našavši kuda æe ga unijeti od naroda, popeše se na kuæu i kroz krov spustiše ga s odrom na srijedu pred Isusa.
καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον, ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ.
20 I vidjevši vjeru njihovu reèe mu: èovjeèe! opraštaju ti se grijesi tvoji.
καὶ ἰδὼν τὴν πίστιν αὐτῶν εἶπεν αὐτῷ· ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.
21 I poèeše pomišljati književnici i fariseji govoreæi: ko je ovaj što huli na Boga? Ko može opraštati grijehe osim jednoga Boga?
καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες· τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ μόνος ὁ Θεός;
22 A kad razumje Isus pomisli njihove, odgovarajuæi reèe im: šta mislite u srcima svojijem?
ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπε πρὸς αὐτούς· τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
23 Šta je lakše reæi: opraštaju ti se grijesi tvoji? ili reæi: ustani i hodi?
τί ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει;
24 Nego da znate da vlast ima sin èovjeèij na zemlji opraštati grijehe, reèe uzetome: ) tebi govorim: ustani i uzmi odar svoj i idi kuæi svojoj.
ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας — εἶπε τῷ παραλελυμένῳ· σοὶ λέγω, ἔγειρε καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου.
25 I odmah ustade pred njima, i uze na èemu ležaše, i otide kuæi svojoj hvaleæi Boga.
καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ᾽ ὃ κατέκειτο ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν Θεόν.
26 I svi se upropastiše, i hvaljahu Boga, i napunivši se straha govorahu: èuda se nagledasmo danas!
καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τὸν Θεόν, καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι εἴδομεν παράδοξα σήμερον.
27 I potom iziðe, i vidje carinika po imenu Levija gdje sjedi na carini, i reèe mu: hajde za mnom.
Καὶ μετὰ ταῦτα ἐξῆλθε καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευΐν, καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ· ἀκολούθει μοι.
28 I ostavivši sve, ustade i poðe za njim.
καὶ καταλιπὼν ἅπαντα ἀναστὰς ἠκολούθησεν αὐτῷ.
29 I zgotovi mu Levije kod kuæe svoje veliku èast; i bješe mnogo carinika i drugijeh koji sjeðahu s njim za trpezom.
καὶ ἐποίησε δοχὴν μεγάλην Λευῒς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ ἦν ὄχλος τελωνῶν πολὺς καὶ ἄλλων οἳ ἦσαν μετ᾽ αὐτῶν κατακείμενοι.
30 I vikahu na njega književnici i fariseji govoreæi uèenicima njegovijem: zašto s carinicima i grješnicima jedete i pijete?
καὶ ἐγόγγυζον οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες· διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε;
31 I odgovarajuæi Isus reèe im: ne trebaju zdravi ljekara nego bolesni.
καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτούς· οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες·
32 Ja nijesam došao da dozovem pravednike nego grješnike na pokajanje.
οὐκ ἐλήλυθα καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
33 A oni mu rekoše: zašto uèenici Jovanovi poste èesto i mole se Bogu, tako i farisejski; a tvoji jedu i piju?
Οἱ δὲ εἶπον πρὸς αὐτόν· διατί οἱ μαθηταὶ Ἰωάννου νηστεύουσι πυκνὰ καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων, οἱ δὲ σοὶ ἐσθίουσι καὶ πίνουσιν;
34 A on im reèe: možete li svatove natjerati da poste dok je ženik s njima?
ὁ δὲ εἶπε πρὸς αὐτούς· μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστι, ποιῆσαι νηστεύειν;
35 Nego æe doæi dani kad æe se oteti od njih ženik, i onda æe postiti u one dane.
ἐλεύσονται δὲ ἡμέραι, καὶ ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.
36 Kaza im pak i prièu: niko ne meæe zakrpe od nove haljine na staru haljinu, inaèe æe i novu razdrijeti, i staroj ne lièi što je od novoga.
ἔλεγε δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι οὐδεὶς ἐπίβλημα ἱματίου καινοῦ ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε, καὶ τὸ καινὸν σχίσει καὶ τῷ παλαιῷ οὐ συμφωνεῖ τὸ ἐπίβλημα τὸ ἀπὸ τοῦ καινοῦ.
37 I niko ne ljeva vina novoga u mjehove stare; inaèe prodre novo vino mjehove i ono se prolije, i mjehovi propadnu;
καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήξει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται·
38 Nego vino novo u mjehove nove treba ljevati, i oboje æe se saèuvati.
ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον, καὶ ἀμφότεροι συντηροῦνται.
39 I niko pivši staro neæe odmah novoga; jer veli: staro je bolje.
καὶ οὐδεὶς πιὼν παλαιὸν εὐθέως θέλει νέον· λέγει γάρ· ὁ παλαιὸς χρηστότερός ἐστιν.

< Luki 5 >