< Jeremija 2 >

1 Opet mi doðe rijeè Gospodnja govoreæi:
2 Idi i vièi Jerusalimu da èuje i govori: ovako veli Gospod: opominjem te se po milosti u mladosti tvojoj i po ljubavi o vjeridbi tvojoj, kad iðaše za mnom po pustinji, i po zemlji gdje se ne sije.
καὶ εἶπεν τάδε λέγει κύριος ἐμνήσθην ἐλέους νεότητός σου καὶ ἀγάπης τελειώσεώς σου τοῦ ἐξακολουθῆσαί σε τῷ ἁγίῳ Ισραηλ λέγει κύριος
3 Izrailj bješe svetinja Gospodu i prvina od rodova njegovijeh; koji je jeðahu svi bijahu krivi, zlo dolažaše na njih, veli Gospod.
ἅγιος Ισραηλ τῷ κυρίῳ ἀρχὴ γενημάτων αὐτοῦ πάντες οἱ ἔσθοντες αὐτὸν πλημμελήσουσιν κακὰ ἥξει ἐπ’ αὐτούς φησὶν κύριος
4 Èujte rijeè Gospodnju, dome Jakovljev i sve porodice doma Izrailjeva.
ἀκούσατε λόγον κυρίου οἶκος Ιακωβ καὶ πᾶσα πατριὰ οἴκου Ισραηλ
5 Ovako veli Gospod: kaku nepravdu naðoše oci vaši u mene, te otstupiše od mene, i pristaše za ništavilom, i postaše ništavi?
τάδε λέγει κύριος τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα ὅτι ἀπέστησαν μακρὰν ἀπ’ ἐμοῦ καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων καὶ ἐματαιώθησαν
6 I ne rekoše: gdje je Gospod koji nas je izveo iz zemlje Misirske, koji nas je vodio po pustinji, po zemlji pustoj i punoj propasti, po zemlji suhoj i gdje je sjen smrtni, po zemlji preko koje niko nije hodio i u kojoj niko nije živio?
καὶ οὐκ εἶπαν ποῦ ἐστιν κύριος ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου ὁ καθοδηγήσας ἡμᾶς ἐν τῇ ἐρήμῳ ἐν γῇ ἀπείρῳ καὶ ἀβάτῳ ἐν γῇ ἀνύδρῳ καὶ ἀκάρπῳ ἐν γῇ ἐν ᾗ οὐ διώδευσεν ἐν αὐτῇ οὐθὲν καὶ οὐ κατῴκησεν ἐκεῖ υἱὸς ἀνθρώπου
7 I kad vas dovedoh u zemlju rodnu da jedete rod njezin i dobra njezina, došavši oskvrniste zemlju moju i od našljedstva mojega naèiniste gad.
καὶ εἰσήγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον τοῦ φαγεῖν ὑμᾶς τοὺς καρποὺς αὐτοῦ καὶ τὰ ἀγαθὰ αὐτοῦ καὶ εἰσήλθατε καὶ ἐμιάνατε τὴν γῆν μου καὶ τὴν κληρονομίαν μου ἔθεσθε εἰς βδέλυγμα
8 Sveštenici ne rekoše: gdje je Gospod? I koji se bave zakonom ne poznaše me, i pastiri odustaše me, i proroci prorokovaše Valom i idoše za stvarima zaludnijem.
οἱ ἱερεῖς οὐκ εἶπαν ποῦ ἐστιν κύριος καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ καὶ οἱ προφῆται ἐπροφήτευον τῇ Βααλ καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύθησαν
9 Zato æu se još preti s vama, veli Gospod, i sa sinovima sinova vaših preæu se.
διὰ τοῦτο ἔτι κριθήσομαι πρὸς ὑμᾶς λέγει κύριος καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν ὑμῶν κριθήσομαι
10 Jer proðite ostrva Kitimska i vidite, i pošljite u Kidar, i razgledajte dobro, i vidite je li bilo tako što:
διότι διέλθετε εἰς νήσους Χεττιιμ καὶ ἴδετε καὶ εἰς Κηδαρ ἀποστείλατε καὶ νοήσατε σφόδρα καὶ ἴδετε εἰ γέγονεν τοιαῦτα
11 Je li koji narod promijenio bogove, ako i nijesu bogovi? a moj narod promijeni slavu svoju na stvar zaludnu.
εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν καὶ οὗτοι οὔκ εἰσιν θεοί ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτοῦ ἐξ ἧς οὐκ ὠφεληθήσονται
12 Èudite se tome, nebesa, i zgrozite se i upropastite se! veli Gospod.
ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα λέγει κύριος
13 Jer dva zla uèini moj narod: ostaviše mene, izvor žive vode, i iskopaše sebi studence, studence isprovaljivane, koji ne mogu da drže vode.
ὅτι δύο πονηρὰ ἐποίησεν ὁ λαός μου ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν
14 Je li Izrailj rob? je li rob u kuæi roðen? zašto posta grabež?
μὴ δοῦλός ἐστιν Ισραηλ ἢ οἰκογενής ἐστιν διὰ τί εἰς προνομὴν ἐγένετο
15 Rikaše na nj laviæi i dizaše glas svoj, i obratiše zemlju njegovu u pustoš; gradovi su mu popaljeni, te nema nikoga da živi u njima.
ἐπ’ αὐτὸν ὠρύοντο λέοντες καὶ ἔδωκαν τὴν φωνὴν αὐτῶν οἳ ἔταξαν τὴν γῆν αὐτοῦ εἰς ἔρημον καὶ αἱ πόλεις αὐτοῦ κατεσκάφησαν παρὰ τὸ μὴ κατοικεῖσθαι
16 I sinovi Nofski i Tafneski opasoše ti tjeme.
καὶ υἱοὶ Μέμφεως καὶ Ταφνας ἔγνωσάν σε καὶ κατέπαιζόν σου
17 Nijesi li to sam sebi uèinio ostaviv Gospoda Boga svojega kad te voðaše putem?
οὐχὶ ταῦτα ἐποίησέν σοι τὸ καταλιπεῖν σε ἐμέ λέγει κύριος ὁ θεός σου
18 A sada što æe ti put Misirski da piješ vode Siorske? što li æe ti put Asirski da piješ vode iz rijeke?
καὶ νῦν τί σοι καὶ τῇ ὁδῷ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γηων καὶ τί σοι καὶ τῇ ὁδῷ Ἀσσυρίων τοῦ πιεῖν ὕδωρ ποταμῶν
19 Tvoja æe te zloæa pokarati i tvoje æe te odmetanje prekoriti. Poznaj dakle i vidi da je zlo i gorko što si ostavio Gospoda Boga svojega i što nema straha mojega u tebi, veli Gospod Gospod nad vojskama.
παιδεύσει σε ἡ ἀποστασία σου καὶ ἡ κακία σου ἐλέγξει σε καὶ γνῶθι καὶ ἰδὲ ὅτι πικρόν σοι τὸ καταλιπεῖν σε ἐμέ λέγει κύριος ὁ θεός σου καὶ οὐκ εὐδόκησα ἐπὶ σοί λέγει κύριος ὁ θεός σου
20 Jer davno izlomih jaram tvoj i raskidoh sveze tvoje, i ti reèe: neæu biti sluga; a na svaki visoki hum i pod svako zeleno drvo ideš da se kurvaš.
ὅτι ἀπ’ αἰῶνος συνέτριψας τὸν ζυγόν σου διέσπασας τοὺς δεσμούς σου καὶ εἶπας οὐ δουλεύσω ἀλλὰ πορεύσομαι ἐπὶ πᾶν βουνὸν ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου κατασκίου ἐκεῖ διαχυθήσομαι ἐν τῇ πορνείᾳ μου
21 Ja te posadih lozu izabranu, sve sjeme istinito; pa kako mi se promijeni i izmetnu se odvoda od tuðe loze?
ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν πῶς ἐστράφης εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία
22 Da se izmiješ salitrom i uzmeš mnogo sapuna, opet æe se poznavati bezakonje tvoje preda mnom, veli Gospod Gospod.
ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ καὶ πληθύνῃς σεαυτῇ πόαν κεκηλίδωσαι ἐν ταῖς ἀδικίαις σου ἐναντίον ἐμοῦ λέγει κύριος
23 Kako možeš reæi: nijesam se oskvrnio, nijesam išao za Valima? Pogledaj put svoj po dolu; poznaj šta si uèinila, brza kamilo, koja ostavljaš znake na svojim putovima.
πῶς ἐρεῖς οὐκ ἐμιάνθην καὶ ὀπίσω τῆς Βααλ οὐκ ἐπορεύθην ἰδὲ τὰς ὁδούς σου ἐν τῷ πολυανδρίῳ καὶ γνῶθι τί ἐποίησας ὀψὲ φωνὴ αὐτῆς ὠλόλυξεν τὰς ὁδοὺς αὐτῆς
24 Kao divlja magarica, koja je navikla na pustinju i po želji duše svoje vuèe u se vjetar, kad navali, ko æe je vratiti? koji je traže neæe se umoriti, naæi æe je u mjesecu njezinu.
ἐπλάτυνεν ἐφ’ ὕδατα ἐρήμου ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς ἐπνευματοφορεῖτο παρεδόθη τίς ἐπιστρέψει αὐτήν πάντες οἱ ζητοῦντες αὐτὴν οὐ κοπιάσουσιν ἐν τῇ ταπεινώσει αὐτῆς εὑρήσουσιν αὐτήν
25 Èuvaj nogu svoju, da nije bosa, i grlo svoje, da ne žedni. Ali ti veliš: od toga nema ništa; ne, jer ljubim tuðe, i za njima æu iæi.
ἀπόστρεψον τὸν πόδα σου ἀπὸ ὁδοῦ τραχείας καὶ τὸν φάρυγγά σου ἀπὸ δίψους ἡ δὲ εἶπεν ἀνδριοῦμαι ὅτι ἠγαπήκει ἀλλοτρίους καὶ ὀπίσω αὐτῶν ἐπορεύετο
26 Kao što se lupež posrami kad se uhvati, tako æe se posramiti dom Izrailjev, oni, carevi njihovi, knezovi njihovi, i sveštenici njihovi i proroci njihovi,
ὡς αἰσχύνη κλέπτου ὅταν ἁλῷ οὕτως αἰσχυνθήσονται οἱ υἱοὶ Ισραηλ αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ προφῆται αὐτῶν
27 Koji govore drvetu: ti si otac moj; i kamenu: ti si me rodio; jer mi okrenuše leða a ne lice; a kad su u nevolji govore: ustani i izbavi nas.
τῷ ξύλῳ εἶπαν ὅτι πατήρ μου εἶ σύ καὶ τῷ λίθῳ σὺ ἐγέννησάς με καὶ ἔστρεψαν ἐπ’ ἐμὲ νῶτα καὶ οὐ πρόσωπα αὐτῶν καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν ἀνάστα καὶ σῶσον ἡμᾶς
28 A gdje su bogovi tvoji koje si naèinio sebi? neka ustanu, ako te mogu izbaviti kad si u nevolji, jer imaš, Juda, bogova koliko gradova.
καὶ ποῦ εἰσιν οἱ θεοί σου οὓς ἐποίησας σεαυτῷ εἰ ἀναστήσονται καὶ σώσουσίν σε ἐν καιρῷ τῆς κακώσεώς σου ὅτι κατ’ ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου Ιουδα καὶ κατ’ ἀριθμὸν διόδων τῆς Ιερουσαλημ ἔθυον τῇ Βααλ
29 Zašto hoæete da se pravdate sa mnom? vi ste se svi odmetnuli od mene, veli Gospod.
ἵνα τί λαλεῖτε πρός με πάντες ὑμεῖς ἠσεβήσατε καὶ πάντες ὑμεῖς ἠνομήσατε εἰς ἐμέ λέγει κύριος
30 Uzalud bih sinove vaše, ne primiše nauke; maè vaš proždrije proroke vaše kao lav koji davi.
μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν παιδείαν οὐκ ἐδέξασθε μάχαιρα κατέφαγεν τοὺς προφήτας ὑμῶν ὡς λέων ὀλεθρεύων καὶ οὐκ ἐφοβήθητε
31 O rode! vidite rijeè Gospodnju; bijah li pustinja Izrailju ili mraèna zemlja? zašto govori moj narod: gospodari smo, neæemo više doæi k tebi?
ἀκούσατε λόγον κυρίου τάδε λέγει κύριος μὴ ἔρημος ἐγενόμην τῷ Ισραηλ ἢ γῆ κεχερσωμένη διὰ τί εἶπεν ὁ λαός μου οὐ κυριευθησόμεθα καὶ οὐχ ἥξομεν πρὸς σὲ ἔτι
32 Zaboravlja li djevojka svoj nakit i nevjesta ures svoj? a narod moj zaboravi me toliko dana da im nema broja.
μὴ ἐπιλήσεται νύμφη τὸν κόσμον αὐτῆς καὶ παρθένος τὴν στηθοδεσμίδα αὐτῆς ὁ δὲ λαός μου ἐπελάθετό μου ἡμέρας ὧν οὐκ ἔστιν ἀριθμός
33 Zašto govoriš da je dobar tvoj put tražeæi što ljubiš? pa si i nevaljale žene nauèio svojim putovima.
τί ἔτι καλὸν ἐπιτηδεύσεις ἐν ταῖς ὁδοῖς σου τοῦ ζητῆσαι ἀγάπησιν οὐχ οὕτως ἀλλὰ καὶ σὺ ἐπονηρεύσω τοῦ μιᾶναι τὰς ὁδούς σου
34 I jošte na skutovima tvojim nalazi se krv siromaha pravijeh; ne nalazim kopajuæi, nego je na svjema njima.
καὶ ἐν ταῖς χερσίν σου εὑρέθησαν αἵματα ψυχῶν ἀθῴων οὐκ ἐν διορύγμασιν εὗρον αὐτούς ἀλλ’ ἐπὶ πάσῃ δρυί
35 A ti govoriš: nijesam kriv, gnjev se je njegov odvratio od mene. Evo ja æu se preti s tobom što govoriš: nijesam zgriješio.
καὶ εἶπας ἀθῷός εἰμι ἀλλὰ ἀποστραφήτω ὁ θυμὸς αὐτοῦ ἀπ’ ἐμοῦ ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σὲ ἐν τῷ λέγειν σε οὐχ ἥμαρτον
36 Zašto trèkaš tako mijenjajuæi svoj put? Posramiæeš se od Misirca kako si se posramio od Asirca.
τί κατεφρόνησας σφόδρα τοῦ δευτερῶσαι τὰς ὁδούς σου καὶ ἀπὸ Αἰγύπτου καταισχυνθήσῃ καθὼς κατῃσχύνθης ἀπὸ Ασσουρ
37 Otiæi æeš i odatle s rukama nad glavom svojom, jer Gospod odbacuje uzdanice tvoje, i neæeš biti sreæan u njima.
ὅτι καὶ ἐντεῦθεν ἐξελεύσῃ καὶ αἱ χεῖρές σου ἐπὶ τῆς κεφαλῆς σου ὅτι ἀπώσατο κύριος τὴν ἐλπίδα σου καὶ οὐκ εὐοδωθήσῃ ἐν αὐτῇ

< Jeremija 2 >