< Jovanu 7 >

1 I potom hoðaše Isus po Galileji; jer po Judeji ne šæadijaše da hodi, jer gledahu Jevreji da ga ubiju.
Καὶ περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι.
2 Bijaše pak blizu praznik Jevrejski graðenje sjenica.
ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία.
3 Tada mu rekoše braæa njegova: iziði odavde i idi u Judeju, da i uèenici tvoji vide djela tvoja koja èiniš;
εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσι τὰ ἔργα σου ἃ ποιεῖς·
4 Jer niko ne èini što tajno a sam traži da je poznat. Ako to èiniš javi sebe svijetu.
οὐδεὶς γὰρ ἐν κρυπτῷ τι ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ.
5 Jer ni braæa njegova ne vjerovahu ga.
οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν.
6 Tada im reèe Isus: vrijeme moje još nije došlo, a vrijeme je vaše svagda gotovo.
λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος.
7 Ne može svijet mrziti na vas: a na mene mrzi, jer ja svjedoèim za nj da su djela njegova zla.
οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν.
8 Vi iziðite na praznik ovaj: ja još neæu iziæi na praznik ovaj, jer se moje vrijeme još nije navršilo.
ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτὴν ταύτην· ἐγὼ οὔπω ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ καιρὸς ὁ ἐμὸς οὔπω πεπλήρωται.
9 Rekavši im ovo osta u Galileji.
ταῦτα δὲ εἰπὼν αὐτοῖς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.
10 A kad iziðoše braæa njegova na praznik, tada i sam iziðe, ne javno nego kao tajno.
Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν, οὐ φανερῶς, ἀλλ᾽ ὡς ἐν κρυπτῷ.
11 A Jevreji ga tražahu na praznik i govorahu: gdje je on?
οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον· ποῦ ἐστιν ἐκεῖνος;
12 I bijahu za nj mnoge raspre u narodu: jedni govorahu da je dobar, a drugi: nije, nego vara narod.
καὶ γογγυσμὸς πολὺς περὶ αὐτοῦ ἦν ἐν τοῖς ὄχλοις. οἱ μὲν ἔλεγον ὅτι ἀγαθός ἐστιν· ἄλλοι ἔλεγον, οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.
13 Ali niko ne govoraše javno za nj od straha Jevrejskoga.
οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.
14 Ali odmah u polovini praznika iziðe Isus u crkvu i uèaše.
Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκε.
15 I divljahu se Jevreji govoreæi: kako ovaj zna knjige a nije se uèio?
καὶ ἐθαύμαζον οἱ Ἰουδαῖοι λέγοντες· πῶς οὗτος γράμματα οἶδε μὴ μεμαθηκώς;
16 Tada im odgovori Isus i reèe: moja nauka nije moja, nego onoga koji me je poslao.
ἀπεκρίθη οὖν αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με·
17 Ko hoæe njegovu volju tvoriti, razumjeæe je li ova nauka od Boga ili ja sam od sebe govorim.
ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ᾽ ἐμαυτοῦ λαλῶ.
18 Koji govori sam od sebe, slavu svoju traži; a ko traži slavu onoga koji ga je poslao, on je istinit i nema u njemu nepravde.
ὁ ἀφ᾽ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ, ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστι, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν.
19 Ne dade li Mojsije vama zakon i niko od vas ne živi po zakonu? Zašto tražite da me ubijete?
οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. τί με ζητεῖτε ἀποκτεῖναι;
20 Odgovori narod i reèe: je li ðavo u tebi? ko traži da te ubije?
ἀπεκρίθη ὁ ὄχλος καὶ εἶπε· δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι;
21 Odgovori Isus i reèe im: jedno djelo uèinih i svi se divite tome.
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε διὰ τοῦτο.
22 Mojsije vam dade da se obrezujete ne kao da je od Mojsija nego od otaca i u subotu obrezujete èovjeka.
Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν, οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστίν, ἀλλ᾽ ἐκ τῶν πατέρων, καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον.
23 Ako se èovjek u subotu obrezuje da se ne pokvari zakon Mojsijev, srdite li se na mene što svega èovjeka iscijelih u subotu?
εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ!
24 Ne gledajte ko je ko kad sudite, nego pravedan sud sudite.
μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε.
25 Tada govorahu neki od Jerusalimljana: nije li to onaj kojega traže da ubiju?
Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν· οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι;
26 I gle, kako govori slobodno i ništa mu ne vele: da ne doznaše naši knezovi da je on zaista Hristos?
καὶ ἴδε παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Χριστός;
27 Ali ovoga znamo otkuda je; a Hristos kad doðe, niko neæe znati otkuda je.
ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν.
28 Tada Isus povika u crkvi uèeæi i reèe: i mene poznajete i znate otkuda sam; i sam od sebe ne doðoh, nego ima istiniti koji me posla, kojega vi ne znate.
ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων· κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾽ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾽ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε·
29 Ja ga znam, jer sam od njega i on me posla.
ἐγὼ οἶδα αὐτόν, ὅτι παρ᾽ αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν.
30 Tada gledahu da ga uhvate; i niko ne metnu na nj ruke, jer još ne bješe došao èas njegov.
Ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.
31 A od naroda mnogi ga vjerovaše, i govorahu: kad doðe Hristos eda li æe više èudesa èiniti nego ovaj što èini?
πολλοὶ δὲ ἐκ τοῦ ὄχλου ἐπίστευσαν εἰς αὐτὸν καὶ ἔλεγον ὅτι ὁ Χριστὸς ὅταν ἔλθῃ, μήτι πλείονα σημεῖα τούτων ποιήσει ὧν οὗτος ἐποίησεν;
32 Èuše fariseji od naroda takovi govor za njega, i poslaše fariseji i glavari sveštenièki sluge da ga uhvate.
ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ἵνα πιάσωσιν αὐτόν.
33 Tada reèe Isus: još sam malo vremena s vama, pa idem k onome koji me posla.
εἶπεν οὖν ὁ Ἰησοῦς· ἔτι μικρὸν χρόνον μεθ᾽ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με.
34 Tražiæete me i neæete me naæi; i gdje sam ja vi ne možete doæi.
ζητήσετέ με καὶ οὐχ εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.
35 A Jevreji rekoše meðu sobom: kuda æe ovaj iæi da ga mi ne naðemo? Neæe li iæi meðu rastrkane Grke, i Grke uèiti?
εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς· ποῦ οὗτος μέλλει πορεύεσθαι, ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας;
36 Šta znaèi ova rijeè što reèe: tražiæete me i neæete me naæi; i gdje sam ja vi ne možete doæi?
τίς ἐστιν οὗτος ὁ λόγος ὃν εἶπε, ζητήσετέ με καὶ οὐχ εὑρήσετε, καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;
37 A u pošljednji veliki dan praznika stajaše Isus i vikaše govoreæi: ko je žedan neka doðe k meni i pije.
Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε λέγων· ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω.
38 Koji me vjeruje, kao što pismo reèe, iz njegova tijela poteæi æe rijeke žive vode.
ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.
39 A ovo reèe za Duha kojega poslije primiše oni koji vjeruju u ime njegovo: jer Duh sveti još ne bješe na njima, jer Isus još ne bješe proslavljen.
τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.
40 A mnogi od naroda èuvši ove rijeèi govorahu: ovo je zaista prorok.
πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον· οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης·
41 Drugi govorahu: ovo je Hristos. A jedni govorahu: zar æe Hristos iz Galileje doæi?
ἄλλοι ἔλεγον· οὗτός ἐστιν ὁ Χριστός· ἄλλοι ἔλεγον· μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται;
42 Ne kaza li pismo da æe Hristos doæi od sjemena Davidova, i iz sela Vitlejema odakle bješe David?
οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυῒδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν Δαυΐδ, ὁ Χριστὸς ἔρχεται;
43 Tako raspra postade u narodu njega radi.
σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι᾽ αὐτόν.
44 A neki od njih šæadijahu da ga uhvate; ali niko ne metnu ruku na nj.
τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾽ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὰς χεῖρας.
45 Doðoše pak sluge ka glavarima sveštenièkijem i farisejima; i oni im rekoše: zašto ga ne dovedoste?
Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· διατί οὐκ ἠγάγετε αὐτόν;
46 A sluge odgovoriše: nikad èovjek nije tako govorio kao ovaj èovjek.
ἀπεκρίθησαν οἱ ὑπηρέται· οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος.
47 Tada im odgovoriše fariseji: zar se i vi prevariste?
ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· μὴ καὶ ὑμεῖς πεπλάνησθε;
48 Vjerova li ga ko od knezova ili od fariseja?
μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων;
49 Nego narod ovaj, koji ne zna zakona, proklet je.
ἀλλ᾽ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσι!
50 Reèe im Nikodim što dolazi k njemu noæu, koji bješe jedan od njih:
λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτόν, εἷς ὢν ἐξ αὐτῶν·
51 Eda li zakon naš sudi èovjeku dokle ga najprije ne sasluša i dozna šta èini?
μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ᾽ αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ;
52 Odgovoriše mu i rekoše: nijesi li i ti iz Galileje? Razgledaj i viði da prorok iz Galileje ne dolazi.
ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται.
53 I otidoše svaki svojoj kuæi.
« Καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ.

< Jovanu 7 >