< Jeremija 3 >
1 Govore: ako ko pusti ženu svoju, i ona otišavši od njega uda se za drugoga, hoæe li se onaj vratiti k njoj? Ne bi li se sasvijem oskvrnila ona zemlja? A ti si se kurvala s mnogim milosnicima; ali opet vrati se k meni, veli Gospod.
ἐὰν ἐξαποστείλῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ καὶ ἀπέλθῃ ἀπ’ αὐτοῦ καὶ γένηται ἀνδρὶ ἑτέρῳ μὴ ἀνακάμπτουσα ἀνακάμψει πρὸς αὐτὸν ἔτι οὐ μιαινομένη μιανθήσεται ἡ γυνὴ ἐκείνη καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσιν πολλοῖς καὶ ἀνέκαμπτες πρός με λέγει κύριος
2 Podigni oèi svoje k visinama, i pogledaj gdje se nijesi kurvala; na putovima si sjedjela èekajuæi ih kao Arapin u pustinji, i oskvrnila si zemlju kurvarstvom svojim i zloæom svojom.
ἆρον εἰς εὐθεῖαν τοὺς ὀφθαλμούς σου καὶ ἰδέ ποῦ οὐχὶ ἐξεφύρθης ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας αὐτοῖς ὡσεὶ κορώνη ἐρημουμένη καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς πορνείαις σου καὶ ἐν ταῖς κακίαις σου
3 Zato se ustaviše daždi, i ne bi poznoga dažda; ali u tebe bješe èelo žene kurve, i ne htje se stidjeti.
καὶ ἔσχες ποιμένας πολλοὺς εἰς πρόσκομμα σεαυτῇ ὄψις πόρνης ἐγένετό σοι ἀπηναισχύντησας πρὸς πάντας
4 Hoæeš li otsele vikati k meni: oèe moj, ti si voð mladosti moje?
οὐχ ὡς οἶκόν με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου
5 Hoæe li se srditi jednako? hoæe li se gnjeviti dovijeka? Eto, govoriš, a èiniš zlo koliko god možeš.
μὴ διαμενεῖ εἰς τὸν αἰῶνα ἢ διαφυλαχθήσεται εἰς νεῖκος ἰδοὺ ἐλάλησας καὶ ἐποίησας τὰ πονηρὰ ταῦτα καὶ ἠδυνάσθης
6 Još mi reèe Gospod za vremena cara Josije: jesi li vidio što uèini odmetnica, Izrailj? kako odlazi na svako visoko brdo i pod svako zeleno drvo, i kurva se ondje.
καὶ εἶπεν κύριος πρός με ἐν ταῖς ἡμέραις Ιωσια τοῦ βασιλέως εἶδες ἃ ἐποίησέν μοι ἡ κατοικία τοῦ Ισραηλ ἐπορεύθησαν ἐπὶ πᾶν ὄρος ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους καὶ ἐπόρνευσαν ἐκεῖ
7 I pošto uèini sve to, rekoh: vrati se k meni; ali se ne vrati; i to vidje nevjernica, sestra njezina, Juda.
καὶ εἶπα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα πρός με ἀνάστρεψον καὶ οὐκ ἀνέστρεψεν καὶ εἶδεν τὴν ἀσυνθεσίαν αὐτῆς ἡ ἀσύνθετος Ιουδα
8 I svidje mi se za sve to što uèini preljubu odmetnica Izrailj da je pustim i dam joj knjigu raspusnu; ali se ne poboja nevjernica sestra joj Juda, nego otide, te se i ona prokurva.
καὶ εἶδον διότι περὶ πάντων ὧν κατελήμφθη ἐν οἷς ἐμοιχᾶτο ἡ κατοικία τοῦ Ισραηλ καὶ ἐξαπέστειλα αὐτὴν καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς καὶ οὐκ ἐφοβήθη ἡ ἀσύνθετος Ιουδα καὶ ἐπορεύθη καὶ ἐπόρνευσεν καὶ αὐτή
9 I sramotnijem kurvanjem svojim oskvrni zemlju, jer èinjaše preljubu s kamenom i s drvetom.
καὶ ἐγένετο εἰς οὐθὲν ἡ πορνεία αὐτῆς καὶ ἐμοίχευσεν τὸ ξύλον καὶ τὸν λίθον
10 I kod svega toga ne vrati se k meni nevjernica sestra joj Juda svijem srcem svojim, nego lažno, govori Gospod.
καὶ ἐν πᾶσιν τούτοις οὐκ ἐπεστράφη πρός με ἡ ἀσύνθετος Ιουδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς ἀλλ’ ἐπὶ ψεύδει
11 Zato mi reèe Gospod: odmetnica Izrailj opravda se više nego nevjernica Juda.
καὶ εἶπεν κύριος πρός με ἐδικαίωσεν τὴν ψυχὴν αὐτοῦ Ισραηλ ἀπὸ τῆς ἀσυνθέτου Ιουδα
12 Idi i vièi ove rijeèi k sjeveru, i reci: vrati se, odmetnice Izrailju, veli Gospod, i neæu pustiti da padne gnjev moj na vas, jer sam milostiv, veli Gospod, neæu se gnjeviti dovijeka.
πορεύου καὶ ἀνάγνωθι τοὺς λόγους τούτους πρὸς βορρᾶν καὶ ἐρεῖς ἐπιστράφητι πρός με ἡ κατοικία τοῦ Ισραηλ λέγει κύριος καὶ οὐ στηριῶ τὸ πρόσωπόν μου ἐφ’ ὑμᾶς ὅτι ἐλεήμων ἐγώ εἰμι λέγει κύριος καὶ οὐ μηνιῶ ὑμῖν εἰς τὸν αἰῶνα
13 Samo poznaj bezakonje svoje, da si se odmetnula Gospodu Bogu svojemu, ti si tumarala k tuðima pod svako drvo zeleno, i nijeste slušali glasa mojega, veli Gospod.
πλὴν γνῶθι τὴν ἀδικίαν σου ὅτι εἰς κύριον τὸν θεόν σου ἠσέβησας καὶ διέχεας τὰς ὁδούς σου εἰς ἀλλοτρίους ὑποκάτω παντὸς ξύλου ἀλσώδους τῆς δὲ φωνῆς μου οὐχ ὑπήκουσας λέγει κύριος
14 Obratite se, sinovi odmetnici, veli Gospod, jer sam ja muž vaš, i uzeæu vas, jednoga iz grada i dva iz porodice, i odvešæu vas u Sion.
ἐπιστράφητε υἱοὶ ἀφεστηκότες λέγει κύριος διότι ἐγὼ κατακυριεύσω ὑμῶν καὶ λήμψομαι ὑμᾶς ἕνα ἐκ πόλεως καὶ δύο ἐκ πατριᾶς καὶ εἰσάξω ὑμᾶς εἰς Σιων
15 I daæu vam pastire po srcu svojemu, koji æe vas pasti znanjem i razumom.
καὶ δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου καὶ ποιμανοῦσιν ὑμᾶς ποιμαίνοντες μετ’ ἐπιστήμης
16 I kad se umnožite i narodite u zemlji, onda se, veli Gospod, neæe više govoriti: kovèeg zavjeta Gospodnjega; niti æe im dolaziti na um niti æe ga pominjati, niti æe hoditi k njemu, niti æe ga više opravljati.
καὶ ἔσται ἐὰν πληθυνθῆτε καὶ αὐξηθῆτε ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις λέγει κύριος οὐκ ἐροῦσιν ἔτι κιβωτὸς διαθήκης ἁγίου Ισραηλ οὐκ ἀναβήσεται ἐπὶ καρδίαν οὐκ ὀνομασθήσεται οὐδὲ ἐπισκεφθήσεται καὶ οὐ ποιηθήσεται ἔτι
17 U to æe se vrijeme Jerusalim zvati prijesto Gospodnji, i svi æe se narodi sabrati u nj, k imenu Gospodnjemu u Jerusalimu, i neæe više iæi po misli srca svojega zloga.
ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ καλέσουσιν τὴν Ιερουσαλημ θρόνος κυρίου καὶ συναχθήσονται εἰς αὐτὴν πάντα τὰ ἔθνη καὶ οὐ πορεύσονται ἔτι ὀπίσω τῶν ἐνθυμημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς
18 U to æe vrijeme dom Judin iæi s domom Izrailjevijem, i doæi æe zajedno iz zemlje sjeverne u zemlju koju dadoh u našljedstvo ocima vašim.
ἐν ταῖς ἡμέραις ἐκείναις συνελεύσονται οἶκος Ιουδα ἐπὶ τὸν οἶκον τοῦ Ισραηλ καὶ ἥξουσιν ἐπὶ τὸ αὐτὸ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν ἐπὶ τὴν γῆν ἣν κατεκληρονόμησα τοὺς πατέρας αὐτῶν
19 Ali ja rekoh: kako bih te postavio meðu sinove i dao ti zemlju željenu, krasno našljedstvo mnoštva naroda? I rekoh: ti æeš me zvati: oèe moj; i neæeš se odvratiti od mene.
καὶ ἐγὼ εἶπα γένοιτο κύριε ὅτι τάξω σε εἰς τέκνα καὶ δώσω σοι γῆν ἐκλεκτὴν κληρονομίαν θεοῦ παντοκράτορος ἐθνῶν καὶ εἶπα πατέρα καλέσετέ με καὶ ἀπ’ ἐμοῦ οὐκ ἀποστραφήσεσθε
20 Doista kao što žena iznevjeri druga svojega, tako iznevjeriste mene, dome Izrailjev, veli Gospod.
πλὴν ὡς ἀθετεῖ γυνὴ εἰς τὸν συνόντα αὐτῇ οὕτως ἠθέτησεν εἰς ἐμὲ οἶκος Ισραηλ λέγει κύριος
21 Glas po visokim mjestima neka se èuje, plaè, molbe sinova Izrailjevijeh, jer prevratiše put svoj, zaboraviše Gospoda Boga svojega.
φωνὴ ἐκ χειλέων ἠκούσθη κλαυθμοῦ καὶ δεήσεως υἱῶν Ισραηλ ὅτι ἠδίκησαν ἐν ταῖς ὁδοῖς αὐτῶν ἐπελάθοντο θεοῦ ἁγίου αὐτῶν
22 Vratite se, sinovi odmetnici, i iscijeliæu odmete vaše. Evo, mi idemo k tebi, jer si ti Gospod Bog naš.
ἐπιστράφητε υἱοὶ ἐπιστρέφοντες καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν ἰδοὺ δοῦλοι ἡμεῖς ἐσόμεθά σοι ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν εἶ
23 Doista, zaludu su humovi, mnoštvo gora; doista, u Gospodu je Bogu našem spasenje Izrailjevo.
ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων πλὴν διὰ κυρίου θεοῦ ἡμῶν ἡ σωτηρία τοῦ Ισραηλ
24 Jer ta sramota proždrije trud otaca naših od djetinjstva našega, ovce njihove i goveda njihova, sinove njihove i kæeri njihove.
ἡ δὲ αἰσχύνη κατανάλωσεν τοὺς μόχθους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος ἡμῶν τὰ πρόβατα αὐτῶν καὶ τοὺς μόσχους αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν
25 Ležimo u sramoti svojoj, i pokriva nas rug naš; jer Gospodu Bogu svojemu griješismo mi i oci naši od djetinjstva svojega do danas, i ne slušasmo glasa Gospoda Boga svojega.
ἐκοιμήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν καὶ ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν διότι ἔναντι τοῦ θεοῦ ἡμῶν ἡμάρτομεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν ἀπὸ νεότητος ἡμῶν ἕως τῆς ἡμέρας ταύτης καὶ οὐχ ὑπηκούσαμεν τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν