< Luki 22 >

1 Približavaše se pak praznik prijesnijeh hljebova koji se zove pasha.
Ἤγγιζε δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη πάσχα.
2 I gledahu glavari sveštenièki i književnici kako bi ga ubili; ali se bojahu naroda.
καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν· ἐφοβοῦντο γὰρ τὸν λαόν.
3 A sotona uðe u Judu, koji se zvaše Iskariot, i koji bješe jedan od dvanaestorice.
Εἰσῆλθε δὲ ὁ σατανᾶς εἰς Ἰούδαν τὸν ἐπικαλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα,
4 I otišavši govori s glavarima sveštenièkijem i sa starješinama kako æe im ga izdati.
καὶ ἀπελθὼν συνελάλησε τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι καὶ στρατηγοῖς τὸ πῶς αὐτὸν παραδῷ αὐτοῖς.
5 I oni se obradovaše, i ugovoriše da mu dadu novce.
καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ ἀργύρια δοῦναι·
6 I on se obreèe, i tražaše zgodna vremena da im ga preda tajno od naroda.
καὶ ἐξωμολόγησε, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν αὐτοῖς ἄτερ ὄχλου.
7 A doðe dan prijesnijeh hljebova u koji trebaše klati pashu;
Ἦλθε δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ἐν ᾗ ἔδει θύεσθαι τὸ πάσχα,
8 I posla Petra i Jovana rekavši: idite ugotovite nam pashu da jedemo.
καὶ ἀπέστειλε Πέτρον καὶ Ἰωάννην εἰπών· πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν.
9 A oni mu rekoše: gdje hoæeš da ugotovimo?
οἱ δὲ εἶπον αὐτῷ· ποῦ θέλεις ἑτοιμάσωμεν;
10 A on im reèe: eto kad uðete u grad, srešæe vas èovjek koji nosi vodu u krèagu; idite za njim u kuæu u koju on uðe,
ὁ δὲ εἶπεν αὐτοῖς· ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν οὗ εἰσπορεύεται,
11 I kažite domaæinu: uèitelj veli: gdje je gostionica gdje æu jesti pashu s uèenicima svojijem?
καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· λέγει σοι ὁ διδάσκαλος, ποῦ ἐστι τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;
12 I on æe vam pokazati veliku sobu prostrtu; ondje ugotovite.
κἀκεῖνος ὑμῖν δείξει ἀνώγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε.
13 A oni otidoše i naðoše kao što im kaza; i ugotoviše pashu.
ἀπελθόντες δὲ εὗρον καθὼς εἴρηκεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
14 I kad doðe èas, sjede za trpezu, i dvanaest apostola s njim.
Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσε, καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ.
15 I reèe im: vrlo sam željeo da ovu pashu jedem s vama prije nego postradam;
καὶ εἶπε πρὸς αὐτούς· ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ᾽ ὑμῶν πρὸ τοῦ με παθεῖν·
16 Jer vam kažem da je otsele neæu jesti dok se ne svrši u carstvu Božijemu.
λέγω γὰρ ὑμῖν ὅτι οὐκέτι οὐ μὴ φάγω ἐξ αὐτοῦ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.
17 I uzevši èašu dade hvalu, i reèe: uzmite je i razdijelite meðu sobom;
καὶ δεξάμενος [τὸ] ποτήριον εὐχαριστήσας εἶπε· λάβετε τοῦτο καὶ διαμερίσατε ἑαυτοῖς·
18 Jer vam kažem da neæu piti od roda vinogradskoga dok ne doðe carstvo Božije.
λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως ὅτου ἡ βασιλεία τοῦ Θεοῦ ἔλθῃ.
19 I uzevši hljeb dade hvalu, i prelomivši ga dade im govoreæi: ovo je tijelo moje koje se daje za vas; ovo èinite za moj spomen.
καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς λέγων· τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.
20 A tako i èašu po veèeri, govoreæi: ova je èaša novi zavjet mojom krvi koja se za vas proljeva.
ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι λέγων· τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον.
21 Ali evo ruka izdajnika mojega sa mnom je na trpezi.
πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ᾽ ἐμοῦ ἐπὶ τῆς τραπέζης.
22 I sin èovjeèij dakle ide kao što je ureðeno; ali teško èovjeku onome koji ga izdaje!
καὶ ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου πορεύεται κατὰ τὸ ὡρισμένον· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ παραδίδοται.
23 I oni staše tražiti meðu sobom koji bi dakle od njih bio koji æe to uèiniti.
καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.
24 A posta i prepiranje meðu njima koji bi se držao meðu njima da je najveæi.
Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων.
25 A on im reèe: carevi narodni vladaju narodom, a koji njim upravljaju, zovu se dobrotvori.
ὁ δὲ εἶπεν αὐτοῖς· οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται·
26 Ali vi nemojte tako; nego koji je najveæi meðu vama neka bude kao najmanji, i koji je starješina neka bude kao sluga.
ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλ᾽ ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν.
27 Jer koji je veæi, koji sjedi za trpezom ili koji služi? Nije li onaj koji sjedi za trpezom? A ja sam meðu vama kao sluga.
τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν.
28 A vi ste oni koji ste se održali sa mnom u mojijem napastima.
ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ᾽ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου·
29 I ja ostavljam vama carstvo kao što je otac moj meni ostavio:
κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν,
30 Da jedete i pijete za trpezom mojom u carstvu mojemu, i da sjedite na prijestolima i sudite nad dvanaest koljena Izrailjevijeh.
ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου, καὶ καθίσεσθε ἐπὶ θρόνων κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
31 Reèe pak Gospod: Simone! Simone! evo vas ište sotona da bi vas èinio kao pšenicu.
Εἶπε δὲ ὁ Κύριος· Σίμων Σίμων, ἰδοὺ ὁ σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον·
32 A ja se molih za tebe da tvoja vjera ne prestane; i ti kadgod obrativši se utvrdi braæu svoju.
ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου.
33 A on mu reèe: Gospode! s tobom gotov sam i u tamnicu i na smrt iæi.
ὁ δὲ εἶπεν αὐτῷ· Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι.
34 A on reèe: kažem ti, Petre! danas neæe zapjevati pijetao dok se triput ne odreèeš da me poznaješ.
ὁ δὲ εἶπε· λέγω σοι, Πέτρε, οὐ φωνήσει σήμερον ἀλέκτωρ πρὶν ἢ τρὶς ἀπαρνήσῃ μὴ εἰδέναι με.
35 I reèe im: kad vas poslah bez kese i bez torbe i bez obuæe, eda vam što nedostade? A oni rekoše: ništa.
Καὶ εἶπεν αὐτοῖς· ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήθητε; οἱ δὲ εἶπον· οὐθενός.
36 A on im reèe: ali sad koji ima kesu neka je uzme, tako i torbu; a koji nema neka proda haljinu svoju i kupi nož.
εἶπεν οὖν αὐτοῖς· ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων πωλήσει τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγοράσει μάχαιραν.
37 Jer vam kažem da još i ovo treba na meni da se izvrši što stoji u pismu: i meðu zloèince metnuše ga. Jer što je pisano za mene, svršuje se.
λέγω γὰρ ὑμῖν ὅτι ἔτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τὸ καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ τὰ περὶ ἐμοῦ τέλος ἔχει.
38 A oni rekoše: Gospode! evo ovdje dva noža. A on im reèe: dosta je.
οἱ δὲ εἶπον· Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς· ἱκανόν ἐστι.
39 I izišavši otide po obièaju na goru Maslinsku; a za njim otidoše uèenici njegovi.
Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ.
40 A kad doðe na mjesto reèe im: molite se Bogu da ne padnete u napast.
γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς· προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν.
41 I sam otstupi od njih kako se može kamenom dobaciti, i kleknuvši na koljena moljaše se Bogu
καὶ αὐτὸς ἀπεσπάσθη ἀπ᾽ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο
42 Govoreæi: oèe! kad bi htio da proneseš ovu èašu mimo mene! ali ne moja volja nego tvoja da bude.
λέγων· πάτερ, εἰ βούλει παρενεγκεῖν τοῦτο τὸ ποτήριον ἀπ᾽ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν γινέσθω.
43 A anðeo mu se javi s neba, i krijepi ga.
ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ᾽ οὐρανοῦ ἐνισχύων αὐτόν.
44 I buduæi u borenju, moljaše se bolje; znoj pak njegov bijaše kao kaplje krvi koje kapahu na zemlju.
καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο. ἐγένετο δὲ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν.
45 I ustavši od molitve doðe k uèenicima svojijem, i naðe ih a oni spavaju od žalosti,
καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς, ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν αὐτοὺς κοιμωμένους ἀπὸ τῆς λύπης,
46 I reèe im: što spavate? ustanite, molite se Bogu da ne padnete u napast.
καὶ εἶπεν αὐτοῖς· τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.
47 Dok on pak još govoraše, gle, narod i jedan od dvanaestorice, koji se zvaše Juda, iðaše pred njima, i pristupi k Isusu da ga cjeliva. Jer im ovo bijaše dao znak: koga cjelivam onaj je.
Ἔτι δὲ αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας, εἷς τῶν δώδεκα, προῆγεν αὐτούς, καὶ ἤγγισε τῷ Ἰησοῦ φιλῆσαι αὐτόν· τοῦτο γὰρ σημεῖον δεδώκει αὐτοῖς· ὃν ἂν φιλήσω, αὐτός ἐστιν.
48 A Isus mu reèe: Juda! zar cjelivom izdaješ sina èovjeèijega?
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως;
49 A kad oni što bijahu s njim vidješe šta æe biti, rekoše mu: Gospode! da bijemo nožem?
ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπον αὐτῷ· Κύριε, εἰ πατάξομεν ἐν μαχαίρᾳ;
50 I udari jedan od njih slugu poglavara sveštenièkoga, i otsijeèe mu desno uho.
καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ οὖς τὸ δεξιόν.
51 A Isus odgovarajuæi reèe: ostavite to. I dohvativši se do uha njegova iscijeli ga.
ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ ὠτίου αὐτοῦ ἰάσατο αὐτόν.
52 A glavarima sveštenièkijem i vojvodama crkvenijem i starješinama koji bijahu došli na nj reèe Isus: zar kao na hajduka iziðoste s noževima i koljem da me uhvatite?
εἶπε δὲ ὁ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ᾽ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· ὡς ἐπὶ λῃστὴν ἐξεληλύθατε μετὰ μαχαιρῶν καὶ ξύλων;
53 Svaki dan bio sam s vama u crkvi i ne digoste ruku na mene; ali je sad vaš èas i oblast tame.
καθ᾽ ἡμέραν ὄντος μου μεθ᾽ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ᾽ ἐμέ. ἀλλ᾽ αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους.
54 A kad ga uhvatiše, odvedoše ga i uvedoše u dvor poglavara sveštenièkoga. A Petar iðaše za njim izdaleka.
Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον αὐτὸν εἰς τὸν οἶκον τοῦ ἀρχιερέως. ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν.
55 A kad oni naložiše oganj nasred dvora i sjeðahu zajedno, i Petar sjeðaše meðu njima.
ἁψάντων δὲ πυρὰν ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων αὐτῶν ἐκάθητο ὁ Πέτρος ἐν μέσῳ αὐτῶν.
56 Vidjevši ga pak jedna sluškinja gdje sjedi kod ognja, i pogledavši na nj reèe: i ovaj bješe s njim.
ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπε· καὶ οὗτος σὺν αὐτῷ ἦν.
57 A on ga se odreèe govoreæi: ženo! ne poznajem ga.
ὁ δὲ ἠρνήσατο λέγων· γύναι, οὐκ οἶδα αὐτόν.
58 I malo zatijem vidje ga drugi i reèe: i ti si od njih. A Petar reèe: èovjeèe! nijesam.
καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη· καὶ σὺ ἐξ αὐτῶν εἶ. ὁ δὲ Πέτρος εἶπεν· ἄνθρωπε, οὐκ εἰμί.
59 I pošto proðe oko jednoga sahata drugi neko potvrðivaše govoreæi: zaista i ovaj bješe s njim; jer je Galilejac.
καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διισχυρίζετο λέγων· ἐπ᾽ ἀληθείας καὶ οὗτος μετ᾽ αὐτοῦ ἦν· καὶ γὰρ Γαλιλαῖός ἐστιν.
60 A Petar reèe: èovjeèe! ne znam šta govoriš. I odmah dok on još govoraše zapjeva pijetao.
εἶπε δὲ ὁ Πέτρος· ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα, ἔτι λαλοῦντος αὐτοῦ, ἐφώνησεν ἀλέκτωρ.
61 I obazrevši se Gospod pogleda na Petra, i Petar se opomenu rijeèi Gospodnje kako mu reèe: prije nego pijetao zapjeva odreæi æeš me se triput.
καὶ στραφεὶς ὁ Κύριος ἐνέβλεψε τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ λόγου τοῦ Κυρίου, ὡς εἶπεν αὐτῷ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι ἀπαρνήσῃ με τρίς·
62 I izišavši napolje plaka gorko.
καὶ ἐξελθὼν ἔξω ὁ Πέτρος ἔκλαυσε πικρῶς.
63 A ljudi koji držahu Isusa rugahu mu se, i bijahu ga.
Καὶ οἱ ἄνδρες οἱ συνέχοντες τὸν Ἰησοῦν ἐνέπαιζον αὐτῷ δέροντες,
64 I pokrivši ga bijahu ga po obrazu i pitahu ga govoreæi: proreci ko te udari?
καὶ περικαλύψαντες αὐτὸν ἔτυπτον αὐτοῦ τὸ πρόσωπον καὶ ἐπηρώτων αὐτὸν λέγοντες· προφήτευσον τίς ἐστιν ὁ παίσας σε;
65 I druge mnoge hule govorahu na nj.
καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν.
66 I kad svanu, sabraše se starješine narodne i glavari sveštenièki i književnici, i odvedoše ga u svoj sud
Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς καὶ γραμματεῖς, καὶ ἀνήγαγον αὐτὸν εἰς τὸ συνέδριον ἑαυτῶν λέγοντες·
67 Govoreæi: jesi li ti Hristos? kaži nam. A on im reèe: ako vam i kažem, neæete vjerovati.
εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν. εἶπε δὲ αὐτοῖς· ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε,
68 A ako vas i zapitam, neæete mi odgovoriti, niti æete me pustiti.
ἐὰν δὲ καὶ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτέ μοι ἢ ἀπολύσητε·
69 Otsele æe sin èovjeèij sjediti s desne strane sile Božije.
ἀπὸ τοῦ νῦν ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ.
70 Svi pak rekoše: ti li si dakle sin Božij? A on im reèe: vi kažete da sam ja.
εἶπον δὲ πάντες· σὺ οὖν εἶ ὁ υἱὸς τοῦ Θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη· ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι.
71 A oni rekoše: šta nam trebaju više svjedoèanstva? jer sami èusmo iz usta njegovijeh.
οἱ δὲ εἶπον· τί ἔτι χρείαν ἔχομεν μαρτυρίας; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.

< Luki 22 >