< Jeremija 24 >

1 Pokaza mi Gospod, i gle, dvije kotarice smokava namještene pred crkvom Gospodnjom, pošto Navuhodonosor car Vavilonski zarobi Jehoniju sina Joakimova cara Judina, i knezove Judine, i drvodjelje i kovaèe iz Jerusalima i odvede ih u Vavilon.
ἔδειξέν μοι κύριος δύο καλάθους σύκων κειμένους κατὰ πρόσωπον ναοῦ κυρίου μετὰ τὸ ἀποικίσαι Ναβουχοδονοσορ βασιλέα Βαβυλῶνος τὸν Ιεχονιαν υἱὸν Ιωακιμ βασιλέα Ιουδα καὶ τοὺς ἄρχοντας καὶ τοὺς τεχνίτας καὶ τοὺς δεσμώτας καὶ τοὺς πλουσίους ἐξ Ιερουσαλημ καὶ ἤγαγεν αὐτοὺς εἰς Βαβυλῶνα
2 U jednoj kotarici bijahu smokve vrlo dobre, kake bijahu rane smokve, a u drugoj kotarici bijahu vrlo rðave smokve, koje se ne mogahu jesti, tako bijahu rðave.
ὁ κάλαθος ὁ εἷς σύκων χρηστῶν σφόδρα ὡς τὰ σῦκα τὰ πρόιμα καὶ ὁ κάλαθος ὁ ἕτερος σύκων πονηρῶν σφόδρα ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτῶν
3 I reèe mi Gospod: šta vidiš, Jeremija? A ja rekoh: smokve, jedne dobre smokve, vrlo dobre, a druge rðave, vrlo rðave, koje se ne mogu jesti, tako su rðave.
καὶ εἶπεν κύριος πρός με τί σὺ ὁρᾷς Ιερεμια καὶ εἶπα σῦκα τὰ χρηστὰ χρηστὰ λίαν καὶ τὰ πονηρὰ πονηρὰ λίαν ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτῶν
4 I doðe mi rijeè Gospodnja govoreæi:
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
5 Ovako veli Gospod Bog Izrailjev: kake su te smokve dobre, tako æe mi biti dobra radi roblje Judino, koje odaslah iz ovoga mjesta u zemlju Haldejsku.
τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ὡς τὰ σῦκα τὰ χρηστὰ ταῦτα οὕτως ἐπιγνώσομαι τοὺς ἀποικισθέντας Ιουδα οὓς ἐξαπέσταλκα ἐκ τοῦ τόπου τούτου εἰς γῆν Χαλδαίων εἰς ἀγαθά
6 I obratiæu oèi svoje na njih dobra radi, i dovešæu ih opet u ovu zemlju, i sazidaæu ih i neæu ih razoriti, i nasadiæu ih i neæu ih poèupati.
καὶ στηριῶ τοὺς ὀφθαλμούς μου ἐπ’ αὐτοὺς εἰς ἀγαθὰ καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τὴν γῆν ταύτην εἰς ἀγαθὰ καὶ ἀνοικοδομήσω αὐτοὺς καὶ οὐ μὴ καθελῶ καὶ καταφυτεύσω αὐτοὺς καὶ οὐ μὴ ἐκτίλω
7 Jer æu im dati srce da me poznadu da sam ja Gospod, i biæe mi narod i ja æu im biti Bog, jer æe se obratiti k meni svijem srcem svojim.
καὶ δώσω αὐτοῖς καρδίαν τοῦ εἰδέναι αὐτοὺς ἐμὲ ὅτι ἐγώ εἰμι κύριος καὶ ἔσονταί μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν ὅτι ἐπιστραφήσονται ἐπ’ ἐμὲ ἐξ ὅλης τῆς καρδίας αὐτῶν
8 A kake su te rðave smokve da se ne mogu jesti, kako su rðave, takim æu, veli Gospod, uèiniti Sedekiju cara Judina i knezove njegove i ostatak Jerusalimljana koji ostaše u ovoj zemlji i koji žive u zemlji Misirskoj.
καὶ ὡς τὰ σῦκα τὰ πονηρά ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτῶν τάδε λέγει κύριος οὕτως παραδώσω τὸν Σεδεκιαν βασιλέα Ιουδα καὶ τοὺς μεγιστᾶνας αὐτοῦ καὶ τὸ κατάλοιπον Ιερουσαλημ τοὺς ὑπολελειμμένους ἐν τῇ γῇ ταύτῃ καὶ τοὺς κατοικοῦντας ἐν Αἰγύπτῳ
9 Uèiniæu da se potucaju po svijem carstvima zemaljskim na zlo, da budu sramota i prièa i rug i uklin po svijem mjestima, kuda ih raždenem.
καὶ δώσω αὐτοὺς εἰς διασκορπισμὸν εἰς πάσας τὰς βασιλείας τῆς γῆς καὶ ἔσονται εἰς ὀνειδισμὸν καὶ εἰς παραβολὴν καὶ εἰς μῖσος καὶ εἰς κατάραν ἐν παντὶ τόπῳ οὗ ἐξῶσα αὐτοὺς ἐκεῖ
10 I poslaæu na njih maè, glad i pomor, dokle se ne istrijebe sa zemlje, koju sam dao njima i ocima njihovijem.
καὶ ἀποστελῶ εἰς αὐτοὺς τὸν λιμὸν καὶ τὸν θάνατον καὶ τὴν μάχαιραν ἕως ἂν ἐκλίπωσιν ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς

< Jeremija 24 >